Humanitext Reader

ストラボン · 地理誌 §1.4.7-1.4.9

大陸の境界とギリシア人と異民族の区分

45 / 577 箇所 · ギリシア語

要旨

エラトステネスによる大陸の境界に関する議論、コリュトスとメリテの境界の例、ギリシア人とバルバロイの二分法に対する批判と、それらに対するストラボンの反論が述べられている。

§1.4.7̔εξῆς δὲ περὶ τῶν ἠπείρων εἰπὼν γεγονέναι πολὺν λόγον, καὶ τοὺς μὲν τοῖς ποταμοῖς διαιρεῖν αὐτὰς τῷ τε Νείλῳ καὶ τῷ Τανάιδι νήσους ἀποφαίνοντας, τοὺς δὲ τοῖς ἰσθμοῖς τῷ τε μεταξὺ τῆς Κασπίας καὶ τῆς Ποντικῆς θαλάσσης καὶ τῷ μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τοῦ Ἐκρήγματος, τούτους δὲ χερρονήσους αὐτὰς λέγειν, οὐχ ὁρᾶν φησι πῶς ἂν εἰς πράγματα καταστρέφοι ἡ ζήτησις αὕτη, ἀλλὰ μόνον ἔριν διαιτώντων κατὰ Δημόκριτον εἶναι.
次に、大陸について多くの議論がなされてきたと述べた後、一方ではナイル川とタナイス川という河川によってそれらを分割し島々であると主張する者たち、他方ではカスピ海とポントス海の間、および紅海と裂け目の間にある地峡によって分割し、これらを半島と呼ぶ者たちがいるが、この探究がどのように実用的な事柄に結びつくのかわからない、それはデモクリトスが言うように、単なる調停者たちの争いにすぎない、と彼は言う。
μὴ ὄντων γὰρ ἀκριβῶν ὅρων, καθάπερ Κολυττοῦ καὶ Μελίτης, οἷον στηλῶν ἢ περιβόλων, τοῦτο μὲν ἔχειν φάναι ἡμᾶς ὅτι τουτὶ μέν ἐστι Κολυττὸς τουτὶ δὲ Μελίτη, τοὺς ὅρους δὲ μὴ ἔχειν εἰπεῖν.
というのも、コリュトスとメリテのように、境界柱や囲い壁のような厳密な境界が存在しない場合、私たちは「ここがコリュトスであり、ここがメリテである」と言うことはできるが、その境界を述べることはできないからだ、と彼は言う。
διὸ καὶ συμβαίνειν κρίσεις πολλάκις περὶ χωρίων τινῶν, καθάπερ Ἀργείοις μὲν καὶ Λακεδαιμονίοις περὶ Θυρέας, Ἀθηναίοις δὲ καὶ Βοιωτοῖς περὶ Ὠρωποῦ.
それゆえ、地域をめぐってしばしば争いが起こる。 例えばアルゴス人とラケダイモン人の間でのテュレアをめぐる争いや、アテナイ人とボイオティア人の間でのオロポスをめぐる争いのように。
ἄλλως τε τοὺς Ἕλληνας τὰς τρεῖς ἠπείρους ὀνομάσαι οὐκ εἰς τὴν οἰκουμένην ἀποβλέψαντας, ἀλλʼ εἴς τε τὴν σφετέραν καὶ τὴν ἀπαντικρὺ τὴν Καρικήν, ἐφʼ ᾗ νῦν Ἴωνες καὶ οἱ ἑξῆς·
とりわけ、ギリシア人が3つの大陸を命名したのは、居住世界全体に目を向けたからではなく、自分たちの地と、その向かいにあるカリアの地(現在イオニア人やその後に続く者たちが住んでいる地)に目を向けたからである。
χρόνῳ δὲ ἐπὶ πλέον προϊόντας ἀεὶ καὶ πλειόνων γνωριζομένων χωρῶν εἰς τοῦτο καταστρέψαι τὴν διαίρεσιν.
そして、時間が経つにつれてさらに進み、より多くの知られた地が現れるにつれて、この3つの分割へと帰着したのである。
πότερον οὖν οἱ πρῶτοι διορίσαντες τὰς τρεῖς, ἵνα ἀπὸ τῶν ἐσχάτων ἄρξωμαι διαιτῶν τὴν ἔριν, μὴ κατὰ Δημόκριτον ἀλλὰ κατʼ αὐτόν, οὗτοι ἦσαν οἱ πρῶτοι τὴν σφετέραν ἀπὸ τῆς ἀντικειμένης τῆς τῶν Καρῶν διορίσαι ζητοῦντες;
では、最初にこの3つの大陸を区分した人々は――最も端の部分から、デモクリトスに従ってではなく彼自身に従って、この争いを調停し始めることにするなら――、自分たちの地を向かいにあるカリア人の地から区分することを目指した最初の者たちだったのだろうか。
ἢ οὗτοι μὲν τὴν Ἑλλάδα ἐπενόουν μόνην καὶ τὴν Καρίαν καὶ ὀλίγην τὴν συνεχῆ, οὔτε δʼ Εὐρώπην οὔτε Ἀσίαν ὡσαύτως οὔτε Λιβύην, οἱ δὲ λοιποὶ ἐπιόντες ὅση ἦν ἱκανὴ ὑπογράψαι τὴν τῆς οἰκουμένης ἐπίνοιαν, οὗτοί εἰσιν οἱ εἰς τρία διαιροῦντες;
それとも、彼らはギリシアとカリアおよびそれに続くわずかな地域だけを考えており、ヨーロッパもアジアもリビアも同様には考えていなかったのに、その後に続いて、居住世界の概念を描き出すのに十分な広さに至った他の人々、彼らこそが3つに分割した者たちなのだろうか。
πῶς οὖν οὐ τῆς οἰκουμένης ἐποιοῦντο διαίρεσιν;
それなら、どうして彼らは居住世界の分割を行っていなかったと言えるのか。
τίς δὲ τρία μέρη λέγων καὶ καλῶν ἤπειρον ἕκαστον τῶν μερῶν οὐ προσεπινοεῖ τὸ ὅλον, οὗ τὸν μερισμὸν ποιεῖται;
3つの部分を語り、その各部分を大陸と呼ぶ者で、自分がその分割を行っているところの全体を、同時に心に思い描かない者がいるだろうか。
εἰ δʼ ἐπινοοῖ μὲν μὴ τὴν οἰκουμένην, μέρους δέ τινος αὐτῆς τὸν μερισμὸν ποιοῖτο, τίνος ἄν τις μέρους τῆς οἰκουμένης μέρος εἶπε τὴν Ἀσίαν ἢ τὴν Εὐρώπην ἢ ὅλως ἤπειρον;
もし彼が居住世界ではなく、その一部の分割を行っているとするなら、アジアやヨーロッパ、あるいは大陸全体を、居住世界のどの部分の部分であると言えるのだろうか。
ταῦτα γὰρ εἴρηται παχυμερῶς.
というのも、これらのことは大ざっぱに言われているからである。
§1.4.8ἔτι δὲ παχυμερέστερον τὸ φήσαντα μὴ ὁρᾶν εἰς τί πραγματικὸν καταστρέφει τὸ τοὺς ὅρους ζητεῖν, παραθεῖναι τὸν Κολυττὸν καὶ τὴν Μελίτην, εἶτʼ εἰς τἀναντία περιτρέπεσθαι.
さらに大ざっぱなのは、境界を求めることがどのような実用的なことに結びつくのかわからないと言っておきながら、コリュトスとメリテを例に引き、それから正反対のことに陥っていることである。
εἰ γὰρ οἱ περὶ Θυρεῶν καὶ Ὠρωποῦ πόλεμοι διὰ τὰς τῶν ὅρων ἀγνοίας ἀπέβησαν, εἰς πραγματικόν τι καταστρέφον τὸ διαχωρίζειν τὰς χώρας·
なぜなら、もしテュレアやオロポスをめぐる戦争が境界の無知のために生じたのであるなら、地域を区分することは実用的な何ものかに結びついているからである。
ἢ τοῦτο λέγει, ὡς ἐπὶ μὲν τῶν χωρίων καὶ νὴ Δία τῶν καθʼ ἕκαστα ἐθνῶν πραγματικὸν τὸ διορίζειν ἀκριβῶς, ἐπὶ δὲ τῶν ἠπείρων περιττόν;
それとも、彼は、個々の地域や、それこそ個々の民族においては厳密に区分することは実用的であるが、大陸においては不必要であると言うのだろうか。
καίτοι οὐδὲ ἐνταῦθα ἧττον οὐδέν·
しかし、そこにおいても少しも劣らず実用的である。
γένοιτο γὰρ ἂν καὶ ἐπὶ τούτων ἡγεμόσι μεγάλοις ἀμφισβήτησις, τῷ μὲν ἔχοντι τὴν Ἀσίαν, τῷ δὲ τὴν Λιβύην, ὁποτέρου δή ἐστιν ἡ Αἴγυπτος, δηλονότι ἡ κάτω λεγομένη τῆς Αἰγύπτου χώρα.
なぜなら、アジアを支配する者とリビアを支配する者という、大いなる支配者たちの間で、エジプト(明らかに下エジプトと呼ばれるエジプトの地域)がどちらに属するのかをめぐって、論争が生じ得るからである。
κἂν ἐάσῃ δέ τις τοῦτο διὰ τὸ σπάνιον, ἄλλως φατέον διαιρεῖσθαι τὰς ἠπείρους κατὰ μέγαν διορισμὸν καὶ πρὸς τὴν οἰκουμένην ὅλην ἀναφερόμενον·
そして、たとえそれが稀であるためにこのことを不問に付すとしても、大陸は大きな区分に従い、居住世界全体に関連づけられて分割されるべきである、と別様に言うべきである。
καθʼ ὃν οὐδὲ τούτου φροντιστέον, εἰ οἱ τοῖς ποταμοῖς διορίσαντες ἀπολείπουσί τινα χωρία ἀδιόριστα, τῶν ποταμῶν μὴ μέχρι τοῦ ὠκεανοῦ διηκόντων μηδὲ νήσους ὡς ἀληθῶς ἀπολειπόντων τὰς ἠπείρους.
その区分においては、河川によって区分した者たちが、河川が海洋まで達しておらず、また真に大陸を島々として残していないために、いくつかの地域を未区分のまま残しているとしても、そのことを気にかける必要はないのである。
§1.4.9Ἐπὶ τέλει δὲ τοῦ ὑπομνήματος οὐκ ἐπαινέσας τοὺς δίχα διαιροῦντας ἅπαν τὸ τῶν ἀνθρώπων πλῆθος εἴς τε Ἕλληνας καὶ βαρβάρους, καὶ τοὺς Ἀλεξάνδρῳ παραινοῦντας τοῖς μὲν Ἕλλησιν ὡς φίλοις χρῆσθαι τοῖς δὲ βαρβάροις ὡς πολεμίοις, βέλτιον εἶναί φησιν ἀρετῇ καὶ κακίᾳ διαιρεῖν ταῦτα.
そして書の終わりに、人間の全人口をギリシア人とバルバロイに二分する者たちや、アレクサンドロスに対してギリシア人を友人として扱い、バルバロイを敵として扱うように勧告した者たちを称賛せず、これらを徳と悪徳によって分割する方が優れている、と彼は言っている。
πολλοὺς γὰρ καὶ τῶν Ἑλλήνων εἶναι κακοὺς καὶ τῶν βαρβάρων ἀστείους, καθάπερ Ἰνδοὺς καὶ Ἀριανούς, ἔτι δὲ Ῥωμαίους καὶ Καρχηδονίους οὕτω θαυμαστῶς πολιτευομένους.
なぜなら、ギリシア人の中にも多くの悪人がおり、バルバロイの中にも、インド人やアリアノス人、さらにはローマ人やカルタゴ人のように、驚くほど優れた国制を持つ洗練された人々が多くいるからである。
διόπερ τὸν Ἀλέξανδρον ἀμελήσαντα τῶν παραινούντων, ὅσους οἷόν τʼ ἦν ἀποδέχεσθαι τῶν εὐδοκίμων ἀνδρῶν καὶ εὐεργετεῖν·
それゆえ、アレクサンドロスは勧告者たちを無視し、名声ある人々のうち受け入れられる限りの人々を受け入れ、恩恵を施したのである。
ὥσπερ διʼ ἄλλο τι τῶν οὕτω διελόντων τοὺς μὲν ἐν ψόγῳ τοὺς δʼ ἐν ἐπαίνῳ τιθεμένων, ἢ διότι τοῖς μὲν ἐπικρατεῖ τὸ νόμιμον καὶ τὸ παιδείας καὶ λόγων οἰκεῖον, τοῖς δὲ τἀναντία.
まるで、このように分割し、一方を非難の中に、他方を称賛の中に置いた者たちが、他ならぬ、一方には法秩序や教育・理性に固有のものが優勢であり、他方にはその反対が優勢であるという理由以外の理由によってそうしたかのように!
καὶ ὁ Ἀλέξανδρος οὖν οὐκ ἀμελήσας τῶν παραινούντων, ἀλλʼ ἀποδεξάμενος τὴν γνώμην τὰ ἀκόλουθα, οὐ τὰ ἐναντία ἐποίει, πρὸς τὴν διάνοιαν σκοπῶν τὴν τῶν ἐπεσταλκότων.
したがって、アレクサンドロスも勧告者たちを無視したのではなく、その意見を受け入れた上で、反対のことではなく、それに従うことを行ったのであり、彼らに勧告した者たちの意図を考慮していたのである。

語釈・文法注

  1. 1.4.7ἵνα ἀπὸ τῶν ἐσχάτων ἄρξωμαι διαιτῶν τὴν ἔριν, μὴ κατὰ Δημόκριτον ἀλλὰ κατʼ αὐτόν — 接続詞 ἵνα は発話意図を示す独立的な目的節(「〜するために言うなら」)を形成している。αὐτόν は先行するエラトステネスを指し、ストラボンがデモクリトスではなくエラトステネス自身の方法に則って議論を調停しようとする姿勢を示している。
  2. 1.4.8ἔτι δὲ παχυμερέστερον τὸ φήσαντα μὴ ὁρᾶν... παραθεῖναι... εἶτʼ εἰς τἀναντία περιτρέπεσθαι — 冠詞付き不定詞 τὸ παραθεῖναι... περιτρέπεσθαι が文の主語であり、形容詞の比較級中性単数形 παχυμερέστερον がその述語である。分詞 φήσαντα は、不定詞の意味上の主語(対格)に一致している。
  3. 1.4.9ὥσπερ διʼ ἄλλο τι τῶν οὕτω διελόντων... ἢ διότι... — ὥσπερ は反語的かつ比喩的な比較を導き、全体として「まるで(後者の理由)以外の理由で(前者のように)分割したとでも言うかのように」というストラボンの強い批判を表す。διʼ ἄλλο τι... ἢ διότι... は「〜以外の何か他の理由で」を意味する相関関係にある。

この箇所を引用する

ストラボン, 地理誌 §1.4.7-1.4.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.4.7-1.4.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。