§17.3.16διάπλους δʼ ἐστὶν ἐκ Καρχηδόνος ἑξήκοντα σταδίων εἰς τὴν προσεχῆ περαίαν, ὅθεν εἰς Νέφεριν ἀνάβασις σταδίων ἑκατὸν εἴκοσι, πόλιν ἐρυμνὴν ἐπὶ πέτρας ᾠκισμένην.
カルタゴから隣接する対岸までの海上航路は六十スタディオンであり、そこからネフェリス生までは百二十スタディオンの登り道である。 ネフェリスは岩の上に築かれた堅固な都市である。
ἐν αὐτῷ δὲ τῷ κόλπῳ ἐν ᾧπερ καὶ ἡ Καρχηδών, Τύνις ἐστὶ πόλις καὶ θερμὰ καὶ λατομίαι τινές·
カルタゴも位置しているその同じ湾内には、チュニスという都市、温泉、そしていくつかの石切り場がある。
εἶθʼ ἡ Ἑρμαία ἄκρα τραχεῖα καὶ ἐπʼ αὐτῇ πόλις ὁμώνυμος·
次いで、険しいエルマイア岬があり、その上には同名の都市がある。
εἶτα Νεάπολις·
次いでネアポリスがある。
εἶτʼ ἄκρα Ταφῖτις, καὶ ἐπʼ αὐτῇ λόφος Ἀσπὶς καλούμενος ἀπὸ τῆς ὁμοιότητος, ὅνπερ συνῴκισεν ὁ τῆς Σικελίας τύραννος Ἀγαθοκλῆς καθʼ ὃν καιρὸν ἐπέπλευσε τοῖς Καρχηδονίοις·
次いでタフィティス岬があり、その上には形状の類似からアスピスと呼ばれる丘があるが、これはシケリアの僭主アガトクレスがカルタゴ人に対して遠征した時期に彼が入植させたものである。
συγκατεσπάσθησαν δὲ τῇ Καρχηδονίᾳ ὑπὸ Ῥωμαίων αἱ πόλεις αὗται.
これらの都市はカルタゴとともにローマ人によって破壊された。
ἀπὸ δὲ τῆς Ταφίτιδος ἐν τετρακοσίοις σταδίοις νῆσός ἐστι Κόσσουρος κατὰ Σελινοῦντα τῆς Σικελίας ποταμόν, καὶ πόλιν ἔχουσα ὁμώνυμον, ἑκατὸν καὶ πεντήκοντα σταδίων οὖσα τὴν περίμετρον, διέχουσα τῆς Σικελίας περὶ ἑξακοσίους σταδίους·
タフィティスから四百スタディオン離れたところには、シケリアのセリヌス川の向かいにコッスロス島があり、同名の都市を擁し、周囲は百五十スタディオンで、シケリアからは約六百スタディオン離れている。
ἔστι δὲ καὶ Μελίτη νῆσος ἐν πεντακοσίοις σταδίοις ἀπὸ τῆς Κοσσούρου.
コッスロスから五百スタディオンのところにはメリテ島もある。
εἶτα Ἀδρύμης πόλις, ἐν ᾗ καὶ νεώρια ἦν·
次いでアドリュメスという都市があり、そこには船納屋もあった。
εἶθʼ αἱ Ταριχεῖαι λεγόμεναι, νησία πολλὰ καὶ πυκνά·
次いでタリケアイと呼ばれる、多数の島が密集した小島群がある。
εἶτα Θάψος πόλις, καὶ μετὰ ταύτην νῆσος πελαγία Λοπαδοῦσσα·
次いでタプソスという都市があり、この後には外洋のロパドゥサ島がある。
εἶτα ἄκρα Ἄμμωνος Βαλίθωνος, πρὸς ᾗ θυννοσκοπεῖον·
次いでアンモン・バリトンの岬があり、その近くにはマグロの見張り所がある。
εἶτα Θένα πόλις παρὰ τὴν ἀρχὴν κειμένη τῆς μικρᾶς σύρτεως·
次いで小スイルティスの始まりのそばに位置するテナという都市がある。
πολλαὶ δʼ εἰσὶ καὶ ἄλλαι μεταξὺ πολίχναι οὐκ ἄξιαι μνήμης·
その間には言及に値しない多くの他の小都市がある。
παράκειται δὲ τῇ ἀρχῇ τῆς σύρτεως νῆσος παραμήκης ἡ Κέρκιννα εὐμεγέθης ἔχουσα ὁμώνυμον πόλιν, καὶ ἄλλη ἐλάττων Κερκιννῖτις.
スイルティスの始まりに隣接して、同名の都市を有するかなりの大きさの細長いケルキンナ島があり、もう一つ、より小さなケルキンニティス島がある。
§17.3.17συνεχὴς δʼ ἐστὶν ἡ μικρὰ σύρτις, ἣν καὶ Λωτοφαγῖτιν σύρτιν λέγουσιν.
小スイルティスがそれに続いており、これはロトパゴス人のスイルティスとも呼ばれる。
ἔστι δʼ ὁ μὲν κύκλος τοῦ κόλπου τούτου σταδίων χιλίων ἑξακοσίων, τὸ δὲ πλάτος τοῦ στόματος ἑξακοσίων·
この湾の周囲は千六百スタディオンで、入り口の幅は六百スタディオンである。
καθʼ ἑκατέραν τὴν ἄκραν τὴν ποιοῦσαν τὸ στόμα προσεχεῖς εἰσι τῇ ἠπείρῳ νῆσοι, ἥ τε λεχθεῖσα Κέρκιννα καὶ ἡ Μῆνιγξ, πάρισοι τοῖς μεγέθεσι.
入り口を形成する二つの岬のそれぞれには、大陸に隣接して、前述のケルキンナとメニンクスという、ほぼ同じ大きさの島々がある。
τὴν δὲ Μήνιγγα νομίζουσιν εἶναι τὴν τῶν Λωτοφάγων γῆν τὴν ὑφʼ Ὁμήρου λεγομένην, καὶ δείκνυταί τινα σύμβολα, καὶ βωμὸς Ὀδυσσέως καὶ αὐτὸς ὁ καρπός·
彼らはメニンクスをホメロスによって言及されたロトパゴスたちの土地と考えており、オデュッセウスの祭壇や、その果実そのものなどのいくつかの証拠が示されている。
πολὺ γάρ ἐστι τὸ δένδρον ἐν αὐτῇ τὸ καλούμενον λωτόν, ἔχον ἥδιστον καρπόν·
というのも、そこにはロトスと呼ばれる木が多く、非常に甘い果実を実らせるからである。
πλείους δʼ εἰσὶν ἐν αὐτῇ πολίχναι, μία δʼ ὁμώνυμος τῇ νήσῳ·
その島にはいくつかの小都市があり、一つは島と同名である。
καὶ ἐν αὐτῇ δὲ τῇ σύρτει πολίχναι τινές εἰσι.
また、スイルティス自体の中にもいくつかの小都市がある。
κατὰ δὲ τὸν μυχὸν ἔστι παμμέγεθες ἐμπόριον, ποταμὸν ἔχον ἐμβάλλοντα εἰς τὸν κόλπον.
その最深部には非常に大きな交易所があり、湾に流れ込む川を擁している。
διατείνει δὲ μέχρι δεῦρο τὰ τῶν ἀμπώτεων πάθη καὶ τῶν πλημμυρίδων, καθʼ ὃν καιρὸν ἐπὶ τὴν θήραν τῶν ἰχθύων ἐπιπηδῶσιν οἱ πρόσχωροι κατὰ σπουδὴν θέοντες.
潮の満ち引きによる現象はここまで及んでおり、その時間には近隣の住民たちが魚を捕まえるために大急ぎで走って駆け寄る。
§17.3.18μετὰ δὲ τὴν σύρτιν Ζοῦχις ἔστι λίμνη σταδίων τετρακοσίων στενὸν ἔχουσα εἴσπλουν καὶ παρʼ αὐτὴν πόλις ὁμώνυμος πορφυροβαφεῖα ἔχουσα καὶ ταριχείας παντοδαπάς·
スイルティスの後には、四百スタディオンのズーキス湖があり、狭い入り口を有し、その傍らには同名の都市があって、紫色の染料工場やあらゆる種類の魚の塩漬け工場がある。
εἶτʼ ἄλλη λίμνη πολὺ ἐλάττων·
次いで、はるかに小さな別の湖がある。
καὶ μετὰ ταύτην Ἀβρότονον πόλις καὶ ἄλλαι τινές, συνεχῶς δὲ Νεάπολις, ἣν καὶ Λέπτιν καλοῦσιν·
そしてこの後にアブロトノンという都市や他のいくつかの都市があり、続いてレプティスとも呼ばれるネアポリスがある。
ἐντεῦθεν δʼ ἐστὶ δίαρμα τὸ Λοκρῶν τῶν Ἐπιζεφυρίων τρισχίλιοι ἑξακόσιοι στάδιοι.
ここからエピゼピュリオイのロクロイ人までの海上距離は三千六百スタディオンである。
ἑξῆς δʼ ἐστὶ ποταμός· καὶ μετὰ ταῦτα διατείχισμά τι, ὃ ἐποίησαν Καρχηδόνιοι γεφυροῦντες βάραθρά τινα εἰς τὴν χώραν ἀνέχοντα·
次に川があり、その後にカルタゴ人が内陸へ伸びるいくつかの深淵に橋を架けて作った一種の防壁がある。
εἰσὶ δὲ καὶ ἀλίμενοί τινες ἐνταῦθα τόποι, τῆς ἄλλης παραλίας ἐχούσης λιμένας·
ここには港のないいくつかの場所もあるが、他の海岸線には港がある。
εἶτʼ ἄκρα ὑψηλὴ καὶ ὑλώδης, ἀρχὴ τῆς μεγάλης σύρτεως, καλοῦσι δὲ Κεφαλάς·
次いで、大スイルティスの始まりである、高く樹木の生い茂ったケファライと呼ばれる岬がある。
εἰς ταύτην δὲ τὴν ἄκραν ἐκ Καρχηδόνος στάδιοί εἰσι μικρῷ πλείους τῶν πεντακισχιλίων.
カルタゴからこの岬までは五千スタディオンをわずかに超える距離がある。
§17.3.19̔υπέρκειται δὲ τῆς ἀπὸ Καρχηδόνος παραλίας μέχρι Κεφαλῶν καὶ μέχρι τῆς Μασαισυλίων ἡ τῶν Λιβοφοινίκων γῆ μέχρι τῆς τῶν Γαιτούλων ὀρεινῆς ἤδη Λιβυκῆς οὔσης.
カルタゴからケファライまで、そしてマサイシュリオイ人の土地までの海岸線の上方には、リボフェニキア人の土地が、すでにリビアの一部であるゲイトゥロイ人の山岳地帯まで広がっている。
ἡ δʼ ὑπὲρ τῶν Γαιτούλων ἐστὶν ἡ τῶν Γαραμάντων γῆ παράλληλος ἐκείνῃ, ὅθεν οἱ καρχηδόνιοι κομίζονται λίθοι·
ゲイトゥロイ人の上方はガラマンテス人の土地で、前者に並行しており、そこからカルタゴの石が運ばれる。
τοὺς δὲ Γαράμαντας ἀπὸ τῶν Αἰθιόπων τῶν παρωκεανιτῶν ἀφεστάναι φασὶν ἡμερῶν ἐννέα ἢ καὶ δέκα ὁδόν, τοῦ δὲ Ἄμμωνος καὶ πεντεκαίδεκα.
ガラマンテス人は海洋沿いのアイティオピア人から九日または十日の道のり、アンモンの神殿からは十五日の道のり離れていると言われている。
μεταξὺ δὲ τῆς Γαιτούλων καὶ τῆς ἡμετέρας παραλίας πολλὰ μὲν πεδία, πολλὰ δὲ ὄρη καὶ λίμναι μεγάλαι καὶ ποταμοί, ὧν τινες καὶ καταδύντες ὑπὸ γῆς ἀφανεῖς γίνονται·
ゲイトゥロイ人の土地と我々の海岸との間には、多くの平野、多くの山々、大きな湖や川があり、それらのうちのいくつかは地中に潜って見えなくなる。
λιτοὶ δὲ σφόδρα τοῖς βίοις εἰσὶ καὶ τῷ κόσμῳ, πολυγύναικες δὲ καὶ πολύπαιδες, τἆλλα δὲ ἐμφερεῖς τοῖς νομάσι τῶν Ἀράβων·
彼らは生活や装飾において極めて質素であり、多くの妻と多くの子を持ち、その他の点ではアラビアの遊牧民に似ている。
καὶ ἵπποι δὲ καὶ βόες μακροτραχηλότεροι τῶν παρʼ ἄλλοις·
また、彼らの馬や牛は他の土地のものよりも首が長い。
ἱπποφόρβια δʼ ἐστὶν ἐσπουδασμένα διαφερόντως τοῖς βασιλεῦσιν, ὥστε καὶ ἀριθμὸν ἐξετάζεσθαι πώλων κατʼ ἔτος εἰς μυριάδας δέκα.
馬群の飼育は王たちによって特に熱心に行われており、毎年検査される子馬の数は十万頭に達するほどである。
τὰ δὲ πρόβατα γάλακτι καὶ κρέασιν ἐκτρέφεται, καὶ μάλιστα πρὸς τοῖς Αἰθίοψι.
羊は牛乳と肉で育てられ、特にアイティオピア人の近くでそうである。
τοιαῦτα μὲν τὰ ἐν τῇ μεσογαίᾳ.
内陸の様子はこのようである。