Humanitext Reader

ストラボン · 地理誌 §17.3.3-17.3.6

マウルシア西岸の伝承と豊かな動植物

569 / 577 箇所 · ギリシア語

要旨

リビアの西海岸地域に関する様々な架空の伝承や地誌的特徴を挙げ、マウルシアの極めて豊かな植生や驚異的な動植物、さらには内海へ向かう航路周辺の地理的距離関係について述べる。

§17.3.3πλεῖστα δὲ πλάσματα τῇ Λιβυκῇ παραλίᾳ τῇ ἐκτὸς προσεψεύσαντο οἱ συγγραφεῖς ἀρξάμενοι ἀπὸ τοῦ Ὀφέλα περίπλου, περὶ ὧν ἐμνήσθημέν που καὶ πρότερον, καὶ νῦν δὲ λέγομεν, συγγνώμην αἰτούμενοι τῆς τερατολογίας, ἐάν που βιασθῶμεν ἐκπεσεῖν εἴς τι τοιοῦτο, φεύγοντες τὸ πάντα σιγῇ παραπέμπειν καὶ τρόπον τινὰ πηροῦν τὴν ἱστορίαν.
著述家たちは、オフェラスの航海記から始めて、外側のリビアの沿岸に関して非常に多くの虚構を語り加えた。 それらについては以前にもどこかで言及したが、今もなお、万一そのような虚構に陥ることを余儀なくされても、すべてを黙殺してやり過ごし、ある意味で歴史を不完全なものにしてしまうことを避けるために、怪異な作り話を語る容赦を請いつつ、述べることとする。
φασὶ δʼ οὖν τὸν Ἐμπορικὸν κόλπον ἄντρον ἔχειν εἴσω δεχόμενον τὴν θάλατταν ἐν ταῖς πλημμυρίσι μέχρι καὶ ἑπτὰ σταδίων, προκείμενον δὲ τούτου ταπεινὸν καὶ ὁμαλὸν χωρίον ἔχον Ἡρακλέους βωμόν, ὃν οὐκ ἐπικλύζεσθαί φασιν ὑπὸ τῆς πλημμυρίδος.
さて彼らが言うには、エンポリコス湾には満潮時に海を七スタディオンまで内部に受け入れる洞窟があり、その手前には低く平らな土地があって、満潮によっても冠水しないというヘラクレスの祭壇がある。
ἓν δὲ δή τι τῶν πλασμάτων νομίζω τοῦτο, ἐγγὺς δὲ τούτῳ τὸ ἐν τοῖς ἑξῆς κόλποις κατοικίας λέγεσθαι παλαιὰς Τυρίων, ἃς ἐρήμους εἶναι νῦν, οὐκ ἐλαττόνων ἢ τριακοσίων πόλεων, ἃς οἱ Φαρούσιοι καὶ οἱ Νιγρῖται ἐξεπόρθησαν·
私はこれも虚構の一つであると考えており、これに類似する虚構として、それに続く湾の中に、今は荒廃しているものの、ファルシオイとニグリタイによって破壊された三百を下らないティルス人の古い都市があると語られていることがある。
διέχειν δὲ τούτους τῆς Λυγγός φασιν ἡμερῶν τριάκοντα ὁδόν.
そして、彼らはリュンクスから三十日の道のり離れたところに住んでいると彼らは言う。
§17.3.4τὸ μέντοι τὴν Μαυρουσίαν εὐδαίμονα εἶναι χώραν πλὴν ὀλίγης ἐρήμου, καὶ ποταμοῖς τε καὶ λίμναις κεχορηγῆσθαι παρὰ πάντων ὁμολογεῖται.
しかしながら、マウルシアが少々の砂漠を除けば恵まれた土地であり、河川や湖沼に富んでいるということは、万人の認めるところである。
μεγαλόδενδρός τε καὶ πολύδενδρος ὑπερβαλλόντως ἐστὶ καὶ πάμφορος·
この土地は、木々が非常に大きく、また極めて豊かに茂っており、あらゆるものを産出する。
τὰς γοῦν μονοξύλους τραπέζας ποικιλωτάτας καὶ μεγίστας ἐκείνη τοῖς Ῥωμαίοις χορηγεῖ.
実際、ローマ人に対して、非常に変化に富んだ木目の、最大の単一木のテーブルを供給しているのはこの土地である。
τοὺς δὲ ποταμοὺς ἔχειν φασὶ καὶ κροκοδείλους καὶ ἄλλα γένη ζῴων ἐμφερῆ τοῖς ἐν τῷ Νείλῳ·
また、そこの河川にはワニや、ナイル川のものに類似した他の種類の動物もいると彼らは言う。
τινὲς δὲ καὶ τὰς τοῦ Νείλου πηγὰς πλησιάζειν οἴονται τοῖς ἄκροις τῆς Μαυρουσίας.
そして、ナイル川の水源がマウルシアの端の近くにあると考える者さえいる。
ἐν ποταμῷ δέ τινι γεννᾶσθαι βδέλλας ἑπταπήχεις, κατατετρημένα ἐχούσας τὰ βραγχία διʼ ὧν ἀναπνέουσι.
また、ある川には七ペキスのヒルが生息しており、それらは呼吸するための、穴のあいた鰓を持っている。
καὶ ταῦτα δὲ λέγουσι περὶ τῆς χώρας ὅτι ἄμπελος φύεται δυσὶν ἀνδράσι τὸ πάχος δυσπερίληπτος, βότρυν πηχυαῖόν πως ἀποδιδοῦσα·
さらに、この土地について次のようなことも彼らは言っている。 すなわち、太さが二人分の男でも抱えきれないほどのブドウの木が生えており、長さ約一ペキスの房をつける。
βοτάνη τε ὑψηλὴ πᾶσα καὶ λάχανον * νεαρὸν καὶ δρακόντιον, οἱ δὲ τῶν σταφυλίνων καυλοὶ καὶ ἱππομαράθου καὶ σκολύμων δωδεκαπήχεις, τὸ δὲ πάχος παλαιστῶν τεττάρων·
また、草はどれも背が高く、新鮮な野菜やドラコンティオンが生え、ニンジンやウマウイキョウやアザミの茎は十二ペキスになり、その太さは四パライステもある。
καὶ δρακόντων δὲ καὶ ἐλεφάντων καὶ δορκάδων καὶ βουβάλων καὶ τῶν παραπλησίων ζῴων, λεόντων τε καὶ παρδάλεων, παντοδαπὴ τροφὸς ἡ χώρα ἐστί.
また、大蛇や象、カモシカやバッファローやそれらに類する動物、さらにはライオンやヒョウにとっても、この土地はあらゆる種類のものを育む地である。
φέρει δὲ καὶ γαλᾶς αἰλούροις ἴσας καὶ ὁμοίας πλὴν ὅτι τὰ ῥύγχη προπέπτωκε μᾶλλον, πιθήκων τε πάμπολυ πλῆθος, περὶ ὧν καὶ Ποσειδώνιος εἴρηκεν ὅτι πλέων ἐκ Γαδείρων εἰς τὴν Ἰταλίαν προσενεχθείη τῇ Λιβυκῇ παραλίᾳ καὶ ἴδοι τῶν θηρίων μεστόν τινα τούτων ἁλιτενῆ δρυμόν, τῶν μὲν ἐπὶ τοῖς δένδρεσι τῶν δʼ ἐπὶ γῆς, ἐχόντων ἐνίων καὶ σκύμνους καὶ ἐπεχόντων μαστόν·
また、猫と同じ大きさで似ているが、口吻がより突き出ているイタチや、極めて多くの猿も産する。 これらについては、ポセイドニオスも、ガデイラからイタリアへと航海している際、リビアの沿岸に近づき、これらの動物で満ちた、海辺の森を見たという。 あるものは木の上に、あるものは地面の上におり、中には子供を抱いて乳を飲ませているものもいた。
γελᾶν οὖν ὁρῶν βαρυμάστους, ἐνίους δὲ φαλακρούς, τοὺς δὲ κηλήτας καὶ ἄλλα τοιαῦτα ἐπιφαίνοντας σίνη.
そこで彼は、乳房の垂れ下がったものや、頭の禿げたもの、ヘルニアのもの、あるいは他のそのような身体的欠陥を示しているものを見て、笑ったと述べている。
§17.3.5̔υπὲρ ταύτης δʼ ἐστὶν ἐπὶ τῇ ἔξω θαλάττῃ ἡ τῶν ἑσπερίων καλουμένων Αἰθιόπων χώρα κακῶς οἰκουμένη τὸ πλέον.
この土地の上方の大洋沿いには、いわゆる西のエチオピア人の土地があり、その大部分は不毛で人がまばらにしか住んでいない。
ἐνταῦθα δὲ καὶ καμηλοπαρδάλεις φησὶν * Ἰφικράτης γεννᾶσθαι καὶ ἐλέφαντας καὶ τοὺς καλουμένους ῥίζεις, οἳ ταυροειδεῖς μέν εἰσι τὴν μορφήν, κατὰ δὲ τὴν δίαιταν καὶ τὸ μέγεθος καὶ τὴν ἀλκὴν τὴν πρὸς μάχην ἐλέφασιν ἐοίκασι·
そこにはキリンや象、さらにはリゼイスと呼ばれる動物も生息しているとイフィクラテスは言っている。 それらは、姿は牛のようであるが、その生態や大きさと、闘いにおける強さにおいては象に似ている。
δράκοντάς τε λέγει μεγάλους ὥστε καὶ πόαν ἐπιπεφυκέναι·
また彼が言うには、大蛇が非常に大きく、その背中には草さえ生えている。
τοὺς δὲ λέοντας τοῖς πώλοις τῶν ἐλεφάντων ἐπιτίθεσθαι, αἱμάξαντας δὲ φεύγειν ἐπιουσῶν τῶν μητέρων·
そして、ライオンたちが象の幼獣を襲い、傷を負わせて血を流させると、母象たちが近づいてくるので逃げ去る。
τὰς δʼ ἐπειδὰν ἴδωσιν ᾑμαγμένους, κτείνειν.
母象たちは、幼獣が血を流しているのを見ると、それを殺してしまう。
ἐπανιόντας δὲ τοὺς λέοντας ἐπὶ τὰ πτώματα νεκροφαγεῖν.
その後、ライオンたちがその死体のもとに戻ってきて、死肉を貪るのである。
Βόγον δὲ τὸν βασιλέα τῶν Μαυρουσίων ἀναβάντα ἐπὶ τοὺς ἑσπερίους Αἰθίοπας καταπέμψαι τῇ γυναικὶ δῶρα καλάμους τοῖς Ἰνδικοῖς ὁμοίους, ὧν ἕκαστον γόνυ χοίνικας χωροῦν ὀκτώ·
また、マウルシアの王ボゴスは、西のエチオピア人のもとへ上っていった際、妻に贈り物としてインドのものに似た葦を送ったが、その節はそれぞれ八コイニクスを容れるほどであった。
καὶ ἀσπαράγων δʼ ἐμφερῆ μεγέθη.
また、アスパラガスに似た巨大なものも送ったという。
§17.3.6εἰς δὲ τὴν ἐντὸς θάλατταν πλέουσιν ἀπὸ Λυγγὸς πόλις ἐστὶ Ζῆλις καὶ * Τίγα, εἶτα τῶν ἑπτὰ ἀδελφῶν μνήματα καὶ τὸ ὑπερκείμενον ὄρος ὄνομα Ἀβίλη πολύθηρον καὶ μεγαλόδενδρον.
内海へとリュンクスから航行する者にとって、ゼリスとティガという都市があり、次いで「七人兄弟の墓」があり、その上方にあるアビレという名の山は、多くの野生動物がおり、木々が大きく育っている。
τοῦ δὲ κατὰ τὰς στήλας πορθμοῦ τὸ μὲν μῆκος λέγεται σταδίων ἑκατὸν εἴκοσι, τὸ δʼ ἐλάχιστον πλάτος κατὰ τὸν Ἐλέφαντα ἑξήκοντα.
柱のところの海峡は、長さは百二十スタディオンと言われ、最小の幅はエレファスと呼ばれる場所のあたりで六十スタディオンである。
εἰσπλεύσαντι δʼ ἑξῆς πόλεις τε καὶ ποταμοὶ πλείους μέχρι Μολοχὰθ ποταμοῦ, ὃς ὁρίζει τὴν Μαυρουσίων καὶ τὴν Μασαισυλίων γῆν.
(海峡を)入った者に対しては、マウルシア人とマサイシュリオイ人の土地を画定するモロカト川に至るまで、いくつかの都市や川が順に続いている。
καλεῖται δὲ καὶ ἄκρα μεγάλη πλησίον τοῦ ποταμοῦ καὶ Μεταγώνιον τόπος ἄνυδρος καὶ λυπρός, σχεδὸν δέ τι καὶ τὸ ὄρος τὸ ἀπὸ τῶν Κώτεων μέχρι δεῦρο παρατείνει·
その川の近くには大きな岬もあり、またメタゴニオンと呼ばれる、水がなく不毛な土地もある。 そして、コテイスから延びる山はほぼこの場所まで達している。
μῆκος δὲ τὸ ἀπὸ τῶν Κώτεων ἐπὶ τοὺς ὅρους τοὺς τῶν Μασαισυλίων στάδιοι πεντακισχίλιοι·
コテイスからマサイシュリオイ人の境界までの長さは五千スタディオンである。
ἔστι δὲ τὸ Μεταγώνιον κατὰ νέαν που Καρχηδόνα ἐν τῇ περαίᾳ·
メタゴニオンは、対岸のカルタゴ・ノヴァのほぼ向かいに位置している。
Τιμοσθένης δʼ οὐκ εὖ κατὰ Μασσαλίαν φησίν·
ティモステネスがマッサリアの向かいにあると言っているのは正しくない。
ἔστι δʼ ἐκ Καρχηδόνος νέας δίαρμα εἰς Μεταγώνιον στάδιοι τρισχίλιοι, παράπλους δὲ εἰς Μασσαλίαν ὑπὲρ ἑξακισχιλίων.
なぜなら、カルタゴ・ノヴァからメタゴニオンまでの海路は三千スタディオンであり、マッサリアまでの航路は六千スタディオンを超えるからである。

語釈・文法注

  1. 17.3.3τῇ Λιβυκῇ παραλίᾳ — 関心の与格(dative of reference/respect)または、動詞 `προσεψεύσαντο`(…に関して虚構を付け加えた)が導く対象の与格。ここでは『外側のリビアの沿岸に関して』という限定の意味を表している。
  2. 17.3.3ἐγγὺς δὲ τούτῳ — 形容詞 `ἐγγύς` は通常属格を支配するが、ここでは類比や等価(…に類するもの、…に近いもの)を表すために与格 `τούτῳ` を伴っている。主語は後続する冠詞付き不定詞句 `τὸ ... λέγεσθαι` である。
  3. 17.3.4τὸ μέντοι τὴν Μαυρουσίαν εὐδαίμονα εἶναι χώραν... ὁμολογεῖται — 文頭の `τὸ` によって名詞化された対格不定詞句 `τὸ ... εἶναι ... καὶ ... κεχορηγῆσθαι` が、受動態の主動詞 `ὁμολογεῖται` の主語となっている。不定詞の意味上の主語は対格の `τὴν Μαυρουσίαν` である。
  4. 17.3.5ὥστε καὶ πόαν ἐπιπεφυκέναι — 結果を表す `ὥστε` に完了不定詞 `ἐπιπεφυκέναι`(`ἐπιφύω` の完了、自体に生やす、の意)が続く。大蛇が非常に巨大である結果、その背中に実際に草が生い茂る状態になっていることを完了時制によって強調している。
  5. 17.3.6εἰσπλεύσαντι — 現在完了またはアオリスト分詞与格男性単数で、関係の与格(dative of reference)として機能している。地理的叙述における慣用表現で、『海峡に航行して入る者にとって(入ると)』という視点の主体を示す。

この箇所を引用する

ストラボン, 地理誌 §17.3.3-17.3.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.3.3-17.3.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。