§2.1.1Ἐν δὲ τῷ τρίτῳ τῶν γεωγραφικῶν καθιστάμενος τὸν τῆς οἰκουμένης πίνακα γραμμῇ τινι διαιρεῖ δίχα ἀπὸ δύσεως ἐπʼ ἀνατολὴν παραλλήλῳ τῇ ἰσημερινῇ γραμμῇ, πέρατα δʼ αὐτῆς τίθησι πρὸς δύσει μὲν τὰς Ἡρακλείους στήλας, ἐπʼ ἀνατολῇ δὲ τὰ ἄκρα καὶ ἔσχατα ὄρη τῶν ἀφοριζόντων ὀρῶν τὴν πρὸς ἄρκτον τῆς Ἰνδικῆς πλευράν.
埃拉托斯特尼在着手其《地理学》第三卷时,用一条自西向东、平行于赤道的直线将已知世界的地图一分为二;他将该线的西端置于赫拉克勒斯之柱,东端置于划定印度北侧边界的那些山脉中最外侧和最尽头的山。
γράφει δὲ τὴν γραμμὴν ἀπὸ στηλῶν διά τε τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῶν μεσημβρινῶν ἄκρων τῆς τε Πελοποννήσου καὶ τῆς Ἀττικῆς μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου.
他将这条线从双柱引出,穿过西西里海峡以及伯罗奔尼撒和阿提卡的南端海岬,直达罗得岛和伊索斯湾。
μέχρι μὲν δὴ δεῦρο διὰ τῆς θαλάττης φησὶν εἶναι τὴν λεχθεῖσαν γραμμὴν καὶ τῶν παρακειμένων ἠπείρων (καὶ γὰρ αὐτὴν ὅλην τὴν καθʼ ἡμᾶς θάλατταν οὕτως ἐπὶ μῆκος τετάσθαι μέχρι τῆς Κιλικίας), εἶτα ἐπʼ εὐθείας πως ἐκβάλλεσθαι παρʼ ὅλην τὴν ὀρεινὴν τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς·
他声称,直到此处,上述直线都是穿过海洋和相邻的大陆(因为我们所知的整个海洋本身就是这样向经度方向延伸,直达基利家),然后它基本呈直线延伸,沿着托罗斯山脉的整个山地区域直达印度。
τὸν γὰρ Ταῦρον ἐπʼ εὐθείας τῇ ἀπὸ στηλῶν θαλάττῃ τεταμένον δίχα τὴν Ἀσίαν διαιρεῖν ὅλην ἐπὶ μῆκος, τὸ μὲν αὐτῆς μέρος βόρειον ποιοῦντα τὸ δὲ νότιον, ὥσθʼ ὁμοίως καὶ αὐτὸν ἐπὶ τοῦ διʼ Ἀθηνῶν ἱδρῦσθαι παραλλήλου καὶ τὴν ἀπὸ στηλῶν μέχρι δεῦρο θάλατταν.
因为托罗斯山脉与从双柱开始的海洋排成一直线延伸,将整个亚洲沿其长度方向一分为二,使其一部分成为北部,另一部分成为南部,因此它自身也与从双柱到此处的海洋一样,位于穿过雅典的平行线上。
§2.1.2ταῦτα δʼ εἰπὼν οἴεται δεῖν διορθῶσαι τὸν ἀρχαῖον γεωγραφικὸν πίνακα· πολὺ γὰρ ἐπὶ τὰς ἄρκτους παραλλάττειν τὰ ἑωθινὰ μέρη τῶν ὀρῶν κατʼ αὐτόν, συνεπισπᾶσθαι δὲ καὶ τὴν Ἰνδικὴν ἀρκτικωτέραν ἢ δεῖ γινομένην.
说了这些之后,他认为有必要修正古代的地理地图;因为根据他的说法,这些山脉的东部地区向北偏离得非常厉害,导致印度也被一起拉扯,变得比应该有的位置更偏北。
πίστιν δὲ τούτου φέρει μίαν μὲν ταύτην, ὅτι τὰ τῆς Ἰνδικῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμολογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις, ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι, ἐντεῦθεν δʼ ἐπὶ τὰ βορειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι Πατροκλῆς, ὁ μάλιστα πιστεύεσθαι δίκαιος διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν, φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους·
关于这一点,他提出了这样一个证据:许多人一致认为印度最南端的尽头与麦罗埃一带的地区处于同一纬度,他们是从气候和天体现象推断出这一点的;而从那里到靠近高加索山脉的印度最北端,因其身份显赫且并非地理学门外汉而最值得信赖的帕特罗克莱斯说,距离是一万五千斯塔迪翁。
ἀλλὰ μὴν καὶ τὸ ἀπὸ Μερόης ἐπὶ τὸν διʼ Ἀθηνῶν παράλληλον τοσοῦτόν πώς ἐστιν ὥστε τῆς Ἰνδικῆς τὰ προσάρκτια μέρη συνάπτοντα τοῖς Καυκασίοις ὄρεσιν εἰς τοῦτον τελευτᾶν τὸν κύκλον.
此外,从麦罗埃到穿过雅典的平行线的距离也大致是这么多,因此与高加索山脉相连的印度北部地区正好在这个平行线上结束。
§2.1.3ἄλλην δὲ πίστιν φέρει τοιαύτην, ὅτι τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου διάστημα ἐπὶ τὴν θάλατταν τὴν Ποντικὴν τρισχιλίων πώς ἐστι σταδίων πρὸς ἄρκτον ἰόντι καὶ τοὺς περὶ Ἀμισὸν ἢ Σινώπην τόπους, ὅσον καὶ τὸ πλάτος τῶν ὀρῶν λέγεται· ἐκ δὲ Ἀμισοῦ πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν φερομένῳ πρῶτον μὲν ἡ Κολχίς ἐστιν, ἔπειτα ἡ ἐπὶ τὴν Ὑρκανίαν θάλατταν ὑπέρθεσις καὶ ἡ ἐφεξῆς ἡ ἐπὶ Βάκτρα καὶ τοὺς ἐπέκεινα Σκύθας ὁδὸς δεξιὰ ἔχοντι τὰ ὄρη·
他还提出了另一个这样的证据:从伊索斯湾向北走到阿米索斯或西诺普附近地区,到黑海的距离大约是三千斯塔迪翁,这也被说是山脉的宽度;而对于从阿米索斯向二分点东方行进的人来说,首先是科尔基斯,然后是通往赫尔卡尼亚海的越岭通道,接着是通往巴克特拉和更远处的塞人的道路,山脉在右侧。
αὕτη δʼ ἡ γραμμὴ διὰ Ἀμισοῦ πρὸς δύσιν ἐκβαλλομένη διὰ τῆς Προποντίδος ἐστὶ καὶ τοῦ Ἑλλησπόντου.
而这条穿过阿米索斯向西延伸的线,则穿过丙泊提斯和赫勒斯滂。
ἀπὸ δὲ Μερόης ἐπὶ τὸν Ἑλλήσποντον οὐ πλείους εἰσὶ τῶν μυρίων καὶ ὀκτακισχιλίων σταδίων, ὅσοι καὶ ἀπὸ τοῦ μεσημβρινοῦ πλευροῦ τῆς Ἰνδικῆς πρὸς τὰ περὶ τοὺς Βακτρίους μέρη, προστεθέντων τρισχιλίων τοῖς μυρίοις καὶ πεντακισχιλίοις, ὧν οἱ μὲν τοῦ πλάτους ἦσαν τῶν ὀρῶν οἱ δὲ τῆς Ἰνδικῆς.
从麦罗埃到赫勒斯滂不超过一万八千斯塔迪翁,这与从印度南侧到巴克特里亚人附近地区的距离相同,这是在一万五千斯塔迪翁上加上三千斯塔迪翁,其中前者属于山脉的宽度,后者属于印度的宽度。
§2.1.4πρὸς δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχος ἀντιλέγει διαβάλλων τὰς πίστεις· οὐδὲ γὰρ Πατροκλέα πιστὸν εἶναι, δυεῖν ἀντιμαρτυρούντων αὐτῷ Δηιμάχου τε καὶ Μεγασθένους, οἳ καθʼ οὓς μὲν τόπους δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης, καθʼ οὓς δὲ καὶ τρισμυρίων· τούτους τε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνακας τούτοις ὁμολογεῖν.
但喜帕恰斯反对这一说法,指责这些证据;因为他说连帕特罗克莱斯也是不可信的,因为有两个人,即戴马科斯和麦加斯梯尼,提供了相反的证据,他们在某些地方说距离南部海洋的距离是两万斯塔迪翁,而在另一些地方甚至是三万斯塔迪翁;他们确实说了这样的话,而且古代地图也与他们一致。
ἀπίθανον δή που νομίζει τὸ μόνῳ δεῖν πιστεύειν Πατροκλεῖ, παρέντας τοὺς τοσοῦτον ἀντιμαρτυροῦντας αὐτῷ, καὶ διορθοῦσθαι παρʼ αὐτὸ τοῦτο τοὺς ἀρχαίους πίνακας, ἀλλὰ μὴ ἐᾶν οὕτως, ἕως ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν.
因此,他认为,忽视那些提供了如此多相反证据的人,而认为必须仅信任帕特罗克莱斯一人,并且正因如此就去修正古代地图,而不是在对它们有更可靠的认识之前保持原样,这显然是不可信的。