§17.3.1περὶ δὲ Λιβύης ἐφεξῆς λέγωμεν, ὅπερ λείπεται μέρος τῆς συμπάσης γεωγραφίας.
次に、全地理の記述において残されている部分であるリビアについて語ろう。
εἴρηται μὲν οὖν καὶ πρότερον πολλὰ περὶ αὐτῆς, ἀλλὰ καὶ νῦν ὅσα καίρια προσυπομνηστέον, προστιθέντας καὶ τὰ μὴ λεχθέντα πρότερον.
これについても以前に多くのことが語られているが、今もなお要点を想起しておくべきであり、以前に語られなかったことも付け加えるべきである。
οἱ μὲν οὖν πρὸς τὰς ἠπείρους τὴν οἰκουμένην διελόντες ἀνίσως διεῖλον·
さて、居住世界を大陸ごとに分けた人々は、それを不均等に分けたのである。
ἐμφαίνει γὰρ τὸ τριχῆ τὸ εἰς τρία ἴσα·
なぜなら「三つに」という表現は、三つの等しい部分に分けることを示唆しているからである。
τοσοῦτο δʼ ἀπολείπεται τοῦ τρίτον εἶναι μέρος τῆς οἰκουμένης ἡ Λιβύη ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξειε τῇ Ἀσίᾳ·
しかしリビアは、居住世界の三分の一であることには非常に及ばないので、ヨーロッパと合算されても、アジアと等しくなるとは見なされないほどである。
τάχα δὲ καὶ τῆς Εὐρώπης ἐλάττων ἐστί, κατὰ δὲ τὴν δύναμιν καὶ πολλῷ τινι·
おそらくヨーロッパよりも小さく、その国力においてははるかに劣る。
ἔρημος γάρ ἐστιν ἡ πολλὴ τῆς μεσογαίας καὶ τῆς παρωκεανίτιδος, κατοικίαις δὲ κατάστικτός ἐστι μικραῖς καὶ σποράσι καὶ νομαδικαῖς ταῖς πλείσταις·
なぜなら内陸部や大洋沿いの地域の大部分は砂漠であり、小さく散在した、その大半が遊牧民の集落によって斑点状に点在しているからである。
πρὸς δὲ τῇ ἐρημίᾳ καὶ τὸ θηριοτρόφον ἐξελαύνει καὶ ἐκ τῆς δυναμένης οἰκεῖσθαι·
砂漠であることに加え、猛獣が繁殖していることも、居住可能な地域からさえ人々を追い払っている。
πολὺ δὲ καὶ τῆς διακεκαυμένης ἐπιλαμβάνει ζώνης.
また、熱帯の大部分をも占めている。
ἡ μέντοι καθʼ ἡμᾶς εὐδαιμόνως οἰκεῖται πᾶσα παραλία ἡ μεταξὺ Νείλου καὶ στηλῶν, καὶ μάλιστα ἡ ὑπὸ Καρχηδονίοις γενομένη·
しかし、我々の海に面した、ナイル川とヘラクレスの柱との間の全沿岸地域、とりわけカルタゴ人の支配下にあった地域は、豊かに人が住んでいる。
ἀνυδρίαι δέ τινες κἀνταῦθα παρεμπίπτουσιν, οἷαι περί τε τὰς Σύρτεις καὶ τοὺς Μαρμαρίδας καὶ τὸν Καταβαθμόν.
しかし、水不足の地域がそこにも点在しており、それはシュルティス地方、マルマリカ地方、そしてカタバトモス地方の周辺に見られるようなものである。
ἔστι δὲ ὀρθογωνίου τριγώνου τὸ σχῆμα, ὡς ἄν τις ἐν ἐπιπέδῳ νοήσειε, βάσιν μὲν ἔχον τὴν καθʼ ἡμᾶς παραλίαν τὴν ἀπὸ τῆς Αἰγύπτου καὶ Νείλου μέχρι Μαυρουσίας καὶ στηλῶν, πρὸς ὀρθὰς δὲ ταύτῃ πλευρὰν ἣν ὁ Νεῖλος ποιεῖ μέχρι Αἰθιοπίας, προσεκβαλλόντων ἡμῶν ἕως Ὠκεανοῦ, τὴν δʼ ὑποτείνουσαν τῇ ὀρθῇ τὴν παρωκεανῖτιν ἅπασαν τὴν μεταξὺ Αἰθιόπων καὶ Μαυρουσίων.
その形は、平面上で考えるなら、直角三角形である。 それは、エジプトおよびナイル川からマウルシアと柱に至る我々の海の沿岸を底辺とし、これに対して直角をなす辺を、ナイル川がエチオピアまで形成する辺とし(我々がこれに大洋まで延長線を引くとして)、直角に対する斜辺を、エチオピア人とマウルシア人の間の大洋沿いの地域全体とする。
τὸ μὲν οὖν κατʼ αὐτὴν τὴν κορυφὴν τοῦ λεχθέντος σχήματος ἤδη πως ὑποπῖπτον τῇ διακεκαυμένῃ λέγομεν ἐξ εἰκασμοῦ διὰ τὸ ἀπρόσιτον, ὥστʼ οὐδὲ τὸ μέγιστον πλάτος τῆς χώρας ἔχοιμεν ἂν λέγειν·
それゆえ、上述の図形の頂点にあたる部分はすでに焦熱帯にいくらか属しており、近づきがたいために我々は推測によって語るにすぎない。 したがって、この土地の最大幅さえ語ることはできない。
τὸ μέντοι τοσοῦτον ἐν τοῖς πρόσθεν λόγοις ἔφαμεν ὅτι ἐξ Ἀλεξανδρείας εἰς Μερόην τὸ βασίλειον τῶν Αἰθιόπων πρὸς νότον ἰόντι στάδιοί εἰσι περὶ μυρίους, ἐκεῖθεν δʼ ἐπʼ εὐθείας ἐπὶ τοὺς ὅρους τῆς διακεκαυμένης καὶ τῆς οἰκουμένης ἄλλοι τρισχίλιοι·
しかしながら、これほどのこと(次のこと)は以前の記述で述べた。 すなわち、アレクサンドリアからエチオピア人の王都メロエまで南へ進む者にとっては約1万スタディオンであり、そこから直線的に焦熱帯と居住世界の境界まではさらに3千スタディオンであるということだ。
τὸ γοῦν αὐτὸ θετέον τὸ μέγιστον πλάτος τῆς Λιβύης, μυρίους καὶ τρισχιλίους ἢ τετρακισχιλίους σταδίους, μῆκος δὲ μικρῷ ἔλαττον ἢ διπλάσιον.
したがって、リビアの最大幅はそれと同じ(1万3千)か、あるいは1万4千スタディオンと仮定すべきであり、長さは幅の2倍より少し短い。
τὰ καθʼ ὅλου μὲν ταῦτα περὶ Λιβύης·
リビアに関する全体的な事柄は以上の通りである。
τὰ καθʼ ἕκαστα δὲ λεκτέον ἀρξαμένοις ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τῶν ἐπιφανεστέρων.
個別的な事柄については、西方の地域、かつより著名な地域から始めて語るべきである。
§17.3.2οἰκοῦσι δʼ ἐνταῦθα Μαυρούσιοι μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, Μαῦροι δʼ ὑπὸ τῶν Ῥωμαίων καὶ τῶν ἐπιχωρίων, Λιβυκὸν ἔθνος μέγα καὶ εὔδαιμον, ἀντίπορθμον τῇ Ἰβηρίᾳ.
ここには、ギリシア人からはマウルシオイと呼ばれ、ローマ人や現地人からはマウリーと呼ばれる人々が住んでいる。 彼らは強大で豊かなリビア系の民族であり、イベリアの対岸に位置している。
κατὰ τοῦτο δὲ καὶ ὁ κατὰ τὰς στήλας τὰς Ἡρακλείους πορθμός ἐστι, περὶ οὗ πολλὰ εἴρηται.
この地において、ヘラクレスの柱のそばの海峡もあり、これについては多くのことが語られている。
ἔξω δὲ προελθόντι τοῦ κατὰ τὰς στήλας πορθμοῦ, τὴν Λιβύην ἐν ἀριστερᾷ ἔχοντι ὄρος ἐστίν, ὅπερ οἱ μὲν Ἕλληνες Ἄτλαντα καλοῦσιν οἱ βάρβαροι δὲ Δύριν.
柱のそばの海峡を出て進み、左手にリビアを見るとき、山がある。 これをギリシア人はアトラスと呼び、異民族はデュリスと呼ぶ。
ἐντεῦθεν δὲ πρόπους ἔκκειταί τις ὕστατος πρὸς δύσιν τῆς Μαυρουσίας αἱ Κώτεις λεγόμεναι·
ここから、マウルシアの西の端に突き出た岬があり、コテイスと呼ばれている。
πλησίον δὲ καὶ πολίχνιον μικρὸν ὑπὲρ τῆς θαλάττης, ὅπερ Τρίγγα καλοῦσιν οἱ βάρβαροι, Λύγγα δʼ ὁ Ἀρτεμίδωρος προσηγόρευκε, Ἐρατοσθένης δὲ Λίξον·
その近くには、海を見下ろす小さな町があり、異民族はトリンガと呼び、アルテミドロスはリュンガと呼び、エラトステネスはリクソスと呼んだ。
κεῖται δʼ ἀντίπορθμον τοῖς Γαδείροις ἐν διάρματι σταδίων ὀκτακοσίων, ὅσον ἑκάτερα διέχει τοῦ κατὰ τὰς στήλας πορθμοῦ·
それはガデイラの対岸に位置し、海路で800スタディオンの距離にあり、これは両者が柱のそばの海峡から離れている距離に等しい。
πρὸς νότον δὲ τῇ Λίξῳ καὶ ταῖς Κώτεσι παράκειται κόλπος Ἐμπορικὸς καλούμενος, ἔχων Φοινικικὰς ἐμπορικὰς κατοικίας.
リクソスとコテイスの南には、エンポリコス湾と呼ばれる湾が隣接しており、そこにはフェニキア人の交易地がある。
ἔστι μὲν οὖν πᾶσα ἡ συνεχὴς τῷ κόλπῳ τούτῳ παραλία κολπώδης, ὑπεξαιρουμένῳ δὲ τοὺς κόλπους καὶ τὰς ἐξοχὰς κατὰ τὸ σχῆμα τὸ τριγωνοειδὲς ὃ ὑπέγραψα, νοείσθω μᾶλλον ἐπὶ τὴν μεσημβρίαν ἅμα καὶ τὴν ἕω λαμβάνουσα τὴν αὔξησιν ἡ ἤπειρος.
さて、この湾に続く海岸線全体は屈曲に富んでいるが、私が描き出した三角形の形状に従って湾や突起を除外して考えるなら、この大陸は南と東の双方に向けて拡大していると理解されるべきである。
τὸ δʼ ὄρος διὰ μέσης ἐκτεινόμενον τῆς Μαυρουσίας τὸ ἀπὸ τῶν Κώτεων μέχρι καὶ Σύρτεων οἰκεῖται καὶ αὐτὸ καὶ ἄλλα παράλληλα αὐτῷ κατʼ ἀρχὰς μὲν ὑπὸ τῶν Μαυρουσίων, ἐν βάθει δὲ τῆς χώρας ὑπὸ τοῦ μεγίστου τῶν Λιβυκῶν ἐθνῶν, οἳ Γαίτουλοι λέγονται.
マウルシアの中央を通り、コテイスからシュルティスまで延びるその山、およびそれと平行に走る他の山々には、最初はマウルシオイが住み、土地の奥深くでは、ゲトウロイと呼ばれるリビア最大の民族が住んでいる。