Humanitext Reader

ストラボン · 地理誌 §17.3.11-17.3.13

リビア東部の自然の富と諸都市の歴史

572 / 577 箇所 · ギリシア語

要旨

リビア東部の特異な生物や二期作を行う豊かな農耕について記述した上で、ローマや地域王国の支配下で変遷を遂げたヨル(カイサレイア)、キルタ、イテュケなどの沿岸および内陸都市の歴史と戦争による破壊を詳述する。

§17.3.11ἔστι δέ που αὐτόθι καὶ ἀσφάλτου πηγὴ καὶ χαλκωρυχεῖα·
また、その地にはアスファルトの泉や銅山もある。
καὶ σκορπίων δὲ καὶ πτηνῶν καὶ ἀπτέρων λέγεται πλῆθος, μεγέθει δὲ ἑπτασπονδύλων, ὁμοίως δὲ καὶ φαλάγγια καὶ μεγέθει καὶ πλήθει διαφέροντα·
さらに、翼のあるものと翼のないものの両方の、七つの節を持つ大きさの蠍が多数いると言われており、同様に大きさや数において際立った蜘蛛もいる。
σαύρας δὲ διπήχεις φασίν.
トカゲは二プキュス(約九十センチメートル)の長さがあると言われている。
ἐν μὲν οὖν τῇ παρορείῳ λίθους εὑρίσκεσθαί φασι τοὺς λυχνίτας καὶ καρχηδονίους λεγομένους·
さて、山沿いの地域では、リュクニテスや「カルタゴの石」と呼ばれる石が見つかると言われている。
ἐν δὲ τοῖς πεδίοις ὀστρακίων καὶ χηραμύδων πλῆθος, οἷον ἐν τοῖς περὶ τοῦ Ἄμμωνος λόγοις εἰρήκαμεν·
平野部には、アモンに関する議論の中で私たちが述べたような、貝殻や二枚貝が多数存在する。
καὶ δένδρον δέ ἐστι μελίλωτον καλούμενον, ἐξ οὗ σκευάζουσιν οἶνον·
また、メリロトスと呼ばれる木があり、それから人々はワインを造る。
τινὲς δʼ αὐτῶν καὶ δίκαρπον ἔχουσι τὴν γῆν, καὶ δύο θεριστικὰ καρποῦνται, τὰ μὲν θερινὰ τὰ δʼ ἐαρινά·
彼らの中には、土地が二毛作(二期作)であり、夏と春の二回の収穫を得る者たちもいる。
ἔστι δὲ ἡ καλάμη πεντάπηχυς τὸ ὕψος, πάχος δὲ τοῦ μικροῦ δακτύλου, τὸν δὲ καρπὸν διακοσιοκαιτετταρακοντάχουν ἀποδίδωσι·
その茎は高さが五プキュス、太さは小指ほどであり、二百四十倍の収穫をもたらす。
τοῦ δὲ ἔαρος οὐδὲ σπείρουσιν, ἀλλὰ παλιούροις συνδεδεμέναις ἐπικαταψήσαντες τὴν χώραν τῷ ἐκπεσόντι στάχυι κατὰ τὸν θερισμὸν ἀρκοῦνται·
春には種を蒔くことすらしないが、縛り合わせたエニシダで土地を掃きならし、収穫の際に落ちた穂によって満足する。
τελεσικαρπεῖ γὰρ τὸν θερινὸν καρπόν.
夏の作物が実を結ぶからである。
διὰ δὲ τὸ πλῆθος τῶν θηρίων κνημῖδας ἔχοντες ἐργάζονται καὶ τἆλλα δὲ μέρη διφθεροῦνται·
野生の獣が多数いるため、彼らは脛当てを着けて働き、身体の他の部分には革をまとう。
καθεύδοντες δὲ περιχρίουσι τοὺς κλινόποδας σκορόδοις τῶν σκορπίων χάριν καὶ παλιούροις περιδοῦσιν.
寝るときには、蠍対策のためにベッドの脚にニンニクを塗り、周囲をエニシダで縛る。
§17.3.12Ἐν δὲ τῇ παραλίᾳ ταύτῃ πόλις Ἰὼλ ὄνομα, ἣν ἐπικτίσας Ἰούβας ὁ τοῦ Πτολεμαίου πατὴρ μετωνόμασε Καισάρειαν, ἔχουσα καὶ λιμένα καὶ πρὸ τοῦ λιμένος νησίον.
この沿岸部にはヨルという名の都市があり、プトレマイオスの父であるユバがこれを再建してカイサレイアと改名した。 ここには港があり、港の前には小島がある。
μεταξὺ δὲ τῆς Καισαρείας καὶ τοῦ Τρητοῦ μέγας ἐστὶ λιμήν, ὃν Σάλδαν καλοῦσι·
カイサレイアとトレトスの間には、サルダスと呼ばれる大きな港がある。
τοῦτο δʼ ἐστὶν ὅριον τῆς ὑπὸ τῷ Ἰούβᾳ καὶ τῆς ὑπὸ τοῖς Ῥωμαίοις·
ここがユバの支配下にある土地とローマ人の支配下にある土地との境界である。
πολυτρόπως γὰρ οἱ μερισμοὶ γεγένηνται τῆς χώρας, ἅτε τῶν νεμομένων αὐτὴν πλειόνων γενομένων καὶ τῶν Ῥωμαίων ἄλλοτʼ ἄλλως τούτων τοῖς μὲν φίλοις χρωμένων, τοῖς δὲ καὶ πολεμίοις, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ χαρίζεσθαι συνέβαινεν ἄλλοις ἄλλα καὶ οὐ τὸν αὐτὸν τρόπον.
というのも、この土地を領有する者が多数になり、またローマ人が時と場合に応じて、ある者たちを友として扱い、またある者たちを敵として扱ったため、領土の分割は多様に行われ、その結果、異なる人々に異なる土地が没収されたり与えられたりすることが、同一でない方法で生じたからである。
ἦν δὲ ἡ μὲν πρὸς τῇ Μαυρουσίᾳ προσοδικωτέρα τε καὶ δυναμικωτέρα, ἡ δὲ πρὸς τῇ Καρχηδονίᾳ καὶ τῇ Μασυλιέων ἀνθηροτέρα τε καὶ κατεσκευασμένη βέλτιον, καίπερ κεκακωμένη διὰ τὰ Καρχηδόνια τὸ πρῶτον, ἔπειτα διὰ τὸν πρὸς Ἰουγούρθαν πόλεμον·
マウルシアに近い地域はより多くの収入をもたらし強力であったが、カルタゴやマシュリエス人の土地に近い地域は、最初はカルタゴの戦争、次いでユグルタとの戦争によって荒廃させられたものの、より繁栄しており、より良く整えられていた。
ἐκεῖνος γὰρ Ἀδάρβαλα ἐκπολιορκήσας ἐν Ἰτύκῃ καὶ ἀνελών, φίλον ὄντα Ῥωμαίων, ἐνέπλησε τὴν χώραν πολέμου·
なぜなら、あのユグルタがイテュケでローマ人の友であったアダルバルを包囲して殺害し、その土地を戦争で満たしたからである。
εἶτʼ ἄλλοι ἐπʼ ἄλλοις συνέστησαν πόλεμοι, τελευταῖος δὲ ὁ πρὸς Σκιπίωνα Καίσαρι τῷ θεῷ συστάς, ἐν ᾧ καὶ Ἰούβας ἀπέθανε·
その後、次々と別の戦争が勃発し、最後には神君カエサルに対してスキピオとの間で戦われた戦争があり、その中でユバも戦死した。
συνηφανίσθησαν δὲ τοῖς ἡγεμόσι καὶ αἱ πόλεις, Τισιαοῦς τε καὶ Ὀυάγα καὶ Θάλα, ἔτι δὲ καὶ Κάψα, τὸ γαζοφυλάκιον τοῦ Ἰουγούρθα, καὶ Ζάμα καὶ Ζίγχα καὶ πρὸς αἷς κατεπολέμησε Καῖσαρ Σκιπίωνα ὁ θεός, πρὸς Ῥουσπίνῳ μὲν πρῶτον νικῶν, εἶτα πρὸς Οὐζίτοις, εἶτα πρὸς Θάψῳ καὶ τῇ πλησίον λίμνῃ καὶ ταῖς ἄλλαις·
...そして指導者たちとともに、ティシアウス、ウアガ、タラ、さらにユグルタの宝物庫であったカプサ、そしてザマ、ジンカ、および神君カエサルがスキピオを打ち破った場所(まずルスピナの近くで勝利し、次いでウジタ、次いでタプソスとその近くの湖、その他の場所の近く)などの都市も共に消滅した。
πλησίον δὲ καὶ Ζέλλα καὶ Ἀχόλλα, ἐλεύθεραι πόλεις·
その近くには、自由都市であるゼラとアコラもある。
εἷλε δʼ ἐξ ἐφόδου Καῖσαρ τὴν νῆσον καὶ Θέναν, πολίχνην ἐπιθαλαττιδίαν.
カエサルは急襲によってその島と、沿岸の小都市テナを攻略した。
τούτων πασῶν αἱ μὲν τελέως ἠφανίσθησαν, αἱ δʼ ἡμίσπαστοι κατελείφθησαν·
これらすべての都市のうち、あるものは完全に消滅し、あるものは半ば破壊された状態で残された。
Φαρὰν δʼ οἱ Σκιπίωνος ἱππεῖς ἐνέπρησαν.
一方、ファラはスキピオの騎兵たちによって放火された。
§17.3.13μετὰ δʼ οὖν Τρητὸν ἡ Μασυλιέων ἐστὶ καὶ ἡ Καρχηδονίων παραπλησία χώρα.
さて、トレトスの次はマシュリエス人の土地、およびそれに隣接するカルタゴ人の土地である。
Κίρτα τέ ἐστιν ἐν μεσογαίᾳ, τὸ Μασανάσσου καὶ τῶν ἑξῆς διαδόχων βασίλειον, πόλις εὐερκεστάτη καὶ κατεσκευασμένη καλῶς τοῖς πᾶσι καὶ μάλιστα ὑπὸ Μικίψα, ὅστις καὶ Ἕλληνας συνῴκισεν ἐν αὐτῇ καὶ τοσαύτην ἐποίησεν ὥστʼ ἐκπέμπειν μυρίους ἱππέας, διπλασίους δὲ πεζούς.
内陸には、マサナッセスとその後に続く後継者たちの王都であったキルタがあり、極めて強固に防備され、あらゆる面で、特にギリシア人をそこに植民させ、一万の騎兵と二倍の歩兵を送り出せるほどの大都市にしたミキプサスによって見事に整備された都市である。
ἥ τε δὴ Κίρτα ἐνταῦθα καὶ οἱ δύο Ἱππῶνες, ὁ μὲν πλησίον Ἰτύκης ὁ δὲ ἀπωτέρω πρὸς τῷ Τρητῷ μᾶλλον, ἄμφω βασίλεια.
さて、このキルタがここにあり、また二つのヒッポ(一方はイテュケの近くにあり、他方はより遠く、むしろトレトス寄りにある)があり、両方とも王都である。
ἡ δὲ Ἰτύκη δευτέρα μετὰ Καρχηδόνα τῷ μεγέθει καὶ τῷ ἀξιώματι·
イテュケは規模と格式においてカルタゴに次ぐ第二の都市である。
καταλυθείσης δὲ Καρχηδόνος ἐκείνη ἦν ὡς ἂν μητρόπολις τοῖς Ῥωμαίοις καὶ ὁρμητήριον πρὸς τὰς ἐν Λιβύῃ πράξεις·
カルタゴが滅亡した後は、そこがローマ人にとってのいわば本拠地であり、リビアにおける軍事行動の拠点であった。
ἵδρυται δʼ ἐν αὐτῷ τῷ κόλπῳ τῷ Καρχηδονιακῷ πρὸς θατέρῳ τῶν ἀκρωτηρίων τῶν ποιούντων τὸν κόλπον, ὧν τὸ μὲν πρὸς τῇ Ἰτύκῃ καλοῦσιν Ἀπολλώνιον, θάτερον δʼ Ἑρμαίαν, καὶ εἰσὶν ἐν ἐπόψει ἀλλήλαις αἱ πόλεις.
それは、カルタゴ湾そのものの中の、湾を形成する二つの岬の一方に位置しており、そのうちイテュケに近い方はアポロニオンと呼ばれ、もう一方はヘルマイアと呼ばれる。 そして、これらの都市は互いに見渡せる位置にある。
ῥεῖ δὲ τῆς Ἰτύκης πλησίον ὁ Βαγράδας ποταμός·
イテュケの近くをバグラダス川が流れている。
εἰσὶ δʼ ἀπὸ Τρητοῦ μέχρι Καρχηδόνος στάδιοι δισχίλιοι πεντακόσιοι·
トレトスからカルタゴまでの距離は二千五百スタディオンである。
οὔτε τοῦθʼ ὁμολογεῖται δὲ τὸ διάστημα οὔτε τὸ μέχρι Σύρτεων.
しかし、この距離も、シュルティスまでの距離も合意されてはいない。

語釈・文法注

  1. 17.3.11μεγέθει δὲ ἑπτασπονδύλων — μεγέθει は観点の与格(「大きさにおいて」)であり、属格の形容詞 ἑπτασπονδύλων(「7つの節・椎骨を持つ」)は前文の属格名詞 σκορπίων(「蠍たち」)に係る。これにより、巨大な蠍の身体的特徴が特定されている。
  2. 17.3.11δίκαρπον ἔχουσι τὴν γῆν — δίκαρπον は γῆν の述語的形容詞。「土地を二期作(一年に二度実を結ぶもの)として所有している」という二重の叙述関係を表す。
  3. 17.3.12ἅτε τῶν νεμομένων αὐτὴν πλειόνων γενομένων — ἅτε + 属格独立構文(genitive absolute)。客観的な因果関係(「〜なので」)を示し、ここでは並列する後続の καὶ τῶν Ῥωμαίων... χρωμένων 節とともに、この地域での頻繁な領土分割の理由を説明している。
  4. 17.3.12ὥστε καὶ ἀφαιρεῖσθαι καὶ χαρίζεσθαι συνέβαινεν ἄλλοις ἄλλα — 結果の ὥστε 節。非人称動詞 συνέβαινεν(「〜という結果になった」)の主語として、対格不定詞構文ではなく、受動態不定詞 ἀφαιρεῖσθαι および χαρίζεσθαι が ἄλλοις ἄλλα(「異なる人々に異なるものが」)という主語関係を伴って機能している。

この箇所を引用する

ストラボン, 地理誌 §17.3.11-17.3.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.3.11-17.3.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。