Humanitext Reader

ストラボン · 地理誌 §17.3.24-17.3.25

ローマ帝国の版図と属州の分割統治制度

577 / 577 箇所 · ギリシア語

要旨

ローマ帝国によるオイクメネ(居住世界)の支配状況を概説し、アウグストゥス帝が確立した、軍事支配を要する「皇帝属州」と平和な「元老院属州」への二分割統治制度、および各属州の初期の具体的な管轄について述べる。

§17.3.24τὰ μὲν οὖν μέρη τῆς καθʼ ἡμᾶς οἰκουμένης οὕτω διάκειται·
さて、我々の知る居住世界の諸地域はこのように配置されている。
ἐπεὶ δʼ οἱ Ῥωμαῖοι τὴν ἀρίστην αὐτῆς καὶ γνωριμωτάτην κατέχουσιν, ἅπαντας ὑπερβεβλημένοι τοὺς πρότερον ἡγεμόνας ὧν μνήμην ἴσμεν, ἄξιον διὰ βραχέων καὶ τὰ τούτων εἰπεῖν.
しかし、ローマ人はその中で最も優れ、最もよく知られた部分を領有しており、我々が記憶する限りの過去のあらゆる支配者たちを凌駕しているので、彼らの統治についても簡単に述べることは価値がある。
ὅτι μὲν οὖν ἐκ μιᾶς ὁρμηθέντες πόλεως τῆς Ῥώμης ἅπασαν τὴν Ἰταλίαν ἔσχον διὰ τὸ πολεμεῖν καὶ πολιτικῶς ἄρχειν εἴρηται, καὶ διότι μετὰ τὴν Ἰταλίαν τὰ κύκλῳ προσεκτήσαντο τῇ αὐτῇ ἀρετῇ χρώμενοι.
そもそも、彼らがただ一つの都市ローマから出発し、戦争を遂行し、国制的に統治することによって全イタリアを手に入れたこと、また、イタリアの後に同様の卓越した力量を用いて周囲の地域を付け加えたことについてはすでに述べた。
τριῶν δὲ ἠπείρων οὐσῶν τὴν μὲν Εὐρώπην σχεδόν τι πᾶσαν ἔχουσι πλὴν τῆς ἔξω τοῦ Ἴστρου καὶ τῶν μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Τανάιδος παρωκεανιτῶν, τῆς δὲ Λιβύης ἡ καθʼ ἡμᾶς παραλία πᾶσα ὑπʼ αὐτοῖς ἐστιν, ἡ δὲ ἄλλη ἀοίκητός ἐστιν ἢ λυπρῶς καὶ νομαδικῶς οἰκεῖται.
三つの大陸がある中で、彼らはヨーロッパのほぼ全域を領有している。 ただし、イストロス川の外側、およびライン川とタナイス川の間の海洋に面した地域に住む人々は除かれる。 また、リビアについては、我々の側にある海岸線はすべて彼らの支配下にあり、残りの部分は無人であるか、あるいは不毛で遊牧生活が送られている。
ὁμοίως δὲ καὶ τῆς Ἀσίας ἡ καθʼ ἡμᾶς παραλία πᾶσα ὑποχείριός ἐστιν, εἰ μή τις τὰ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων ἐν λόγῳ τίθεται, λῃστρικῶς καὶ νομαδικῶς ζώντων ἐν στενοῖς καὶ λυπροῖς χωρίοις.
同様にアジアについても、我々の側にある海岸線はすべて彼らの手中に収められている。 ただし、狭く不毛な土地で海賊行為や遊牧によって暮らしているアカイア人、ジュゴイ人、ヘニオコイ人の活動を考慮に入れない場合である。
τῆς δὲ μεσογαίας καὶ τῆς ἐν βάθει τὴν μὲν ἔχουσιν αὐτοί, τὴν δὲ Παρθυαῖοι καὶ οἱ ὑπὲρ τούτων βάρβαροι, πρός τε ταῖς ἀνατολαῖς καὶ ταῖς ἄρκτοις Ἰνδοὶ καὶ Βάκτριοι καὶ Σκύθαι, εἶτʼ Ἄραβες καὶ Αἰθίοπες·
内陸および深部の土地については、ある部分はローマ人自身が領有し、別の部分はパルティア人やその彼方にいる野蛮人、さらに東方と北方にいるインド人、バクトリア人、スキタイ人、次いでアラビア人やエチオピア人が領有している。
προστίθεται δὲ ἀεί τι παρʼ ἐκείνων αὐτοῖς.
しかし、常に彼らからローマ人のもとへと何らかの土地が付け加えられつつある。
ταύτης δὲ τῆς συμπάσης χώρας τῆς ὑπὸ Ῥωμαίοις ἣ μὲν βασιλεύεται, ἣν δʼ ἔχουσιν αὐτοὶ καλέσαντες ἐπαρχίαν, καὶ πέμπουσιν ἡγεμόνας καὶ φορολόγους.
ローマ人の支配下にあるこの全領域のうち、ある部分は王によって統治され(王領)、別の部分は彼らが自ら「属州」と呼んで領有し、総督や徴税官を派遣している。
εἰσὶ δέ τινες καὶ ἐλεύθεραι πόλεις, αἱ μὲν ἐξ ἀρχῆς κατὰ φιλίαν προσελθοῦσαι, τὰς δʼ ἠλευθέρωσαν αὐτοὶ κατὰ τιμήν.
また、一部には自由都市もあり、それらのいくつかは当初から同盟関係によって加わったものであり、他はローマ人自身が栄誉として自由を与えたものである。
εἰσὶ δὲ καὶ δυνάσται τινὲς καὶ φύλαρχοι καὶ ἱερεῖς ὑπʼ αὐτοῖς· οὗτοι μὲν δὴ ζῶσι κατά τινας πατρίους νόμους.
また、彼らの配下には一部の君主、部族長、神官たちもおり、彼らはそれぞれ祖伝の法律に従って生活している。
§17.3.25αἱ δʼ ἐπαρχίαι διῄρηνται ἄλλοτε μὲν ἄλλως, ἐν δὲ τῷ παρόντι ὡς Καῖσαρ ὁ Σεβαστὸς διέταξεν.
属州は時代によって様々に分割されてきたが、現在はカエサル・アウグストゥスが規定したようになっている。
ἐπειδὴ γὰρ ἡ πατρὶς ἐπέτρεψεν αὐτῷ τὴν προστασίαν τῆς ἡγεμονίας, καὶ πολέμου καὶ εἰρήνης κατέστη κύριος διὰ βίου, δίχα διεῖλε πᾶσαν τὴν χώραν καὶ τὴν μὲν ἀπέδειξεν ἑαυτῷ τὴν δὲ τῷ δήμῳ, ἑαυτῷ μὲν ὅση στρατιωτικῆς φρουρᾶς ἔχει χρείαν· αὕτη δʼ ἐστὶν ἡ βάρβαρος καὶ πλησιόχωρος τοῖς μήπω κεχειρωμένοις ἔθνεσιν ἢ λυπρὰ καὶ δυσγεώργητος, ὥσθʼ ὑπὸ ἀπορίας τῶν ἄλλων ἐρυμάτων δʼ εὐπορίας ἀφηνιάζειν καὶ ἀπειθεῖν, τῷ δήμῳ δὲ τὴν ἄλλην ὅση εἰρηνικὴ καὶ χωρὶς ὅπλων ἄρχεσθαι ῥᾳδία·
すなわち、祖国が彼に帝国の統治権を委ね、彼が終身にわたって宣戦と講和の主権者となったとき、彼は全領域を二つに分割し、一方を自分自身に、他方を人民(元老院)に割り当てた。 自分自身には、軍隊による守備を必要とするだけの領域を割り当てたが、これは野蛮で、未だ平定されていない諸民族に隣接している地域、あるいは不毛で耕作が困難なため、他の物資が不足している一方で要塞が豊富であることから、反抗し不服従になりやすい地域である。 そして人民には、平和的であり、武力なしに統治することが容易な残りの領域を割り当てた。
ἑκατέραν δὲ τὴν μερίδα εἰς ἐπαρχίας διένειμε πλείους, ὧν αἱ μὲν καλοῦνται Καίσαρος αἱ δὲ τοῦ δήμου.
彼はそれぞれの部分をさらに複数の属州に分割し、それらのうち一方はカエサルの属州、他方は人民の属州と呼ばれる。
καὶ εἰς μὲν τὰς Καίσαρος ἡγεμόνας καὶ διοικητὰς Καῖσαρ πέμπει, διαιρῶν ἄλλοτε ἄλλως τὰς χώρας καὶ πρὸς τοὺς καιροὺς πολιτευόμενος, εἰς δὲ τὰς δημοσίας ὁ δῆμος στρατηγοὺς ἢ ὑπάτους·
そして、カエサルの属州にはカエサルが総督や管理人を派遣し、時代に応じて地域を様々に分割し、状況に合わせて統治を行うが、公共の属州には人民が法務官や執政官を派遣する。
καὶ αὗται δʼ εἰς μερισμοὺς ἄγονται διαφόρους, ἐπειδὰν κελεύῃ τὸ συμφέρον.
これらもまた、公共の利益が要求するときには、異なる分割に付される。
ἀλλʼ ἐν ἀρχαῖς γε διέθηκε ποιήσας ὑπατικὰς μὲν δύο, Λιβύην τε ὅση ὑπὸ Ῥωμαίοις ἔξω τῆς ὑπὸ Ἰούβᾳ μὲν πρότερον νῦν δὲ Πτολεμαίῳ τῷ ἐκείνου παιδί, καὶ Ἀσίαν τὴν ἐντὸς Ἅλυος καὶ τοῦ Ταύρου πλὴν Γαλατῶν καὶ τῶν ὑπὸ Ἀμύντα γενομένων ἐθνῶν, ἔτι δὲ Βιθυνίας καὶ τῆς Προποντίδος·
しかし、彼は最初の配置において、二つの執政官級属州を設置した。 すなわち、ローマ人の支配下にあるリビア(ただし、かつてはユバの支配下にあり、現在はその子プトレマイオスの支配下にある地域を除く)と、ハリュス川およびタウロス山脈の内側にあるアジア(ただし、ガラティア人およびアミュンタスの支配下にあった諸民族、さらにビュティニアとプロポンティスを除く)である。
δέκα δὲ στρατηγικάς, κατὰ μὲν τὴν Εὐρώπην καὶ τὰς πρὸς αὐτῇ νήσους τήν τε ἐκτὸς Ἰβηρίαν λεγομένην, ὅση περὶ τὸν Βαῖτιν ποταμόν, καὶ τῆς Κελτικῆς τὴν Ναρβωνῖτιν, τρίτην δὲ Σαρδὼ μετὰ Κύρνου, καὶ Σικελίαν τετάρτην, πέμπτην δὲ καὶ ἕκτην τῆς Ἰλλυρίδος τὴν πρὸς τῇ Ἠπείρῳ καὶ Μακεδονίαν, ἑβδόμην δʼ Ἀχαΐαν μέχρι Θετταλίας καὶ Αἰτωλῶν καὶ Ἀκαρνάνων καί τινων Ἠπειρωτικῶν ἐθνῶν ὅσα τῇ Μακεδονίᾳ προσώριστο, ὀγδόην δὲ Κρήτην μετὰ τῆς Κυρηναίας, ἐνάτην δὲ Κύπρον, δεκάτην δὲ Βιθυνίαν μετὰ τῆς Προποντίδος καὶ τοῦ Πόντου τινῶν μερῶν·
また、十の法務官級属州を設置した。 ヨーロッパおよびそれに隣接する島々においては、第一にバイティス川の周辺のいわゆる遠西イベリア、第二にケルティカのナルボネンシス、第三にキュルノス島を伴うサルド島、第四にシケリア、第五および第六にエピロスに隣接するイリュリスの一部とマケドニア、第七にテッサリア、アイトリア人、アカルナニア人、およびマケドニアに編入されていた一部のエピロス諸民族に至るまでのアカイア、第八にキレナイカを伴うクレタ、第九にキュプロス、第十にプロポンティスおよびポントスの一部を伴うビュティニアである。
τὰς δὲ ἄλλας ἐπαρχίας ἔχει Καῖσαρ, ὧν εἰς ἃς μὲν πέμπει τοὺς ἐπιμελησομένους ὑπατικοὺς ἄνδρας, εἰς ἃς δὲ στρατηγικούς, εἰς ἃς δὲ καὶ ἱππικούς·
その他の属州はカエサルが領有しており、彼はそれらのうち、ある場所には管理のために執政官級の人物を派遣し、ある場所には法務官級の人物を、またある場所には騎士身分の人物を派遣する。
καὶ βασιλεῖς δὲ καὶ δυνάσται καὶ δεκαρχίαι τῆς ἐκείνου μερίδος καὶ εἰσὶ καὶ ὑπῆρξαν ἀεί.
そして、王たち、君主たち、十人官たちも、常に彼の割り当て部分に存在し、また存在し続けてきたのである。

語釈・文法注

  1. §17.3.25ὥσθʼ ὑπὸ ἀπορίας τῶν ἄλλων ἐρυμάτων δʼ εὐπορίας ἀφηνιάζειν καὶ ἀπειθεῖν — 結果の接続詞 ὥστε に導かれる不定法節において、前置詞 ὑπό は ἀπορίας(欠乏)と δέ を挟んで対置される εὐπορίας(豊富)の双方を支配している。属格の τῶν ἄλλων(その他の生活物資)は ἀπορίας に、 ἐρυμάτων(要塞・砦)は εὐπορίας にそれぞれ係っている。すなわち「生活必需品が不足している一方で要塞が頑固であるために、彼らは反乱を起こし服従しない」という意味になる。
  2. §17.3.25τῶν ὑπὸ Ἀμύντα γενομένων ἐθνῶν — 前置詞 ὑπό +属格(動作主)が動詞 γίγνομαι の受動態的意味「〜の支配下に入る」「〜のものとなる」を修飾している。「アミュンタスの支配下にあった(かつてアミュンタスのものとなった)諸民族」を指す。

この箇所を引用する

ストラボン, 地理誌 §17.3.24-17.3.25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.3.24-17.3.25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。