§17.3.1περὶ δὲ Λιβύης ἐφεξῆς λέγωμεν, ὅπερ λείπεται μέρος τῆς συμπάσης γεωγραφίας.
接下来,让我们谈谈利比亚,这是整个地理学中剩下的一部分。
εἴρηται μὲν οὖν καὶ πρότερον πολλὰ περὶ αὐτῆς, ἀλλὰ καὶ νῦν ὅσα καίρια προσυπομνηστέον, προστιθέντας καὶ τὰ μὴ λεχθέντα πρότερον.
虽然以前关于它已经说了许多,但现在我们仍必须回想起其中要点,并加上以前未曾说过的部分。
οἱ μὲν οὖν πρὸς τὰς ἠπείρους τὴν οἰκουμένην διελόντες ἀνίσως διεῖλον· ἐμφαίνει γὰρ τὸ τριχῆ τὸ εἰς τρία ἴσα·
那些按大陆划分居住世界的人划分得并不均匀;因为“分为三部分”这一表述暗示着三个相等的部分。
τοσοῦτο δʼ ἀπολείπεται τοῦ τρίτον εἶναι μέρος τῆς οἰκουμένης ἡ Λιβύη ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξειε τῇ Ἀσίᾳ· τάχα δὲ καὶ τῆς Εὐρώπης ἐλάττων ἐστί, κατὰ δὲ τὴν δύναμιν καὶ πολλῷ τινι·
然而,利比亚远没有达到居住世界的三分之一,以至于即使与欧洲合并,也似乎无法与亚洲相提并论;它甚至可能比欧洲还要小,而在实力上则相差甚远。
ἔρημος γάρ ἐστιν ἡ πολλὴ τῆς μεσογαίας καὶ τῆς παρωκεανίτιδος, κατοικίαις δὲ κατάστικτός ἐστι μικραῖς καὶ σποράσι καὶ νομαδικαῖς ταῖς πλείσταις·
因为内陆和大洋沿岸的大部分地区都是荒漠,仅星罗棋布地分布着一些小而分散的、且大多为游牧民族的定居点。
πρὸς δὲ τῇ ἐρημίᾳ καὶ τὸ θηριοτρόφον ἐξελαύνει καὶ ἐκ τῆς δυναμένης οἰκεῖσθαι· πολὺ δὲ καὶ τῆς διακεκαυμένης ἐπιλαμβάνει ζώνης.
除了荒漠之外,猛兽的繁衍也将人们从即使可以居住的地方驱逐出去;而且它还占据了焦热带的大部分地区。
ἡ μέντοι καθʼ ἡμᾶς εὐδαιμόνως οἰκεῖται πᾶσα παραλία ἡ μεταξὺ Νείλου καὶ στηλῶν, καὶ μάλιστα ἡ ὑπὸ Καρχηδονίοις γενομένη·
然而,在我们的海(地中海)一侧,尼罗河与赫拉克勒斯之柱之间的整个沿海地区,特别是曾处于迦太基人统治下的地区,都居住得十分繁荣。
ἀνυδρίαι δέ τινες κἀνταῦθα παρεμπίπτουσιν, οἷαι περί τε τὰς Σύρτεις καὶ τοὺς Μαρμαρίδας καὶ τὸν Καταβαθμόν.
不过,这里也有一些缺水地区点缀其间,如在苏尔特、马尔马里卡和卡塔巴特莫斯周围。
ἔστι δὲ ὀρθογωνίου τριγώνου τὸ σχῆμα, ὡς ἄν τις ἐν ἐπιπέδῳ νοήσειε, βάσιν μὲν ἔχον τὴν καθʼ ἡμᾶς παραλίαν τὴν ἀπὸ τῆς Αἰγύπτου καὶ Νείλου μέχρι Μαυρουσίας καὶ στηλῶν, πρὸς ὀρθὰς δὲ ταύτῃ πλευρὰν ἣν ὁ Νεῖλος ποιεῖ μέχρι Αἰθιοπίας, προσεκβαλλόντων ἡμῶν ἕως Ὠκεανοῦ, τὴν δʼ ὑποτείνουσαν τῇ ὀρθῇ τὴν παρωκεανῖτιν ἅπασαν τὴν μεταξὺ Αἰθιόπων καὶ Μαυρουσίων.
它的形状是一个直角三角形,就像人们在平面上所能想象的那样,以我们从埃及和尼罗河到茂鲁西亚及柱子的沿海为底边,以尼罗河到埃塞俄比亚所形成的边(我们将其延伸到大洋)作为与底边垂直的直角边,以埃塞俄比亚人与茂鲁西亚人之间的大洋沿岸整个地区作为对直角的斜边。
τὸ μὲν οὖν κατʼ αὐτὴν τὴν κορυφὴν τοῦ λεχθέντος σχήματος ἤδη πως ὑποπῖπτον τῇ διακεκαυμένῃ λέγομεν ἐξ εἰκασμοῦ διὰ τὸ ἀπρόσιτον, ὥστʼ οὐδὲ τὸ μέγιστον πλάτος τῆς χώρας ἔχοιμεν ἂν λέγειν·
因此,关于上述图形顶端的部分,由于已经多少属于焦热带,且因无法接近,我们只能凭推测来谈论,以至于我们甚至无法说出该国度的最大宽度。
τὸ μέντοι τοσοῦτον ἐν τοῖς πρόσθεν λόγοις ἔφαμεν ὅτι ἐξ Ἀλεξανδρείας εἰς Μερόην τὸ βασίλειον τῶν Αἰθιόπων πρὸς νότον ἰόντι στάδιοί εἰσι περὶ μυρίους, ἐκεῖθεν δʼ ἐπʼ εὐθείας ἐπὶ τοὺς ὅρους τῆς διακεκαυμένης καὶ τῆς οἰκουμένης ἄλλοι τρισχίλιοι·
然而,在之前的论述中我们已经说过:从亚历山大里亚向南前往埃塞俄比亚人的王都美罗埃,约有一万斯塔迪翁,从那里直线前往焦热带与居住世界的边界,还有三千斯塔迪翁。
τὸ γοῦν αὐτὸ θετέον τὸ μέγιστον πλάτος τῆς Λιβύης, μυρίους καὶ τρισχιλίους ἢ τετρακισχιλίους σταδίους, μῆκος δὲ μικρῷ ἔλαττον ἢ διπλάσιον.
因此,必须将同样的一万三千或一万四千斯塔迪翁设定为利比亚的最大宽度,而其长度则比宽度的两倍稍短一些。
τὰ καθʼ ὅλου μὲν ταῦτα περὶ Λιβύης· τὰ καθʼ ἕκαστα δὲ λεκτέον ἀρξαμένοις ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τῶν ἐπιφανεστέρων.
以上是关于利比亚的总体情况;而具体情况则应从西方且较著名的部分开始论述。
§17.3.2οἰκοῦσι δʼ ἐνταῦθα Μαυρούσιοι μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, Μαῦροι δʼ ὑπὸ τῶν Ῥωμαίων καὶ τῶν ἐπιχωρίων, Λιβυκὸν ἔθνος μέγα καὶ εὔδαιμον, ἀντίπορθμον τῇ Ἰβηρίᾳ.
住在这里的是被希腊人称为茂鲁西奥伊、而被罗马人和当地人称为茂里的人,他们是一个强大且富庶的利比亚民族,与伊比利亚隔海相望。
κατὰ τοῦτο δὲ καὶ ὁ κατὰ τὰς στήλας τὰς Ἡρακλείους πορθμός ἐστι, περὶ οὗ πολλὰ εἴρηται.
在这里也有赫拉克勒斯之柱旁的海峡,关于它已经有了许多论述。
ἔξω δὲ προελθόντι τοῦ κατὰ τὰς στήλας πορθμοῦ, τὴν Λιβύην ἐν ἀριστερᾷ ἔχοντι ὄρος ἐστίν, ὅπερ οἱ μὲν Ἕλληνες Ἄτλαντα καλοῦσιν οἱ βάρβαροι δὲ Δύριν.
从赫拉克勒斯之柱的海峡出来并继续前行,将利比亚置于左侧,有一座山,希腊人称之为阿特拉斯,而蛮族称之为迪里斯。
ἐντεῦθεν δὲ πρόπους ἔκκειταί τις ὕστατος πρὸς δύσιν τῆς Μαυρουσίας αἱ Κώτεις λεγόμεναι·
从这里向西,突出了茂鲁西亚的最西端的一个山脚(岬角),被称为科特伊斯。
πλησίον δὲ καὶ πολίχνιον μικρὸν ὑπὲρ τῆς θαλάττης, ὅπερ Τρίγγα καλοῦσιν οἱ βάρβαροι, Λύγγα δʼ ὁ Ἀρτεμίδωρος προσηγόρευκε, Ἐρατοσθένης δὲ Λίξον· κεῖται δʼ ἀντίπορθμον τοῖς Γαδείροις ἐν διάρματι σταδίων ὀκτακοσίων, ὅσον ἑκάτερα διέχει τοῦ κατὰ τὰς στήλας πορθμοῦ·
在这附近还有海边的一座小镇,蛮族称之为特林加,阿特米多罗斯称之为伦加,而埃拉托斯特尼称之为里克索斯;它与加代拉隔海相望,航程为八百斯塔迪翁,这相当于两者各自距离赫拉克勒斯之柱海峡的距离。
πρὸς νότον δὲ τῇ Λίξῳ καὶ ταῖς Κώτεσι παράκειται κόλπος Ἐμπορικὸς καλούμενος, ἔχων Φοινικικὰς ἐμπορικὰς κατοικίας.
在里克索斯和科特伊斯的南面,紧邻着一个被称为恩波里克斯(商业)湾的海湾,拥有腓尼基人的商业居留地。
ἔστι μὲν οὖν πᾶσα ἡ συνεχὴς τῷ κόλπῳ τούτῳ παραλία κολπώδης, ὑπεξαιρουμένῳ δὲ τοὺς κόλπους καὶ τὰς ἐξοχὰς κατὰ τὸ σχῆμα τὸ τριγωνοειδὲς ὃ ὑπέγραψα, νοείσθω μᾶλλον ἐπὶ τὴν μεσημβρίαν ἅμα καὶ τὴν ἕω λαμβάνουσα τὴν αὔξησιν ἡ ἤπειρος.
虽然与该海湾相连的整个沿海地区都呈海湾状弯曲,但若根据我所描绘的三角形形状,排除海湾和凸起,则应理解为该大陆是在同时向南和向东两方向扩展的。
τὸ δʼ ὄρος διὰ μέσης ἐκτεινόμενον τῆς Μαυρουσίας τὸ ἀπὸ τῶν Κώτεων μέχρι καὶ Σύρτεων οἰκεῖται καὶ αὐτὸ καὶ ἄλλα παράλληλα αὐτῷ κατʼ ἀρχὰς μὲν ὑπὸ τῶν Μαυρουσίων, ἐν βάθει δὲ τῆς χώρας ὑπὸ τοῦ μεγίστου τῶν Λιβυκῶν ἐθνῶν, οἳ Γαίτουλοι λέγονται.
横穿茂鲁西亚中部、从科特伊斯一直延伸到苏尔特的这座山,以及与其平行的其他山脉,最初是由茂鲁西奥伊居住,而在国土深处,则由利比亚最大的民族——被称为盖图利的人所居住。