Humanitext Reader

斯特拉波 · 地理学 §17.3.22-17.3.23

基勒奈特产与杰出人物及东部海岸地势

第 576 段,共 577 段 · 希腊语

内容简介

作者记述了基rene那卡的特产西尔菲乌姆及其濒临灭绝的危机,列举了该地出身的杰出哲学家与文人,接着详述了至卡塔巴斯莫斯为止的东部海岸地势,并介绍了内陆干旱地区居住的利比亚诸部落及未知的南方边界。

§17.3.22ὁμορεῖ δὲ τῇ Κυρηναίᾳ ἡ τὸ σίλφιον φέρουσα καὶ τὸν ὀπὸν τὸν Κυρηναῖον, ὃν ἐκφέρει τὸ σίλφιον ὀπισθέν· ἐγγὺς δʼ ἦλθε τοῦ ἐκλιπεῖν ἐπελθόντων τῶν βαρβάρων κατὰ ἔχθραν τινὰ καὶ φθειράντων τὰς ῥίζας τοῦ φυτοῦ·
与基rene那卡相邻的是产西尔菲乌姆和基rene那汁的土地,这种汁液是西尔菲乌姆在被切开时流出来的;但由于蛮族因某种敌意侵入并破坏了该植物的根部,它险些绝迹。
εἰσὶ δὲ νομάδες.
他们是游牧民。
ἄνδρες δʼ ἐγένοντο γνώριμοι Κυρηναῖοι Ἀρίστιππός τε ὁ Σωκρατικός, ὅστις καὶ τὴν Κυρηναϊκὴν κατεβάλετο φιλοσοφίαν, καὶ θυγάτηρ Ἀρήτη τοὔνομα, ἥπερ διεδέξατο τὴν σχολήν, καὶ ὁ ταύτην πάλιν διαδεξάμενος υἱὸς Ἀρίστιππος ὁ κληθεὶς Μητροδίδακτος, καὶ Ἀννίκερις ὁ δοκῶν ἐπανορθῶσαι τὴν Κυρηναϊκὴν αἵρεσιν καὶ παραγαγεῖν ἀντʼ αὐτῆς τὴν Ἀννικερείαν.
基rene那的著名人物有:苏格拉底的弟子阿里斯提普斯,他创立了基rene学派哲学;他的女儿名为阿雷特,她继承了学派;以及她的儿子,继她之后继承学派并被称为“母亲教育出来的”阿里斯提普斯;还有安尼克里斯,他被认为修正了基rene学派,并代之以安尼克里斯学派。
Κυρηναῖος δʼ ἐστὶ καὶ Καλλίμαχος καὶ Ἐρατοσθένης, ἀμφότεροι τετιμημένοι παρὰ τοῖς Αἰγυπτίων βασιλεῦσιν, ὁ μὲν ποιητὴς ἅμα καὶ περὶ γραμματικὴν ἐσπουδακώς, ὁ δὲ καὶ ταῦτα καὶ περὶ φιλοσοφίαν καὶ τὰ μαθήματα εἴ τις ἄλλος διαφέρων.
此外,卡利马科斯和埃拉托色尼也是基rene那人,两人都受到埃及国王们的敬重,前者既是诗人又是文法学的热心研究者,后者在这些领域以及哲学和数学上都比其他人更为杰出。
ἀλλὰ μὴν καὶ Καρνεάδης (οὗτος δὲ τῶν ἐξ Ἀκαδημίας ἄριστος φιλοσόφων ὁμολογεῖται) καὶ ὁ Κρόνος δὲ Ἀπολλώνιος ἐκεῖθέν ἐστιν, ὁ τοῦ διαλεκτικοῦ Διοδώρου διδάσκαλος τοῦ καὶ αὐτοῦ Κρόνου προσαγορευθέντος, μετενεγκάντων τινῶν τὸ τοῦ διδασκάλου ἐπίθετον ἐπὶ τὸν μαθητήν.
再者,卡尔内阿德斯(他被公认为阿卡德米学派中最杰出的哲学家)和被称为“克罗诺斯”的阿波罗尼奥斯也是那里的人,他是辩证学家狄奥多罗斯的老师,狄奥多罗斯本人也被称为“克罗诺斯”,这是因为有人将老师的称号转加给了弟子。
μετὰ δὲ τὴν Ἀπολλωνίαν ἐστὶν ἡ λοιπὴ τῶν Κυρηναίων παραλία μέχρι Καταβαθμοῦ σταδίων δισχιλίων διακοσίων, οὐ πάνυ εὐπαράπλους· καὶ γὰρ λιμένες ὀλίγοι καὶ ὕφορμοι καὶ κατοικίαι καὶ ὑδρεῖα.
在阿波罗尼亚之后,是基rene那人到卡塔巴斯莫斯的其余海岸,长达二千二百斯塔德,航行极不方便;因为港口、锚地、定居点和水源都很少。
τῶν δὲ μάλιστα ὀνομαζομένων κατὰ τὸν παράπλουν τόπων τό τε Ναύσταθμόν ἐστι καὶ τὸ Ζεφύριον πρόσορμον ἔχον καὶ ἄλλο Ζεφύριον καὶ ἄκρα Χερρόνησος λιμένα ἔχουσα· κεῖται δὲ κατὰ * κύκλον τῆς Κρήτης ἐν διάρματι χιλίων καὶ πεντακοσίων σταδίων νότῳ·
在沿岸航行中最著名的地点有:纳乌斯塔特莫斯、有锚地的泽菲里翁、另一个泽菲里翁以及有港口的切尔索内索斯岬角;它位于克里特岛的[...]对面,向南的渡海距离为一千五百斯塔德。
εἶτα Ἡράκλειόν τι ἱερὸν καὶ ὑπὲρ αὐτοῦ κώμη Παλίουρος· εἶτα λιμὴν Μενέλαος καὶ Ἀρδανὶς ἄκρα ταπεινὴ ὕφορμον ἔχουσα· εἶτα μέγας λιμὴν καθʼ ὃν ἡ ἐν τῇ Κρήτῃ Χερρόνησος ἵδρυται, δισχιλίων που σταδίων δίαρμα ἀπολείπουσα μεταξύ· ὅλη γὰρ σχεδόν τι τῇ παραλίᾳ ταύτῃ ἀντίκειται παράλληλος ἡ Κρήτη στενὴ καὶ μακρά.
接着是一座赫拉克勒斯神庙,在其上方是帕利乌罗斯村;接着是美涅拉乌斯港,以及有锚地的低平岬角阿尔达尼斯;接着是大港,克里特岛的切尔索内索斯与其相对,两者之间的渡海距离大约为二千斯塔德;因为狭长的克里特岛几乎整个都与这段海岸平行相对。
μετὰ δὲ τὸν μέγαν λιμένα ἄλλος λιμὴν Πλυνός, καὶ ὑπὲρ αὐτὸν Τετραπυργία.
在大港之后是另一个港口普里努斯,其上方是特特拉皮尔吉亚。
καλεῖται δὲ ὁ τόπος Κατάβαθμος· μέχρι δεῦρο ἡ Κυρηναία.
该地被称为卡塔巴斯莫斯;基rene那卡到此为止。
τὸ δὲ λοιπὸν ἤδη μέχρι Παραιτονίου κἀκεῖθεν εἰς Ἀλεξάνδρειαν εἴρηται ἡμῖν ἐν τοῖς Αἰγυπτιακοῖς.
其余直到帕赖托尼翁以及从那里到亚历山大里的地方,我们在《埃及志》中已经讲过。
§17.3.23τὴν δʼ ὑπερκειμένην ἐν βάθει χώραν τῆς σύρτεως καὶ τῆς Κυρηναίας κατέχουσιν οἱ Λίβυες, παράλυπρον καὶ αὐχμηράν· πρῶτοι μὲν οἱ Νασαμῶνες, ἔπειτα Ψύλλοι καί τινες Γαίτουλοι, ἔπειτα Γαράμαντες· πρὸς ἕω δʼ ἔτι μᾶλλον οἱ Μαρμαρίδαι, προσχωροῦντες ἐπὶ πλέον τῇ Κυρηναίᾳ καὶ παρατείνοντες μέχρι Ἄμμωνος.
在苏尔特斯和基rene那卡内陆深处的土地由利比亚人占据,非常贫瘠和干燥;首先是纳萨莫内斯人,然后是普希利人和一些格图利人,接着是加拉曼特斯人;更往东的是马尔马里代人,他们更接近基rene那卡并一直延伸到阿蒙。
τεταρταίους μὲν οὖν φασιν ἀπὸ τοῦ μυχοῦ τῆς μεγάλης σύρτεως τοῦ κατʼ Αὐτόμαλά πως βαδίζοντας ὡς ἐπὶ χειμερινὰς ἀνατολὰς ἀφικνεῖσθαι.
据说,那些从大苏尔特斯湾最深处的奥托马拉附近出发,朝着冬日升起的方向走的人,在第四天便可到达。
ἔστι δὲ ὁ τόπος οὗτος ἐμφερὴς τῷ Ἄμμωνι, φοινικοτρόφος τε καὶ εὔυδρος, ὑπέρκειται δὲ τῆς Κυρηναίας πρὸς μεσημβρίαν· μέχρι μὲν σταδίων ἑκατὸν καὶ δενδροφόρος ἐστὶν ἡ γῆ, μέχρι δʼ ἄλλων ἑκατὸν σπείρεται μόνον, ὀρυζοτροφεῖ δʼ ἡ γῆ διὰ τὸν αὐχμόν.
这个地方与阿蒙相似,产椰枣且水源充足,位于基rene那卡的上方、南方;在一百斯塔德的范围内,土地还长满树木,但在接下来的另一百斯塔德里则只能播种,而由于干旱,土地种植块根。
ὑπὲρ δὲ τούτων ἡ τὸ σίλφιον ἐστιν· εἶθʼ ἡ ἀοίκητος καὶ ἡ τῶν Γαραμάντων·
在这些地方的上方是产西尔菲乌姆的土地;接着是荒无人烟的地方和加拉曼特斯人的土地。
ἔστι δʼ ἡ τὸ σίλφιον φέρουσα στενὴ καὶ παραμήκης καὶ παράξηρος, μῆκος μὲν ὡς ἐπὶ τὰς ἀνατολὰς ἰόντι ὅσον σταδίων χιλίων, πλάτος δὲ τριακοσίων ἢ μικρῷ πλειόνων τό γε γνώριμον.
产西尔菲乌姆的土地狭窄、细长且非常干燥,向东行进的长度大约为一千斯塔德,宽度为三百斯塔德或稍微宽一些,至少在为人所知的范围内是这样。
εἰκάζειν μὲν γὰρ ἅπασαν πάρεστι διηνεκῶς τὴν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένην τοιαύτην εἶναι κατά τε τοὺς ἀέρας καὶ τὴν τοῦ φυτοῦ φοράν· ἐπεὶ δʼ ἐμπίπτουσιν ἐρημίαι πλείους, τοὺς πάντας τόπους ἴσμεν·
因为我们可以推测,所有位于同一纬线上的土地,在气候和植物产出方面都是连续如此的;但由于其中有许多荒漠相隔,我们并不了解所有的地方。
παραπλησίως δʼ ἀγνοεῖται καὶ τὰ ὑπὲρ τοῦ Ἄμμωνος καὶ τῶν αὐάσεων μέχρι τῆς Αἰθιοπίας.
同样,阿蒙上方和绿洲直到埃塞俄比亚的地区也是未知的。
οὐδʼ ἂν ἔχοιμεν λέγειν τοὺς ὅρους οὔτε τῆς Αἰθιοπίας οὔτε τῆς Λιβύης, ἀλλʼ οὐδὲ τῆς πρὸς Αἰγύπτῳ τρανῶς, μή τί γε τῆς πρὸς τῷ ὠκεανῷ.
我们无法说出埃塞俄比亚或利比亚的边界,甚至无法说清靠近埃及一侧的边界,更不用说靠近大洋一侧的边界了。

词汇与语法注释

  1. 17.3.22ὀπισθέν — 解释为动词 ὀπίζω(为采汁而切割)的被动不定过去时分词中性单数主格 ὀπισθέν。它与中性主语 τὸ σίλφιον 一致,意为“当西尔菲乌姆被切开时(流出汁液)”。虽然一些校勘本将其修正为现在分词 ὀπιζόμενον,但传抄本文的读法在此意义上仍是通顺的。
  2. 17.3.23τεταρταίους — 形容词 τεταρταῖος(第四天的)用作谓语性修饰,表示动作主体的状态,在语法上起副词作用,表示“在第四天(到达)”的时间关系。
  3. 17.3.23ὀρυζοτροφεῖ — 字面意思虽为“种植大米(ὄρυζα)”,但在干旱的利比亚内陆这一语境下,它很可能是指种植或采集可食用的块根,或许与动词 ὀρύσσω(挖掘)相关。

引用这一段

斯特拉波, 地理学 §17.3.22-17.3.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.3.22-17.3.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。