Humanitext Reader

ストラボン · 地理誌 §17.3.14-17.3.15

カルタゴの地形と創建から滅亡・再建の歴史

573 / 577 箇所 · ギリシア語

要旨

カルタゴの半島の地形やアクロポリス(ビュルサ)、および港湾の構造を説明し、さらにその創建から第三次ポエニ戦争による滅亡、カエサルによる再建、そして周辺のヌミディア人の生活様式の歴史的変化を記述する。

§17.3.14καὶ Καρχηδὼν δὲ ἐπὶ χερρονήσου τινὸς ἵδρυται, περιγραφούσης κύκλον τριακοσίων ἑξήκοντα σταδίων ἔχοντα τεῖχος, οὗ τὸ ἑξηκονταστάδιον μῆκος αὐτὸς ὁ αὐχὴν ἐπέχει, καθῆκον ἀπὸ θαλάττης ἐπὶ θάλατταν, ὅπου τοῖς Καρχηδονίοις ἦσαν αἱ τῶν ἐλεφάντων στάσεις, τόπος εὐρυχωρής.
カルタゴもまたある半島の上に位置しており、その半島は三百六十スタディオンの円を画定する城壁を有しており、その城壁のうち六十スタディオンの長さを地峡そのものが占めて海から海へと達している。 そこはカルタゴ人にとって象の繋留所のあった広い場所である。
κατὰ μέσην δὲ τὴν πόλιν ἡ ἀκρόπολις ἣν ἐκάλουν Βύρσαν, ὀφρὺς ἱκανῶς ὀρθία, κύκλῳ περιοικουμένη, κατὰ δὲ τὴν κορυφὴν ἔχουσα Ἀσκληπιεῖον, ὅπερ κατὰ τὴν ἅλωσιν ἡ γυνὴ τοῦ Ἀσδρούβα συνέπρησεν αὑτῇ.
都市の中央にはアクロポリスがあり、彼らはこれをビュルサと呼んでいた。 それはかなり険しい丘陵で、周囲を居住地が囲んでおり、その頂上にはアスクレピオス神殿があったが、落城の際にハスドルバルの妻が自分自身とともにそれを焼き払った。
ὑπόκεινται δὲ τῇ ἀκροπόλει οἵ τε λιμένες καὶ ὁ Κώθων, νησίον περιφερὲς εὐρίπῳ περιεχόμενον, ἔχοντι νεωσοίκους ἑκατέρωθεν κύκλῳ.
アクロポリスの下には、諸港とコトンがある。 コトンは運河に囲まれた丸い小島であり、その運河は両側に円状に船納屋を有している。
§17.3.15κτίσμα δʼ ἐστὶ Διδοῦς ἀγαγούσης ἐκ Τύρου λαόν·
これはティルスから民を率いてきたディドの創建である。
οὕτω δʼ εὐτυχὴς ἡ ἀποικία τοῖς Φοίνιξιν ὑπῆρξε καὶ αὕτη καὶ ἡ μέχρι τῆς Ἰβηρίας τῆς τε ἄλλης καὶ τῆς ἔξω στηλῶν ὥστε τῆς Εὐρώπης ἔτι νῦν τὴν ἀρίστην νέμονται Φοίνικες κατὰ τὴν ἤπειρον καὶ τὰς προσεχεῖς νήσους, τήν τε Λιβύην κατεκτήσαντο πᾶσαν, ὅσον μὴ νομαδικῶς οἷόν τʼ ἦν οἰκεῖν.
フェニキア人にとって、この入植も、またイベリアの他の地域や柱の外側に至るまでの入植も非常に幸運なものであったため、今日でもフェニキア人たちは大陸や隣接する島々においてヨーロッパの最良の部分を領有しており、また遊牧生活を送るほかなく住むことが不可能な地域を除いて、リビアの全土を征服した。
ἀφʼ ἧς δυνάμεως πόλιν τε ἀντίπαλον τῇ Ῥώμῃ κατεσκευάσαντο καὶ τρεῖς ἐπολέμησαν μεγάλους πρὸς αὐτοὺς πολέμους.
この国力によって、彼らはローマの敵手となる都市を築き、彼らに対して三度の大きな戦争を戦った。
γένοιτο δʼ ἂν εὔδηλος ἡ δύναμις αὐτῶν ἐκ τοῦ ὑστάτου πολέμου, ἐν ᾧ κατελύθησαν ὑπὸ Σκιπίωνος τοῦ Αἰμιλιανοῦ, καὶ ἡ πόλις ἄρδην ἠφανίσθη.
彼らの力は最後の戦争から明らかになるだろう。 その戦争において彼らはスキピオ・アエミリアヌスによって滅ぼされ、都市は根こそぎ消滅させられた。
ὅτε γὰρ ἤρξαντο πολεμεῖν τοῦτον τὸν πόλεμον, πόλεις μὲν εἶχον τριακοσίας ἐν τῇ Λιβύῃ, ἀνθρώπων δʼ ἐν τῇ πόλει μυριάδας ἑβδομήκοντα·
彼らがこの戦争を戦い始めたとき、リビアに三百の都市を擁しており、都市には七十万人の人々がいた。
πολιορκούμενοι δὲ καὶ ἀναγκασθέντες τραπέσθαι πρὸς ἔνδοσιν πανοπλιῶν μὲν ἔδοσαν μυριάδας εἴκοσι καταπελτικὰ δὲ ὄργανα τρισχίλια, ὡς οὐ πολεμηθησόμενοι.
しかし彼らは包囲され、降伏して武装解除することを余儀なくされたとき、もはや戦争は行われないものと考えて、二十万組の武具一式と三千基のカタパルトを引き渡した。
κριθέντος δὲ πάλιν τοῦ ἀναπολεμεῖν, ἐξαίφνης ὁπλοποιίαν συνεστήσαντο, καὶ ἑκάστης ἡμέρας ἀνεφέροντο θυρεοὶ μὲν ἑκατὸν καὶ τετταράκοντα πεπηγότες, μάχαιραι δὲ τριακόσιαι καὶ λόγχαι πεντακόσιαι, χίλια δὲ βέλη καταπελτικά, τρίχα δὲ τοῖς καταπέλταις αἱ θεράπαιναι παρεῖχον·
しかし再び戦争を再開することが決定されたとき、彼らは突如として兵器製造を開始した。 そして毎日、百四十枚の完成された盾、三百振りの剣、五百本の槍、千本のカタパルト用矢が生産され、召使の女性たちはカタパルトの弦のために髪を提供した。
ἔτι τοίνυν ναῦς ἔχοντες δώδεκα ἐξ ἐτῶν πεντήκοντα κατὰ τὰς ἐν τῷ δευτέρῳ πολέμῳ συνθήκας, τότε καίπερ ἤδη συμπεφευγότες εἰς τὴν Βύρσαν ἐν διμήνῳ κατεσκευάσαντο ναῦς ἑκατὸν εἴκοσι καταφράκτους, καὶ τοῦ στόματος τοῦ Κώθωνος φρουρουμένου διώρυξαν ἄλλο στόμα, καὶ προῆλθεν αἰφνιδίως ὁ στόλος·
さらに、第二次戦争の条約に従って五十年にわたりわずか十二隻の船しか所有していなかった彼らは、その時、すでにビュルサに避難していたにもかかわらず、二ヶ月の間に百二十隻の甲鉄船を建造し、コトンの入り口が監視されていたため別の入り口を掘り、艦隊が突如として出航した。
ὕλη γὰρ ἦν ἀποκειμένη παλαιὰ καὶ τεχνιτῶν πλῆθος προσεδρεῦον καὶ σιταρχούμενον δημοσίᾳ.
というのも、古くから蓄えられていた木材があり、多数の職人たちが仕事に従事し、公費で扶養されていたからである。
τοιαύτη δʼ οὖσα Καρχηδὼν ὅμως ἑάλω καὶ κατεσκάφη.
このような都市であったカルタゴであったが、それにもかかわらず攻略され、徹底的に破壊された。
τὴν δὲ χώραν τὴν μὲν ἐπαρχίαν ἀπέδειξαν Ῥωμαῖοι τὴν ὑπὸ τοῖς Καρχηδονίοις, τῆς δὲ Μασανάσσην ἀπέδειξαν κύριον καὶ τοὺς ἀπογόνους τοὺς περὶ Μικίψαν.
ローマ人は、カルタゴ人の支配下にあった土地を属州と定め、残りの部分についてはマサナッセスおよびミキプサスらその後継者たちを支配者とした。
μάλιστα γὰρ ἐσπουδάσθη παρὰ τοῖς Ῥωμαίοις ὁ Μασανάσσης διʼ ἀρετὴν καὶ φιλίαν·
というのも、マサナッセスはその徳と友好関係のために、ローマ人の間でとりわけ重んじられたからである。
καὶ γὰρ δὴ καὶ οὗτός ἐστιν ὁ τοὺς νομάδας πολιτικοὺς κατασκευάσας καὶ γεωργούς, ἔτι δʼ ἀντὶ τοῦ λῃστεύειν διδάξας στρατεύειν.
実際、この男こそが遊牧民を市民とし、農耕民に仕立て上げ、さらに略奪を行う代わりに軍務に就くことを教えた人物である。
ἴδιον γάρ τι τοῖς ἀνθρώποις συνέβη τούτοις·
というのも、これらの人々には奇妙なことが起こったからである。
χώραν γὰρ οἰκοῦντες εὐδαίμονα πλὴν τοῦ θηρίοις πλεονάζειν, ἐάσαντες ἐκφέρειν ταῦτα καὶ τὴν γῆν ἐργάζεσθαι μετὰ ἀδείας ἐπʼ ἀλλήλοις ἐτρέποντο, τὴν δὲ γῆν τοῖς θηρίοις ἀφεῖσαν.
すなわち、猛獣が多数生息しているという点を除けば豊かな土地に住んでいながら、猛獣を駆除して安心して土地を耕作することを怠り、互いに対して矛先を向け、土地を猛獣たちに委ねてしまったのである。
οὕτω δʼ αὐτοῖς συνέβαινε πλάνητα καὶ μετανάστην βίον ζῆν μηδὲν ἧττον τῶν ὑπὸ ἀπορίας καὶ λυπρότητος τόπων ἢ ἀέρων εἰς τοῦτο περιισταμένων τῶν βίων, ὥστε καὶ ἴδιον τοῦθʼ εὑρίσκεσθαι τοὔνομα τοὺς Μασαισυλίους·
このようにして、彼らは流浪と移動の生活を送ることになり、不毛で不快な土地や気候のために生活がその状態に陥っている人々に劣らず流浪することとなった。 その結果、マサイシュリオスにとってこの固有の名前が見いだされることになった。
καλοῦνται γὰρ Νομάδες.
というのも、彼らはノマデスと呼ばれているからである。
ἀνάγκη δὲ τοὺς τοιούτους εὐτελεῖς εἶναι τοῖς βίοις καὶ τὸ πλέον ῥιζοφάγους ἢ κρεοφάγους, γάλακτι δὲ καὶ τυρῷ τρεφομένους.
このような人々は生活様式において質素であり、肉を食べるよりもむしろ根を食す者であり、牛乳やチーズで養われているのが必然である。
ἠρημωμένης δʼ οὖν ἐπὶ πολὺν χρόνον τῆς Καρχηδόνος, καὶ σχεδόν τι τὸν αὐτὸν χρόνον ὅνπερ καὶ Κόρινθος, ἀνελήφθη πάλιν περὶ τοὺς αὐτούς πως χρόνους ὑπὸ Καίσαρος τοῦ θεοῦ πέμψαντος ἐποίκους Ῥωμαίων τοὺς προαιρουμένους καὶ τῶν στρατιωτῶν τινας, καὶ νῦν εἴ τις ἄλλη καλῶς οἰκεῖται τῶν ἐν Λιβύῃ πόλεων.
さて、カルタゴは長い間荒廃したままであり、それはコリントスとほぼ同じ期間であったが、ほぼ同じ時期に、神君カエサルによって再建された。 彼は希望するローマ人の入植者たちや一部の兵士たちを送り込み、今ではリビアの他のどの都市にも劣らず見事に繁栄している。

語釈・文法注

  1. 14ἔχοντα — 男性単数対格の現在分詞であり、先行する `κύκλον`(男性単数対格)を修飾する。全体として「壁を有する360スタディオンの円(外周)」を意味する。
  2. 14ἔχοντι — 男性(または中性)単数与格の現在分詞であり、先行する `εὐρίπῳ`(男性単数与格、「運河、水路」)を修飾する。
  3. 15κριθέντος δὲ πάλιν τοῦ ἀναπολεμεῖν — 属格絶対構文。非人称的に用いられた過去分詞 `κριθέντος` と、冠詞付き不定詞 `τοῦ ἀναπολεμεῖν`(「再び戦争を行うこと」)の属格形が組み合わさり、「再び戦争を行うことが決定されたとき」という意味を表す。
  4. 15ἐάσαντες ἐκφέρειν ταῦτα — 分詞 `ἐάσαντες`(「〜することを怠る、放置する」)が、不定詞 `ἐκφέρειν`(「(土地から)駆除する、取り除く」)を従える構文。`ταῦτα` は前文の `θηρία`(猛獣)を指し、全体として「猛獣を駆除することを怠って」と解釈される。

この箇所を引用する

ストラボン, 地理誌 §17.3.14-17.3.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.3.14-17.3.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。