Humanitext Reader

斯特拉波 · 地理学 §17.3.11-17.3.13

利比亚东部的自然财富与诸城历史

第 572 段,共 577 段 · 希腊语

内容简介

本章节记述了利比亚东部奇特的生物和一年两熟的丰饶农业,随后详细阐述了在罗马及地方王国统治下历经变迁与战争破坏的沿海和内陆城市如约尔(凯萨里亚)、奇尔塔及乌提卡的历史。

§17.3.11ἔστι δέ που αὐτόθι καὶ ἀσφάλτου πηγὴ καὶ χαλκωρυχεῖα· καὶ σκορπίων δὲ καὶ πτηνῶν καὶ ἀπτέρων λέγεται πλῆθος, μεγέθει δὲ ἑπτασπονδύλων, ὁμοίως δὲ καὶ φαλάγγια καὶ μεγέθει καὶ πλήθει διαφέροντα· σαύρας δὲ διπήχεις φασίν.
在当地某处还有沥青泉和铜矿;据说还有许多有翼和无翼的蝎子,其大小有七个节,同样也有在大小和数量上都很奇特的蜘蛛;据说还有长达两肘的蜥蜴。
ἐν μὲν οὖν τῇ παρορείῳ λίθους εὑρίσκεσθαί φασι τοὺς λυχνίτας καὶ καρχηδονίους λεγομένους· ἐν δὲ τοῖς πεδίοις ὀστρακίων καὶ χηραμύδων πλῆθος, οἷον ἐν τοῖς περὶ τοῦ Ἄμμωνος λόγοις εἰρήκαμεν· καὶ δένδρον δέ ἐστι μελίλωτον καλούμενον, ἐξ οὗ σκευάζουσιν οἶνον· τινὲς δʼ αὐτῶν καὶ δίκαρπον ἔχουσι τὴν γῆν, καὶ δύο θεριστικὰ καρποῦνται, τὰ μὲν θερινὰ τὰ δʼ ἐαρινά· ἔστι δὲ ἡ καλάμη πεντάπηχυς τὸ ὕψος, πάχος δὲ τοῦ μικροῦ δακτύλου, τὸν δὲ καρπὸν διακοσιοκαιτετταρακοντάχουν ἀποδίδωσι· τοῦ δὲ ἔαρος οὐδὲ σπείρουσιν, ἀλλὰ παλιούροις συνδεδεμέναις ἐπικαταψήσαντες τὴν χώραν τῷ ἐκπεσόντι στάχυι κατὰ τὸν θερισμὸν ἀρκοῦνται· τελεσικαρπεῖ γὰρ τὸν θερινὸν καρπόν.
那么,在沿山地带,据说可以找到被称为“琉克尼特斯”和 “迦太基石”的石头;在平原上则有许多贝壳和蛤蜊,正如我们在关于阿蒙的叙述中所提到的;还有一种被称为“梅利洛托斯”的树,人们用它来酿酒;他们中有些人的土地是一年两熟的,收获两季作物,一季在夏天,一季在春天;其茎秆高五肘,粗如小指,产量可达两百四十倍;在春天他们甚至不播种,而是用捆绑在一起的棘刺扫平土地,仅靠收割时落下的麦穗就足够了;因为夏天的作物能自行成熟。
διὰ δὲ τὸ πλῆθος τῶν θηρίων κνημῖδας ἔχοντες ἐργάζονται καὶ τἆλλα δὲ μέρη διφθεροῦνται· καθεύδοντες δὲ περιχρίουσι τοὺς κλινόποδας σκορόδοις τῶν σκορπίων χάριν καὶ παλιούροις περιδοῦσιν.
由于野兽众多,他们劳作时穿着胫甲,身体的其他部分则包裹着皮革;睡觉时,为了防蝎子,他们在床脚涂上大蒜,并用棘刺缠绕起来。
§17.3.12Ἐν δὲ τῇ παραλίᾳ ταύτῃ πόλις Ἰὼλ ὄνομα, ἣν ἐπικτίσας Ἰούβας ὁ τοῦ Πτολεμαίου πατὴρ μετωνόμασε Καισάρειαν, ἔχουσα καὶ λιμένα καὶ πρὸ τοῦ λιμένος νησίον.
在这条海岸线上有一座名为约尔的城市,普托莱缪斯的父亲尤巴重建了它并改名为凯萨里亚,它拥有一个港口,港口前还有一个小岛。
μεταξὺ δὲ τῆς Καισαρείας καὶ τοῦ Τρητοῦ μέγας ἐστὶ λιμήν, ὃν Σάλδαν καλοῦσι· τοῦτο δʼ ἐστὶν ὅριον τῆς ὑπὸ τῷ Ἰούβᾳ καὶ τῆς ὑπὸ τοῖς Ῥωμαίοις·
在凯萨里亚和特雷托斯之间有一个大港口,人们称之为萨尔达;这是尤巴统治下的土地与罗马人统治下的土地之间的边界。
πολυτρόπως γὰρ οἱ μερισμοὶ γεγένηνται τῆς χώρας, ἅτε τῶν νεμομένων αὐτὴν πλειόνων γενομένων καὶ τῶν Ῥωμαίων ἄλλοτʼ ἄλλως τούτων τοῖς μὲν φίλοις χρωμένων, τοῖς δὲ καὶ πολεμίοις, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ χαρίζεσθαι συνέβαινεν ἄλλοις ἄλλα καὶ οὐ τὸν αὐτὸν τρόπον.
因为这片土地的瓜分是以多种方式进行的,因为占有它的人很多,而罗马人在不同时期对其中一些人待之以友,对另一些人则待之以敌,因此导致了不同的土地被没收或赠予不同的人,且方式各不相同。
ἦν δὲ ἡ μὲν πρὸς τῇ Μαυρουσίᾳ προσοδικωτέρα τε καὶ δυναμικωτέρα, ἡ δὲ πρὸς τῇ Καρχηδονίᾳ καὶ τῇ Μασυλιέων ἀνθηροτέρα τε καὶ κατεσκευασμένη βέλτιον, καίπερ κεκακωμένη διὰ τὰ Καρχηδόνια τὸ πρῶτον, ἔπειτα διὰ τὸν πρὸς Ἰουγούρθαν πόλεμον· ἐκεῖνος γὰρ Ἀδάρβαλα ἐκπολιορκήσας ἐν Ἰτύκῃ καὶ ἀνελών, φίλον ὄντα Ῥωμαίων, ἐνέπλησε τὴν χώραν πολέμου·
靠近茂鲁西亚的部分收益更多且更强大,而靠近迦太基和马舒利人土地的部分则更为繁荣、建设得更好,尽管它首先因迦太基战争、随后又因反对朱古达的战争而遭受破坏;因为那个朱古达在乌提卡围困并杀害了罗马人的朋友阿德赫巴尔,使这片土地充满了战争。
εἶτʼ ἄλλοι ἐπʼ ἄλλοις συνέστησαν πόλεμοι, τελευταῖος δὲ ὁ πρὸς Σκιπίωνα Καίσαρι τῷ θεῷ συστάς, ἐν ᾧ καὶ Ἰούβας ἀπέθανε· συνηφανίσθησαν δὲ τοῖς ἡγεμόσι καὶ αἱ πόλεις, Τισιαοῦς τε καὶ Ὀυάγα καὶ Θάλα, ἔτι δὲ καὶ Κάψα, τὸ γαζοφυλάκιον τοῦ Ἰουγούρθα, καὶ Ζάμα καὶ Ζίγχα καὶ πρὸς αἷς κατεπολέμησε Καῖσαρ Σκιπίωνα ὁ θεός, πρὸς Ῥουσπίνῳ μὲν πρῶτον νικῶν, εἶτα πρὸς Οὐζίτοις, εἶτα πρὸς Θάψῳ καὶ τῇ πλησίον λίμνῃ καὶ ταῖς ἄλλαις· πλησίον δὲ καὶ Ζέλλα καὶ Ἀχόλλα, ἐλεύθεραι πόλεις· εἷλε δʼ ἐξ ἐφόδου Καῖσαρ τὴν νῆσον καὶ Θέναν, πολίχνην ἐπιθαλαττιδίαν.
此后,一个又一个的战争相继爆发,最后是针对西庇阿与神圣恺撒之间展开的战争,在这场战争中尤巴也死去了;与领袖们一同消逝的还有那些城市,即蒂西亚乌斯、瓦加、塔拉,此外还有朱古达的宝库卡普萨,以及扎马、齐哈,还有神圣恺撒击败西庇阿的那些地方(首先在鲁斯皮纳附近获胜,接着在乌济塔附近,再接着在萨普苏斯及附近的湖泊和其他地方附近);附近还有泽拉和阿霍拉,它们是自由城市;恺撒还通过突袭击占了该岛和沿海小镇塞纳。
τούτων πασῶν αἱ μὲν τελέως ἠφανίσθησαν, αἱ δʼ ἡμίσπαστοι κατελείφθησαν· Φαρὰν δʼ οἱ Σκιπίωνος ἱππεῖς ἐνέπρησαν.
在所有这些城市中,有些完全消失了,有些则留下了半毁的遗迹;而法拉则被西庇阿的骑兵烧毁。
§17.3.13μετὰ δʼ οὖν Τρητὸν ἡ Μασυλιέων ἐστὶ καὶ ἡ Καρχηδονίων παραπλησία χώρα.
在特雷托斯之后,便是马舒利人的土地以及与之相邻的迦太基人的领土。
Κίρτα τέ ἐστιν ἐν μεσογαίᾳ, τὸ Μασανάσσου καὶ τῶν ἑξῆς διαδόχων βασίλειον, πόλις εὐερκεστάτη καὶ κατεσκευασμένη καλῶς τοῖς πᾶσι καὶ μάλιστα ὑπὸ Μικίψα, ὅστις καὶ Ἕλληνας συνῴκισεν ἐν αὐτῇ καὶ τοσαύτην ἐποίησεν ὥστʼ ἐκπέμπειν μυρίους ἱππέας, διπλασίους δὲ πεζούς.
奇尔塔位于内陆,是马萨纳塞斯及其后继继承者们的王都,这是一座防守极为严密且在各方面都建设得很好的城市,特别是得到了米基普萨斯的建设,他还将希腊人安置在其中,并使其规模宏大,以至于能派出万名骑兵和两倍于此的步兵。
ἥ τε δὴ Κίρτα ἐνταῦθα καὶ οἱ δύο Ἱππῶνες, ὁ μὲν πλησίον Ἰτύκης ὁ δὲ ἀπωτέρω πρὸς τῷ Τρητῷ μᾶλλον, ἄμφω βασίλεια.
那么,奇尔塔就在这里,还有两个希波(一个在乌提卡附近,另一个较远,更靠近特雷托斯),两者都是王都。
ἡ δὲ Ἰτύκη δευτέρα μετὰ Καρχηδόνα τῷ μεγέθει καὶ τῷ ἀξιώματι· καταλυθείσης δὲ Καρχηδόνος ἐκείνη ἦν ὡς ἂν μητρόπολις τοῖς Ῥωμαίοις καὶ ὁρμητήριον πρὸς τὰς ἐν Λιβύῃ πράξεις· ἵδρυται δʼ ἐν αὐτῷ τῷ κόλπῳ τῷ Καρχηδονιακῷ πρὸς θατέρῳ τῶν ἀκρωτηρίων τῶν ποιούντων τὸν κόλπον, ὧν τὸ μὲν πρὸς τῇ Ἰτύκῃ καλοῦσιν Ἀπολλώνιον, θάτερον δʼ Ἑρμαίαν, καὶ εἰσὶν ἐν ἐπόψει ἀλλήλαις αἱ πόλεις.
乌提卡在规模和地位上仅次于迦太基;在迦太基被摧毁后,乌提卡对罗马人来说就像是一个首府,也是他们在利比亚事务的基地;它坐落在迦太基湾本身,靠近形成该湾的两个岬角之一,其中靠近乌提卡的一个被称为阿波罗尼翁,另一个被称为赫尔迈亚,并且这些城市彼此可见。
ῥεῖ δὲ τῆς Ἰτύκης πλησίον ὁ Βαγράδας ποταμός· εἰσὶ δʼ ἀπὸ Τρητοῦ μέχρι Καρχηδόνος στάδιοι δισχίλιοι πεντακόσιοι· οὔτε τοῦθʼ ὁμολογεῖται δὲ τὸ διάστημα οὔτε τὸ μέχρι Σύρτεων.
巴格拉达斯河流经乌提卡附近;从特雷托斯到迦太基的距离为两千五百斯塔德;但无论是这个距离,还是到苏尔特斯的距离,都没有达成一致。

词汇与语法注释

  1. 17.3.11μεγέθει δὲ ἑπτασπονδύλων — μεγέθει 为关系与格(“在大小上”),属格形容词 ἑπτασπονδύλων(“具有七节/脊椎的”)修饰前句的属格名词 σκορπίων(“蝎子”),以此具体说明这些巨型蝎子的身体特征。
  2. 17.3.11δίκαρπον ἔχουσι τὴν γῆν — δίκαρπον 是名词 γῆν 的宾语补足语(谓语性形容词),表示他们拥有的土地是“一年两熟的”或处于双季作物的状态。
  3. 17.3.12ἅτε τῶν νεμομένων αὐτὴν πλειόνων γενομένων — 由 ἅτε 引导的属格独立结构,表示客观原因(“因为……”)。在此处它与并列的后继从句 καὶ τῶν Ῥωμαίων... χρωμένων 一起,解释了该地区领土划分频繁的原因。
  4. 17.3.12ὥστε καὶ ἀφαιρεῖσθαι καὶ χαρίζεσθαι συνέβαινεν ἄλλοις ἄλλα — 由 ὥστε 引导的结果从句。在非人称动词 συνέβαινεν(“结果是……”)之下,被动不定式 ἀφαιρεῖσθαι 和 χαρίζεσθαι 充当主语短语,其逻辑上的主宾关系由 ἄλλοις ἄλλα(“不同的人被夺去或获赠不同的东西”)来承担。

引用这一段

斯特拉波, 地理学 §17.3.11-17.3.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.3.11-17.3.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。