§17.3.22ὁμορεῖ δὲ τῇ Κυρηναίᾳ ἡ τὸ σίλφιον φέρουσα καὶ τὸν ὀπὸν τὸν Κυρηναῖον, ὃν ἐκφέρει τὸ σίλφιον ὀπισθέν·
キレナイカに隣接しているのは、シルフュムを産し、かつキュレネの汁を産出する土地であるが、この汁はシルフュムが切り傷をつけられたときににじみ出るものである。
ἐγγὺς δʼ ἦλθε τοῦ ἐκλιπεῖν ἐπελθόντων τῶν βαρβάρων κατὰ ἔχθραν τινὰ καὶ φθειράντων τὰς ῥίζας τοῦ φυτοῦ·
しかし、野蛮人たちが何らかの敵意から襲来して、この植物の根を枯らしたため、それは絶滅の危機に瀕した。
εἰσὶ δὲ νομάδες.
彼らは遊牧民である。
ἄνδρες δʼ ἐγένοντο γνώριμοι Κυρηναῖοι Ἀρίστιππός τε ὁ Σωκρατικός, ὅστις καὶ τὴν Κυρηναϊκὴν κατεβάλετο φιλοσοφίαν, καὶ θυγάτηρ Ἀρήτη τοὔνομα, ἥπερ διεδέξατο τὴν σχολήν, καὶ ὁ ταύτην πάλιν διαδεξάμενος υἱὸς Ἀρίστιππος ὁ κληθεὶς Μητροδίδακτος, καὶ Ἀννίκερις ὁ δοκῶν ἐπανορθῶσαι τὴν Κυρηναϊκὴν αἵρεσιν καὶ παραγαγεῖν ἀντʼ αὐτῆς τὴν Ἀννικερείαν.
キュレネ出身の著名な人々としては、ソクラテスの徒アリスティッポス(彼はキュレネ派哲学の基礎を築いた)、アレテという名の彼の娘(彼女は学派を継承した)、そして彼女の跡を再び継えた息子で「母親に教えられた者」と呼ばれたアリスティッポス、およびキュレネ派の教説を修正して、その代わりにアンニケリス派を導入したとされるアンニケリスがいる。
Κυρηναῖος δʼ ἐστὶ καὶ Καλλίμαχος καὶ Ἐρατοσθένης, ἀμφότεροι τετιμημένοι παρὰ τοῖς Αἰγυπτίων βασιλεῦσιν, ὁ μὲν ποιητὴς ἅμα καὶ περὶ γραμματικὴν ἐσπουδακώς, ὁ δὲ καὶ ταῦτα καὶ περὶ φιλοσοφίαν καὶ τὰ μαθήματα εἴ τις ἄλλος διαφέρων.
またキュレネ人にはカッリマコスとエラトステネスもおり、ともにエジプトの王たちから栄誉を与えられた。 前者は詩人であると同時に文献学を熱心に研究し、後者はそれらの分野だけでなく、哲学や諸科学においても誰よりも傑出していた。
ἀλλὰ μὴν καὶ Καρνεάδης (οὗτος δὲ τῶν ἐξ Ἀκαδημίας ἄριστος φιλοσόφων ὁμολογεῖται) καὶ ὁ Κρόνος δὲ Ἀπολλώνιος ἐκεῖθέν ἐστιν, ὁ τοῦ διαλεκτικοῦ Διοδώρου διδάσκαλος τοῦ καὶ αὐτοῦ Κρόνου προσαγορευθέντος, μετενεγκάντων τινῶν τὸ τοῦ διδασκάλου ἐπίθετον ἐπὶ τὸν μαθητήν.
さらにまた、アカデメイアの哲学者たちの中で最も優れていると一般に認められているカルネアデスや、「クロノス」と呼ばれたアポロニオスもそこの出身である。 アポロニオスは弁証家ディオドロスの師であり、ディオドロス自身も「クロノス」と呼ばれたが、これはある人々が師のあだ名を弟子に移し替えたからである。
μετὰ δὲ τὴν Ἀπολλωνίαν ἐστὶν ἡ λοιπὴ τῶν Κυρηναίων παραλία μέχρι Καταβαθμοῦ σταδίων δισχιλίων διακοσίων, οὐ πάνυ εὐπαράπλους·
アポロニアの後は、カタバトモスに至る二千二百スタディオンのキュレネ人の残りの海岸線が続くが、ここは航行が全く容易ではない。
καὶ γὰρ λιμένες ὀλίγοι καὶ ὕφορμοι καὶ κατοικίαι καὶ ὑδρεῖα.
港も錨地も、居住地も給水地も極めて少ないからである。
τῶν δὲ μάλιστα ὀνομαζομένων κατὰ τὸν παράπλουν τόπων τό τε Ναύσταθμόν ἐστι καὶ τὸ Ζεφύριον πρόσορμον ἔχον καὶ ἄλλο Ζεφύριον καὶ ἄκρα Χερρόνησος λιμένα ἔχουσα·
沿岸航行において特に名高い場所としては、ナウスタトモス、錨地のあるゼピュリオン、および別のゼピュリオン、港を持つケルソネソス岬がある。
κεῖται δὲ κατὰ * κύκλον τῆς Κρήτης ἐν διάρματι χιλίων καὶ πεντακοσίων σταδίων νότῳ·
これはクレタ島の[…]の向かいに位置し、海上距離千五百スタディオンで、その真南にある。
εἶτα Ἡράκλειόν τι ἱερὸν καὶ ὑπὲρ αὐτοῦ κώμη Παλίουρος·
次いでヘラクレスの神殿があり、その上方にはパリオウロス村がある。
εἶτα λιμὴν Μενέλαος καὶ Ἀρδανὶς ἄκρα ταπεινὴ ὕφορμον ἔχουσα·
次いでメネラオス港、および錨地を持つ平坦なアルダニス岬がある。
εἶτα μέγας λιμὴν καθʼ ὃν ἡ ἐν τῇ Κρήτῃ Χερρόνησος ἵδρυται, δισχιλίων που σταδίων δίαρμα ἀπολείπουσα μεταξύ·
次いで大港があり、その向かいにクレタのヘルソネソスが位置しており、両者の間の海上距離はおよそ二千スタディオンである。
ὅλη γὰρ σχεδόν τι τῇ παραλίᾳ ταύτῃ ἀντίκειται παράλληλος ἡ Κρήτη στενὴ καὶ μακρά.
なぜなら、幅が狭く細長いクレタ島全体が、ほぼこの海岸線に対向して平行に横たわっているからである。
μετὰ δὲ τὸν μέγαν λιμένα ἄλλος λιμὴν Πλυνός, καὶ ὑπὲρ αὐτὸν Τετραπυργία.
大港の次には、別の港であるプリュノスがあり、その上方にはテトラピュルギアがある。
καλεῖται δὲ ὁ τόπος Κατάβαθμος· μέχρι δεῦρο ἡ Κυρηναία.
この場所はカタバトモスと呼ばれており、キレナイカはここまでである。
τὸ δὲ λοιπὸν ἤδη μέχρι Παραιτονίου κἀκεῖθεν εἰς Ἀλεξάνδρειαν εἴρηται ἡμῖν ἐν τοῖς Αἰγυπτιακοῖς.
残りの部分、すなわちパライトニオンまで、およびそこからアレクサンドリアに至るまでの地域については、すでに『エジプト誌』において我々によって述べられている。
§17.3.23τὴν δʼ ὑπερκειμένην ἐν βάθει χώραν τῆς σύρτεως καὶ τῆς Κυρηναίας κατέχουσιν οἱ Λίβυες, παράλυπρον καὶ αὐχμηράν·
スイルティスおよびキレナイカの内陸深くに位置する地域を、リビア人たちが占有しているが、そこは極めて不毛で乾燥している。
πρῶτοι μὲν οἱ Νασαμῶνες, ἔπειτα Ψύλλοι καί τινες Γαίτουλοι, ἔπειτα Γαράμαντες·
まずナサモネス人、次いでプシュロイ人および一部のゲトゥリ人、次いでガラマンテス人がいる。
πρὸς ἕω δʼ ἔτι μᾶλλον οἱ Μαρμαρίδαι, προσχωροῦντες ἐπὶ πλέον τῇ Κυρηναίᾳ καὶ παρατείνοντες μέχρι Ἄμμωνος.
さらに東の方にはマルマリダイ人がおり、彼らはよりキレナイカに近接して広がり、アンモンにまで達している。
τεταρταίους μὲν οὖν φασιν ἀπὸ τοῦ μυχοῦ τῆς μεγάλης σύρτεως τοῦ κατʼ Αὐτόμαλά πως βαδίζοντας ὡς ἐπὶ χειμερινὰς ἀνατολὰς ἀφικνεῖσθαι.
さて、大スイルティスの最深部、すなわちおよそアウトマラ付近から、冬の日の出の方向に向かって歩く人々は、四日で到着すると言われている。
ἔστι δὲ ὁ τόπος οὗτος ἐμφερὴς τῷ Ἄμμωνι, φοινικοτρόφος τε καὶ εὔυδρος, ὑπέρκειται δὲ τῆς Κυρηναίας πρὸς μεσημβρίαν·
この場所はアンモンに似ており、ナツメヤシが生い茂り、水が豊かであって、キレナイカの上方、南方に位置している。
μέχρι μὲν σταδίων ἑκατὸν καὶ δενδροφόρος ἐστὶν ἡ γῆ, μέχρι δʼ ἄλλων ἑκατὸν σπείρεται μόνον, ὀρυζοτροφεῖ δʼ ἡ γῆ διὰ τὸν αὐχμόν.
最初の百スタディオンまでは土地には木も生い茂っているが、次の百スタディオンまではただ種が蒔かれるだけであり、その土地は乾燥のゆえに塊根を育てる。
ὑπὲρ δὲ τούτων ἡ τὸ σίλφιον ἐστιν· εἶθʼ ἡ ἀοίκητος καὶ ἡ τῶν Γαραμάντων·
これらの上方にはシルフュムを産する土地があり、次いで無人の地とガラマンテス人の土地がある。
ἔστι δʼ ἡ τὸ σίλφιον φέρουσα στενὴ καὶ παραμήκης καὶ παράξηρος, μῆκος μὲν ὡς ἐπὶ τὰς ἀνατολὰς ἰόντι ὅσον σταδίων χιλίων, πλάτος δὲ τριακοσίων ἢ μικρῷ πλειόνων τό γε γνώριμον.
シルフュムを産する地は狭く、細長く、非常に乾燥しており、その長さは東に向かって進むとおよそ千スタディオン、幅は三百スタディオンかあるいはそれより少し広い(少なくとも知られている範囲では)。
εἰκάζειν μὲν γὰρ ἅπασαν πάρεστι διηνεκῶς τὴν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένην τοιαύτην εἶναι κατά τε τοὺς ἀέρας καὶ τὴν τοῦ φυτοῦ φοράν·
なぜなら、同一の並行圏上に位置するすべての土地は、気候に関しても植物の育成に関しても、連続してこのようなものであると推測できるからである。
ἐπεὶ δʼ ἐμπίπτουσιν ἐρημίαι πλείους, τοὺς πάντας τόπους ἴσμεν·
しかし、多くの砂漠が挟まっているため、我々はすべての場所を知っているわけではない。
παραπλησίως δʼ ἀγνοεῖται καὶ τὰ ὑπὲρ τοῦ Ἄμμωνος καὶ τῶν αὐάσεων μέχρι τῆς Αἰθιοπίας.
同様に、アンモンの上方やオアシス群からエチオピアに至るまでの地域も知られていない。
οὐδʼ ἂν ἔχοιμεν λέγειν τοὺς ὅρους οὔτε τῆς Αἰθιοπίας οὔτε τῆς Λιβύης, ἀλλʼ οὐδὲ τῆς πρὸς Αἰγύπτῳ τρανῶς, μή τί γε τῆς πρὸς τῷ ὠκεανῷ.
我々は、エチオピアの境界も、あるいはリビアの境界も語ることはできないし、エジプトに隣接する境界さえ明確には言えず、ましてや海洋に面した境界などなおさらである。