§17.3.14καὶ Καρχηδὼν δὲ ἐπὶ χερρονήσου τινὸς ἵδρυται, περιγραφούσης κύκλον τριακοσίων ἑξήκοντα σταδίων ἔχοντα τεῖχος, οὗ τὸ ἑξηκονταστάδιον μῆκος αὐτὸς ὁ αὐχὴν ἐπέχει, καθῆκον ἀπὸ θαλάττης ἐπὶ θάλατταν, ὅπου τοῖς Καρχηδονίοις ἦσαν αἱ τῶν ἐλεφάντων στάσεις, τόπος εὐρυχωρής.
迦太基也坐落在一个半岛上,该半岛划定了一个三百六十斯塔德的圆周,圆周上建有城墙,其中地峡本身占有六十斯塔德的长度,从海延伸到海,这里曾是迦太基人系留大象的地方,是一片宽敞的场所。
κατὰ μέσην δὲ τὴν πόλιν ἡ ἀκρόπολις ἣν ἐκάλουν Βύρσαν, ὀφρὺς ἱκανῶς ὀρθία, κύκλῳ περιοικουμένη, κατὰ δὲ τὴν κορυφὴν ἔχουσα Ἀσκληπιεῖον, ὅπερ κατὰ τὴν ἅλωσιν ἡ γυνὴ τοῦ Ἀσδρούβα συνέπρησεν αὑτῇ.
在城市中央是阿克罗波利斯,他们称之为比尔萨,这是一处相当险峻的山脊,周围住满了人,其顶端建有阿斯克勒庇俄斯神庙,在城陷落时,哈斯德鲁巴的妻子与自己一同将神庙烧毁。
ὑπόκεινται δὲ τῇ ἀκροπόλει οἵ τε λιμένες καὶ ὁ Κώθων, νησίον περιφερὲς εὐρίπῳ περιεχόμενον, ἔχοντι νεωσοίκους ἑκατέρωθεν κύκλῳ.
卫城下方是各港口和科通,科通是一个被运河环绕的圆形小岛,运河两旁建有成排的船坞。
§17.3.15κτίσμα δʼ ἐστὶ Διδοῦς ἀγαγούσης ἐκ Τύρου λαόν·
这是迪多率领从蒂尔来的民众所创建的。
οὕτω δʼ εὐτυχὴς ἡ ἀποικία τοῖς Φοίνιξιν ὑπῆρξε καὶ αὕτη καὶ ἡ μέχρι τῆς Ἰβηρίας τῆς τε ἄλλης καὶ τῆς ἔξω στηλῶν ὥστε τῆς Εὐρώπης ἔτι νῦν τὴν ἀρίστην νέμονται Φοίνικες κατὰ τὴν ἤπειρον καὶ τὰς προσεχεῖς νήσους, τήν τε Λιβύην κατεκτήσαντο πᾶσαν, ὅσον μὴ νομαδικῶς οἷόν τʼ ἦν οἰκεῖν.
这次殖民对腓尼基人来说是非常幸运的,无论这一次还是远至伊比利亚其他地方以及柱外地带的殖民,以至于直到今天,腓尼基人仍占领着欧洲大陆及邻近岛屿中最富庶的部分,并且征服了整个利比亚,除了那些只能过游牧生活而无法定居的地方。
ἀφʼ ἧς δυνάμεως πόλιν τε ἀντίπαλον τῇ Ῥώμῃ κατεσκευάσαντο καὶ τρεῖς ἐπολέμησαν μεγάλους πρὸς αὐτοὺς πολέμους.
凭借这种力量,他们建立了一个与罗马相抗衡的城市,并与罗马人进行了三次大战。
γένοιτο δʼ ἂν εὔδηλος ἡ δύναμις αὐτῶν ἐκ τοῦ ὑστάτου πολέμου, ἐν ᾧ κατελύθησαν ὑπὸ Σκιπίωνος τοῦ Αἰμιλιανοῦ, καὶ ἡ πόλις ἄρδην ἠφανίσθη.
他们的力量可以从最后一次战争中明显看出来,在那次战争中他们被小西庇阿消灭,城市被彻底摧毁。
ὅτε γὰρ ἤρξαντο πολεμεῖν τοῦτον τὸν πόλεμον, πόλεις μὲν εἶχον τριακοσίας ἐν τῇ Λιβύῃ, ἀνθρώπων δʼ ἐν τῇ πόλει μυριάδας ἑβδομήκοντα· πολιορκούμενοι δὲ καὶ ἀναγκασθέντες τραπέσθαι πρὸς ἔνδοσιν πανοπλιῶν μὲν ἔδοσαν μυριάδας εἴκοσι καταπελτικὰ δὲ ὄργανα τρισχίλια, ὡς οὐ πολεμηθησόμενοι.
因为当他们开始进行这场战争时,他们在利比亚拥有三百座城市,城内有七十万人口;但当他们被包围并被迫转向投降时,他们交出了二十万套盔甲和三千台弹射机,以为不会再发生战争。
κριθέντος δὲ πάλιν τοῦ ἀναπολεμεῖν, ἐξαίφνης ὁπλοποιίαν συνεστήσαντο, καὶ ἑκάστης ἡμέρας ἀνεφέροντο θυρεοὶ μὲν ἑκατὸν καὶ τετταράκοντα πεπηγότες, μάχαιραι δὲ τριακόσιαι καὶ λόγχαι πεντακόσιαι, χίλια δὲ βέλη καταπελτικά, τρίχα δὲ τοῖς καταπέλταις αἱ θεράπαιναι παρεῖχον· ἔτι τοίνυν ναῦς ἔχοντες δώδεκα ἐξ ἐτῶν πεντήκοντα κατὰ τὰς ἐν τῷ δευτέρῳ πολέμῳ συνθήκας, τότε καίπερ ἤδη συμπεφευγότες εἰς τὴν Βύρσαν ἐν διμήνῳ κατεσκευάσαντο ναῦς ἑκατὸν εἴκοσι καταφράκτους, καὶ τοῦ στόματος τοῦ Κώθωνος φρουρουμένου διώρυξαν ἄλλο στόμα, καὶ προῆλθεν αἰφνιδίως ὁ στόλος· ὕλη γὰρ ἦν ἀποκειμένη παλαιὰ καὶ τεχνιτῶν πλῆθος προσεδρεῦον καὶ σιταρχούμενον δημοσίᾳ.
然而,当再次决定重开战争时,他们突然开始制造武器,每天都有制造好的盾牌一百四十面、剑三百把、长矛五百支、弹射矢一千支被送上来,侍女们还为弹射器提供头发;此外,尽管根据第二次战争中的条约,他们在五十年里只拥有十二艘船,但当时,尽管他们已经逃进了比尔萨,却在两个月内建造了一百二十艘有甲板的军舰,并且因为科通的港口被看守,他们又开挖了另一个港口,舰队突然驶出;因为有长期积蓄的木材和大量工匠在公共开支的供养下不断劳作。
τοιαύτη δʼ οὖσα Καρχηδὼν ὅμως ἑάλω καὶ κατεσκάφη.
尽管迦太基如此强大,但它还是被攻克并夷为平地。
τὴν δὲ χώραν τὴν μὲν ἐπαρχίαν ἀπέδειξαν Ῥωμαῖοι τὴν ὑπὸ τοῖς Καρχηδονίοις, τῆς δὲ Μασανάσσην ἀπέδειξαν κύριον καὶ τοὺς ἀπογόνους τοὺς περὶ Μικίψαν.
至于这片土地,罗马人将迦太基人统治下的部分设为行省,而将其余部分交由马萨纳塞斯和米基普萨斯等后裔支配。
μάλιστα γὰρ ἐσπουδάσθη παρὰ τοῖς Ῥωμαίοις ὁ Μασανάσσης διʼ ἀρετὴν καὶ φιλίαν· καὶ γὰρ δὴ καὶ οὗτός ἐστιν ὁ τοὺς νομάδας πολιτικοὺς κατασκευάσας καὶ γεωργούς, ἔτι δʼ ἀντὶ τοῦ λῃστεύειν διδάξας στρατεύειν.
因为马萨纳塞斯因其德行和友好关系而在罗马人中极受重视;实际上,正是他使游牧民成为市民和农民,并教会他们服兵役以代替掠夺。
ἴδιον γάρ τι τοῖς ἀνθρώποις συνέβη τούτοις· χώραν γὰρ οἰκοῦντες εὐδαίμονα πλὴν τοῦ θηρίοις πλεονάζειν, ἐάσαντες ἐκφέρειν ταῦτα καὶ τὴν γῆν ἐργάζεσθαι μετὰ ἀδείας ἐπʼ ἀλλήλοις ἐτρέποντο, τὴν δὲ γῆν τοῖς θηρίοις ἀφεῖσαν.
因为在这群人身上发生了一件奇特的事情:他们居住在一片除了野兽众多之外十分富庶的土地上,却不把这些野兽驱逐出去、在安全中耕作土地,反而互相攻击,把土地让给野兽。
οὕτω δʼ αὐτοῖς συνέβαινε πλάνητα καὶ μετανάστην βίον ζῆν μηδὲν ἧττον τῶν ὑπὸ ἀπορίας καὶ λυπρότητος τόπων ἢ ἀέρων εἰς τοῦτο περιισταμένων τῶν βίων, ὥστε καὶ ἴδιον τοῦθʼ εὑρίσκεσθαι τοὔνομα τοὺς Μασαισυλίους· καλοῦνται γὰρ Νομάδες.
因此,他们过着流浪和迁徙的生活,其程度不亚于那些因地区贫瘠荒凉或气候恶劣而沦落到这种生活境地的人,以至于马萨埃斯利人这个名字对他们来说恰如其分;因为他们被称为诺马德斯。
ἀνάγκη δὲ τοὺς τοιούτους εὐτελεῖς εἶναι τοῖς βίοις καὶ τὸ πλέον ῥιζοφάγους ἢ κρεοφάγους, γάλακτι δὲ καὶ τυρῷ τρεφομένους.
这样的人在生活上必然是简朴的,与其说吃肉,不如说更多是吃根,靠牛奶和奶酪维持生活。
ἠρημωμένης δʼ οὖν ἐπὶ πολὺν χρόνον τῆς Καρχηδόνος, καὶ σχεδόν τι τὸν αὐτὸν χρόνον ὅνπερ καὶ Κόρινθος, ἀνελήφθη πάλιν περὶ τοὺς αὐτούς πως χρόνους ὑπὸ Καίσαρος τοῦ θεοῦ πέμψαντος ἐποίκους Ῥωμαίων τοὺς προαιρουμένους καὶ τῶν στρατιωτῶν τινας, καὶ νῦν εἴ τις ἄλλη καλῶς οἰκεῖται τῶν ἐν Λιβύῃ πόλεων.
在迦太基荒废了很长时间之后,其时间几乎与哥林多相同,它在大致相同的时间被神圣恺撒重建,他派遣了自愿前往的罗马殖民者和部分士兵,如今,它是利比亚所有建设良好的城市中数一数二的。