§17.3.7οὕτω δʼ εὐδαίμονα χώραν οἰκοῦντες τὴν πλείστην οἱ Μαυρούσιοι διατελοῦσιν ὅμως καὶ μέχρι δεῦρο τοῦ χρόνου νομαδικῶς ζῶντες οἱ πολλοί.
尽管茂鲁西亚人居住在如此富庶的土地的大部分地方,但直到今天,他们中的大多数人仍然过着游牧的生活。
καλλωπίζονται δʼ ὅμως κόμης ἐμπλοκῇ καὶ πώγωνι καὶ χρυσοφορίᾳ σμήξει τε ὀδόντων καὶ ὀνυχισμῷ· σπάνιόν τε ἂν ἴδοις ἁπτομένους ἀλλήλων ἐν τοῖς περιπάτοις τοῦ παραμένειν αὐτοῖς ἄθικτον τὸν κόσμον τῶν τριχῶν.
¦p.1155 然而,他们通过编发、留胡须、佩戴金饰、刷牙和修指甲来打扮自己;在散步时你很少会看到他们互相接触,这是为了让他们的发型装饰保持完好无损。
μάχονται δʼ ἱππόται τὸ πλέον ἀπὸ ἄκοντος, σχοινοχαλίνοις χρώμενοι τοῖς ἵπποις καὶ γυμνοῖς· ἔχουσι δὲ καὶ μαχαίρας·
他们主要骑马用标枪作战,马匹使用绳索制成的缰绳,不配马鞍;他们也携带有短剑。
οἱ δὲ πεζοὶ τὰς τῶν ἐλεφάντων δορὰς ὡς ἀσπίδας προβάλλονται· τὰς δὲ τῶν λεόντων καὶ παρδάλεων καὶ ἄρκτων ἀμπέχονται καὶ ἐγκοιμῶνται.
步兵将象皮当做盾牌防卫在身前;他们也身着狮、豹、熊的皮,并睡在上面。
σχεδὸν δέ τι καὶ οὗτοι καὶ οἱ ἐφεξῆς Μασαισύλιοι καὶ κοινῶς Λίβυες κατὰ τὸ πλέον ὁμοιόσκευοί εἰσι καὶ τὰ ἄλλα ἐμφερεῖς, μικροῖς ἵπποις χρώμενοι, ὀξέσι δὲ καὶ εὐπειθέσιν ὥστʼ ἀπὸ ῥαβδίου οἰακίζεσθαι· περιτραχήλια δὲ ξύλινα ἢ τρίχινα, ἀφʼ ὧν ὁ ῥυτὴρ ἀπήρτηται· ἔνιοι δὲ καὶ χωρὶς ὁλκῆς ἕπονται ὡς κύνες·
这些人以及紧邻的马赛舒利奥伊人,乃至通常的大多数利比亚人,其装备大体相同,在其他方面也很相似,他们使用矮小的马匹,但马匹敏捷且顺从,以至于用一根小棒就能驾驭;马脖子上套有木制或兽毛制的颈圈,缰绳就挂在上面;有些人甚至不需要牵引,就像狗一样跟随。
πέλτη μικρὰ βυρσίνη, πλατύλογχα μικρά, ἄζωστοι πλατύσημοι χιτῶνες, ἐπιπόρπημα, ὡς ἔφην, δορὰ καὶ προθωράκιον.
他们的装备包括小皮盾、小宽刃枪、不系腰带的宽条纹长衫,以及如前所述作为斗篷的兽皮和胸甲。
Φαρούσιοι δὲ καὶ Νίγρητες οἱ ὑπὲρ τούτων οἰκοῦντες πρὸς τοῖς ἑσπερίοις Αἰθίοψι καὶ τοξεύουσι, καθάπερ καὶ οἱ Αἰθίοπες· χρῶνται δὲ καὶ δρεπανηφόροις ἅρμασι·
居住在他们上方、靠近西埃塞俄比亚人的法鲁西奥伊人和尼格里特斯人也使用弓箭,就像埃塞俄比亚人一样;他们也使用镰刀战车。
μίσγονται δὲ καὶ τοῖς Μαυρουσίοις οἱ Φαρούσιοι διὰ τῆς ἐρήμου σπανίως, ὑπὸ ταῖς κοιλίαις τῶν ἵππων ὑπαρτῶντες τοὺς ἀσκοὺς τοῦ ὕδατος· ἔστι δʼ ὅτε καὶ εἰς Κίρταν ἀφικνοῦνται διά τινων τόπων ἑλωδῶν καὶ λιμνῶν.
法鲁西奥伊人极少穿过沙漠与茂鲁西亚人交往,他们将水袋挂在马腹下面;有时他们也会通过一些沼泽地和湖泊到达基尔塔。
τινὰς δʼ αὐτῶν καὶ τρωγλοδυτικῶς οἰκεῖν φασιν ὀρύττοντας τὴν γῆν.
据说他们中的一些人还像穴居人一样,通过挖掘土地居住。
λέγεται δὲ κἀνταῦθα τοὺς θερινοὺς ὄμβρους ἐπιπολάζειν, χειμῶνος δὲ εἶναι ἀνυδρίαν.
据说在这里夏天雨水充沛,而冬天则缺水。
ἐνίους δὲ τῶν ταύτῃ βαρβάρων καὶ ὄφεων καὶ ἰχθύων δοραῖς ἀμπεχόναις τε καὶ στρώμασι χρῆσθαι.
这一带的一些野蛮人还使用蛇皮和鱼皮作为衣服和被褥。
τοὺς δὲ Φαρουσίους ἔνιοί φασιν Ἰνδοὺς εἶναι τοὺς συγκατελθόντας Ἡρακλεῖ δεῦρο.
有些人说,法鲁西奥伊人是当年随赫拉克勒斯来到此地的印度人。
μικρὸν μὲν οὖν πρὸ ἡμῶν οἱ περὶ Βόγον βασιλεῖς καὶ Βόκχον κατεῖχον αὐτήν, φίλοι Ῥωμαίων ὄντες·
就在我们之前不久,波戈斯和波科斯等国王统治着 ¦p.1156 此地,他们是罗马人的朋友。
ἐκλιπόντων δὲ τούτων, Ἰούβας παρέλαβε τὴν ἀρχήν, δόντος τοῦ Σεβαστοῦ Καίσαρος καὶ ταύτην αὐτῷ τὴν ἀρχὴν πρὸς τῇ πατρῴᾳ·
在他们绝嗣之后,尤巴接管了统治,奥古斯都·凯撒在将他祖传的领地赐予他的同时,也将此地的统治权交给了他。
υἱὸς δʼ ἦν Ἰούβα τοῦ πρὸς Καίσαρα τὸν θεὸν πολεμήσαντος μετὰ Σκιπίωνος.
他是与西庇阿一起对抗神圣凯撒的尤巴的儿子。
Ἰούβας μὲν οὖν νεωστὶ ἐτελεύτα τὸν βίον, διαδέδεκται δὲ τὴν ἀρχὴν υἱὸς Πτολεμαῖος γεγονὼς ἐξ Ἀντωνίου θυγατρὸς καὶ Κλεοπάτρας.
尤巴最近去世了,其统治权由他的儿子普托莱迈奥斯继承,他是安东尼和克利奥帕特拉的女儿所生的儿子。
§17.3.8Ἀρτεμίδωρος δʼ Ἐρατοσθένει μὲν ἀντιλέγει, διότι Λίξον τινά φησι πόλιν περὶ τὰ ἄκρα τῆς Μαυρουσίας τὰ ἑσπέρια ἀντὶ Λυγγός· Φοινικικὰς δὲ πόλεις κατεσπασμένας παμπόλλας τινάς, ὧν οὐδὲν ἰδεῖν ἔστιν ἴχνος· ἐν δὲ τοῖς ἑσπερίοις Αἰθίοψι ταῖς τε ὀρθριναῖς ὥραις καὶ ταῖς δειλιναῖς παχεῖς καὶ ἀχλυώδεις εἶναι τοὺς ἀέρας· πῶς γὰρ ἐν αὐχμώδεσι καὶ καυματηροῖς τόποις ταῦτʼ εἶναι; αὐτὸς δὲ τούτων πολὺ χείρω λέγει περὶ τοὺς αὐτοὺς τόπους·
然而,阿尔特米多罗斯反驳了埃拉托斯特尼,因为后者说在茂鲁西亚西端附近有一座名为利克索斯的城市,而不是里克斯;并且说有很多被摧毁的腓尼基城市,其中毫无痕迹可见;还说在西埃塞俄比亚人那里,早晚时间的空气浓厚且多雾;因为在干旱炎热的地方怎么会有这些呢?
μετανάστας γάρ τινας ἱστορεῖ Λωτοφάγους, οἳ τὴν ἄνυδρον νέμοιντο, σιτοῖντο δὲ λωτόν, πόαν τινὰ καὶ ῥίζαν, ἐφʼ ἧς οὐδὲν δέοιντο ποτοῦ.
但他自己关于同样的地方说了更糟糕得多的事情;因为他记载了某些移居的洛托法戈伊人,他们居住在无水之地,以洛托斯(一种草和根)为食,依靠它而完全不需要饮水。
παρήκειν δʼ αὐτοὺς μέχρι τῶν ὑπὲρ Κυρήνης τόπων· τοὺς δʼ ἐκεῖ καὶ γαλακτοποτεῖν καὶ κρεωφαγεῖν, καίπερ ταυτοκλινεῖς ὄντας.
他说他们一直延伸到库勒涅上方的地区;那里的居民即使住在同一纬度上,也喝牛奶和吃肉。
καὶ Γαβίνιος δὲ ὁ τῶν Ῥωμαίων συγγραφεὺς οὐκ ἀπέχεται τῆς τερατολογίας τῆς περὶ τὴν Μαυρουσίαν· πρὸς γὰρ τῇ Λυγγὶ Ἀνταίου μνῆμα ἱστορεῖ καὶ σκελετὸν πηχῶν ἑξήκοντα, ὃν Σερτώριον γυμνῶσαι καὶ πάλιν ἐπιβαλεῖν γῆν.
而罗马的历史学家加比尼乌斯也没有免于叙述关于茂鲁西亚的奇闻异事;因为在里克斯附近,他记载了安泰俄斯的墓和一具长达六十库比特的骸骨,塞托里乌斯曾将其挖掘暴露并重新盖上泥土。
καὶ τὰ περὶ τῶν ἐλεφάντων μυθώδη· φησὶ γὰρ τἆλλα μὲν θηρία φεύγειν τὸ πῦρ, τοὺς δʼ ἐλέφαντας πολεμεῖν καὶ ἀμύνεσθαι, διότι τὴν ὕλην φθείρει· πρὸς δὲ τοὺς ἀνθρώπους διαμάχεσθαι, κατασκόπους προπέμποντας, καὶ ὅταν ἴδωσιν ἐκείνους, φεύγειν καὶ αὐτούς, ἐπειδὰν δὲ τραύματα λάβωσιν, ἱκετηρίαν προτείνειν κλάδους ἢ βοτάνην ἢ κόνιν.
关于大象的事情也是虚构的;因为他说其他野兽都避开火,而大象却因为火会破坏森林而与火搏斗并进行抵御;它们还与人类作战,派遣侦察兵,而当它们看到人时,自己也会 ¦p.1157 逃跑,但当它们受伤时,就会伸出树枝、草或泥土作为祈求。