§17.3.7οὕτω δʼ εὐδαίμονα χώραν οἰκοῦντες τὴν πλείστην οἱ Μαυρούσιοι διατελοῦσιν ὅμως καὶ μέχρι δεῦρο τοῦ χρόνου νομαδικῶς ζῶντες οἱ πολλοί.
このように恵まれた土地の大部分に住んでいながらも、マウルシア人の多くは今日に至るまで遊牧的な生活を送り続けている。
καλλωπίζονται δʼ ὅμως κόμης ἐμπλοκῇ καὶ πώγωνι καὶ χρυσοφορίᾳ σμήξει τε ὀδόντων καὶ ὀνυχισμῷ·
彼らはそれでもなお、髪を編むことや、顎髭、黄金の装飾品を身につけること、歯を磨くこと、爪を整えることで自らを飾り立てている。
σπάνιόν τε ἂν ἴδοις ἁπτομένους ἀλλήλων ἐν τοῖς περιπάτοις τοῦ παραμένειν αὐτοῖς ἄθικτον τὸν κόσμον τῶν τριχῶν.
彼らが散歩する際に互いに触れ合っているのを目にすることは稀であるが、それは髪の飾り付けを損なわずに保つためである。
μάχονται δʼ ἱππόται τὸ πλέον ἀπὸ ἄκοντος, σχοινοχαλίνοις χρώμενοι τοῖς ἵπποις καὶ γυμνοῖς·
彼らは主に騎兵として投げ槍で戦い、馬にはロープの手綱を用い、鞍はつけない。
ἔχουσι δὲ καὶ μαχαίρας·
また、短剣も持っている。
οἱ δὲ πεζοὶ τὰς τῶν ἐλεφάντων δορὰς ὡς ἀσπίδας προβάλλονται·
歩兵は象の皮を盾として前方に構える。
τὰς δὲ τῶν λεόντων καὶ παρδάλεων καὶ ἄρκτων ἀμπέχονται καὶ ἐγκοιμῶνται.
そして、ライオンやヒョウ、クマの皮を身にまとい、またその上で眠る。
σχεδὸν δέ τι καὶ οὗτοι καὶ οἱ ἐφεξῆς Μασαισύλιοι καὶ κοινῶς Λίβυες κατὰ τὸ πλέον ὁμοιόσκευοί εἰσι καὶ τὰ ἄλλα ἐμφερεῖς, μικροῖς ἵπποις χρώμενοι, ὀξέσι δὲ καὶ εὐπειθέσιν ὥστʼ ἀπὸ ῥαβδίου οἰακίζεσθαι·
彼らも、それに隣接するマサイシュリオイ人も、そして一般にリビア人の大部分も、ほぼ同じような装備をしており、他の点でも類似している。 彼らは小型の馬を用いるが、それらは敏捷で従順であり、小さな鞭一本で操ることができる。
περιτραχήλια δὲ ξύλινα ἢ τρίχινα, ἀφʼ ὧν ὁ ῥυτὴρ ἀπήρτηται·
馬には木製または獣毛製の首輪がつけられており、そこから手綱が下がっている。
ἔνιοι δὲ καὶ χωρὶς ὁλκῆς ἕπονται ὡς κύνες·
中には、引かれなくても犬のように従う馬もいる。
πέλτη μικρὰ βυρσίνη, πλατύλογχα μικρά, ἄζωστοι πλατύσημοι χιτῶνες, ἐπιπόρπημα, ὡς ἔφην, δορὰ καὶ προθωράκιον.
彼らの装備は、革製の小さな軽い盾、幅の広い刃を持つ小さな槍、帯を締めない幅広の縞模様のあるチュニック、そして前に述べたように、留め金で留める毛皮や胸当てである。
Φαρούσιοι δὲ καὶ Νίγρητες οἱ ὑπὲρ τούτων οἰκοῦντες πρὸς τοῖς ἑσπερίοις Αἰθίοψι καὶ τοξεύουσι, καθάπερ καὶ οἱ Αἰθίοπες·
彼らの上方、西のエチオピア人に接して住むファルシオイ人とニグレテス人は、エチオピア人と同様に弓も用いる。
χρῶνται δὲ καὶ δρεπανηφόροις ἅρμασι·
彼らはまた、鎌付きの戦車も用いる。
μίσγονται δὲ καὶ τοῖς Μαυρουσίοις οἱ Φαρούσιοι διὰ τῆς ἐρήμου σπανίως, ὑπὸ ταῖς κοιλίαις τῶν ἵππων ὑπαρτῶντες τοὺς ἀσκοὺς τοῦ ὕδατος·
ファルシオイ人は、馬の腹の下に水の革袋を吊り下げて砂漠を通り、稀にマウルシア人と交わる。
ἔστι δʼ ὅτε καὶ εἰς Κίρταν ἀφικνοῦνται διά τινων τόπων ἑλωδῶν καὶ λιμνῶν.
時には、湿地や湖がある地域を通ってキルタにまで達することもある。
τινὰς δʼ αὐτῶν καὶ τρωγλοδυτικῶς οἰκεῖν φασιν ὀρύττοντας τὴν γῆν.
また、彼らの一部は地面を掘って穴居生活を送っているとも言われる。
λέγεται δὲ κἀνταῦθα τοὺς θερινοὺς ὄμβρους ἐπιπολάζειν, χειμῶνος δὲ εἶναι ἀνυδρίαν.
そこでも夏の雨が多く、冬には水が枯れると言われている。
ἐνίους δὲ τῶν ταύτῃ βαρβάρων καὶ ὄφεων καὶ ἰχθύων δοραῖς ἀμπεχόναις τε καὶ στρώμασι χρῆσθαι.
この地域の未開人の一部は、蛇や魚の皮を衣服や敷物として用いている。
τοὺς δὲ Φαρουσίους ἔνιοί φασιν Ἰνδοὺς εἶναι τοὺς συγκατελθόντας Ἡρακλεῖ δεῦρο.
ファルシオイ人については、ヘラクレスに伴ってここへ下ってきたインド人であると言う者もいる。
μικρὸν μὲν οὖν πρὸ ἡμῶν οἱ περὶ Βόγον βασιλεῖς καὶ Βόκχον κατεῖχον αὐτήν, φίλοι Ῥωμαίων ὄντες·
私たちの少し前までは、ボゴスやボッコスといった、ローマ人の友であった王たちがこの地を支配していた。
ἐκλιπόντων δὲ τούτων, Ἰούβας παρέλαβε τὴν ἀρχήν, δόντος τοῦ Σεβαστοῦ Καίσαρος καὶ ταύτην αὐτῷ τὴν ἀρχὴν πρὸς τῇ πατρῴᾳ·
彼らが絶えた後、アウグストゥス・カエサルがユバに父祖伝来の支配権に加えてこの支配権をも与えたため、ユバが支配を引き継いだ。
υἱὸς δʼ ἦν Ἰούβα τοῦ πρὸς Καίσαρα τὸν θεὸν πολεμήσαντος μετὰ Σκιπίωνος.
彼は、スキピオとともに神君カエサルと戦ったユバの息子であった。
Ἰούβας μὲν οὖν νεωστὶ ἐτελεύτα τὸν βίον, διαδέδεκται δὲ τὴν ἀρχὴν υἱὸς Πτολεμαῖος γεγονὼς ἐξ Ἀντωνίου θυγατρὸς καὶ Κλεοπάτρας.
ユバは最近世を去り、その支配権は、アントニウスとクレオパトラの娘から生まれた息子プトレマイオスが継承した。
§17.3.8Ἀρτεμίδωρος δʼ Ἐρατοσθένει μὲν ἀντιλέγει, διότι Λίξον τινά φησι πόλιν περὶ τὰ ἄκρα τῆς Μαυρουσίας τὰ ἑσπέρια ἀντὶ Λυγγός·
アルテミドロスはエラトステネスに異議を唱えている。 というのも、彼がリュンクスの代わりにマウルシアの西の端のあたりにリクソスという都市があると言っているからである。
Φοινικικὰς δὲ πόλεις κατεσπασμένας παμπόλλας τινάς, ὧν οὐδὲν ἰδεῖν ἔστιν ἴχνος·
また、フェニキア人の破壊された都市が極めて多くあると言っているが、それらの痕跡は全く見られない。
ἐν δὲ τοῖς ἑσπερίοις Αἰθίοψι ταῖς τε ὀρθριναῖς ὥραις καὶ ταῖς δειλιναῖς παχεῖς καὶ ἀχλυώδεις εἶναι τοὺς ἀέρας· πῶς γὰρ ἐν αὐχμώδεσι καὶ καυματηροῖς τόποις ταῦτʼ εἶναι;
さらに、西のエチオピア人の地では、朝と夕方の時間帯に空気が濃く霧深いと言っているが、乾燥してうだるように暑い地域でどうしてそのようなことがありえようか。
αὐτὸς δὲ τούτων πολὺ χείρω λέγει περὶ τοὺς αὐτοὺς τόπους·
しかし、彼自身も、同じ地域に関してこれよりはるかにひどいことを語っている。
μετανάστας γάρ τινας ἱστορεῖ Λωτοφάγους, οἳ τὴν ἄνυδρον νέμοιντο, σιτοῖντο δὲ λωτόν, πόαν τινὰ καὶ ῥίζαν, ἐφʼ ἧς οὐδὲν δέοιντο ποτοῦ.
というのも、彼はある種のロトファゴイの移住者について記録しており、彼らは水のない土地に住み、ロトス、すなわちある種の草や根を食べて生活し、それによって飲み水を全く必要としないというのである。
παρήκειν δʼ αὐτοὺς μέχρι τῶν ὑπὲρ Κυρήνης τόπων·
彼らはキュレネの上方の地域まで及んでいる。
τοὺς δʼ ἐκεῖ καὶ γαλακτοποτεῖν καὶ κρεωφαγεῖν, καίπερ ταυτοκλινεῖς ὄντας.
そこの人々は、同じ緯度に住んでいるにもかかわらず、乳を飲み、肉を食べる。
καὶ Γαβίνιος δὲ ὁ τῶν Ῥωμαίων συγγραφεὺς οὐκ ἀπέχεται τῆς τερατολογίας τῆς περὶ τὴν Μαυρουσίαν·
また、ローマの歴史家ガビニウスも、マウルシアに関する怪異な話を語ることを控えていない。
πρὸς γὰρ τῇ Λυγγὶ Ἀνταίου μνῆμα ἱστορεῖ καὶ σκελετὸν πηχῶν ἑξήκοντα, ὃν Σερτώριον γυμνῶσαι καὶ πάλιν ἐπιβαλεῖν γῆν.
というのも、彼はリュンクスの近くにアンタイオスの墓があり、長さ六十ペキスの骨格があって、それをセルトリウスが掘り出して露わにし、再び土をかけたと記録しているからである。
καὶ τὰ περὶ τῶν ἐλεφάντων μυθώδη·
また、象に関する彼の話も作り話じみている。
φησὶ γὰρ τἆλλα μὲν θηρία φεύγειν τὸ πῦρ, τοὺς δʼ ἐλέφαντας πολεμεῖν καὶ ἀμύνεσθαι, διότι τὴν ὕλην φθείρει·
彼が言うには、他の野生動物は火から逃げるが、象は森林を破壊するという理由で火と戦い、防ごうとする。
πρὸς δὲ τοὺς ἀνθρώπους διαμάχεσθαι, κατασκόπους προπέμποντας, καὶ ὅταν ἴδωσιν ἐκείνους, φεύγειν καὶ αὐτούς, ἐπειδὰν δὲ τραύματα λάβωσιν, ἱκετηρίαν προτείνειν κλάδους ἢ βοτάνην ἢ κόνιν.
また、人間に対しては、偵察を前方に派遣して戦い、彼らを見ると、象たちも逃走するが、傷を負うと、枝や草や土を差し出し、懇願するというのである。