Humanitext Reader

ストラボン · 地理誌 §17.2.4-17.2.5

エジプト特有の動植物と生活習慣

567 / 577 箇所 · ギリシア語

要旨

エジプト独自の動植物(パピルス、各種の魚や鳥、コブラなど)の特徴と、アレクサンドリアのイビスについて記述し、さらに特異なエジプトの生活習慣、ビールの醸造、割礼、および魚類の遡上に関するアリストブロスの見解を詳述する。

§17.2.4τοῖς δʼ Αἰγυπτιακοῖς καὶ ταῦτα προσθετέον ὅσα ἰδιάζοντα, οἷον ὁ Αἰγύπτιος λεγόμενος κύαμος ἐξ οὗ τὸ κιβώριον, καὶ ἡ βύβλος·
そしてエジプトの事物には、特徴的なすべてのものを加えるべきである。 例えば、いわゆるエジプト豆(これからキボリオンが作られる)や、パピルスなどである。
ἐνταῦθα γὰρ καὶ παρʼ Ἰνδοῖς μόνον·
これらはここ(エジプト)と、インド人にのみ見られるからである。
ἡ δὲ περσέα ἐνταῦθα μόνον καὶ παρʼ Αἰθίοψι, δένδρον μέγα, καρπὸν ἔχον γλυκὺν καὶ μέγαν, καὶ ἡ συκάμινος ἡ ἐκφέρουσα τὸν λεγόμενον καρπὸν συκόμορον·
また、ペルセアはここ(エジプト)とエチオピア人にのみ見られ、甘くて大きな実を結ぶ大木である。 そして、いわゆるシコマシの実を結ぶシカモアイチジクの木である。
σύκῳ γὰρ ἔοικεν· ἄτιμον δʼ ἐστὶ κατὰ τὴν γεῦσιν·
それはイチジクに似ているが、味の点では取るに足らない。
γίνεται δὲ καὶ τὸ κόρσιον καὶ ὅμοιόν τι πεπέρει τράγημα, μικρῷ αὐτοῦ μεῖζον.
また、コルシオンや、コショウに似た、それより少し大きいおやつも採れる。
ἰχθύες δʼ ἐν τῷ Νείλῳ πολλοὶ μὲν καὶ ἄλλοι χαρακτῆρα ἔχοντες ἴδιον καὶ ἐπιχώριον, γνωριμώτατοι δὲ ὅ τε ὀξύρυγχος καὶ ὁ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος ὃν καὶ φάγρον καλοῦσιν, ἔτι σίλουρος κιθαρὸς θρίσσα κεστρεὺς λύχνος φῦσα βοῦς·
ナイル川の魚については、固有で現地特有の特徴を持つ他の多くの魚もいるが、最もよく知られているのは、オクシュリュンコス、レピドートス、ラトス、アラベース、コラキノス、コイロス、ファグローリオス(これはファグロスとも呼ばれる)、さらに、シロウロス、キタロス、スリッサ、ケストレウス、リュクノス、ピューサ、ブースである。
ὀστρακίων δὲ κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι·
貝類としては、哀叫に似た声を出す大きなカタツムリがいる。
ζῷα ἐπιχώρια καὶ ὁ ἰχνεύμων καὶ ἡ ἀσπὶς ἡ Αἰγυπτία ἴδιόν τι ἔχουσα παρὰ τὰς ἐν ἄλλοις·
現地特有の動物としては、イチニューモンや、他所のものとは異なる特異な性質を持つエジプトのコブラがいる。
διττὴ δʼ ἐστίν, ἡ μὲν σπιθαμιαία ἥπερ καὶ ὀξυθανατωτέρα, ἡ δʼ ἐγγὺς ὀργυιᾶς, ὡς καὶ Νίκανδρος ὁ τὰ θηριακὰ γράψας εἴρηκε·
それは二種類あり、一方は一スパンの長さで、より即死をもたらし、他方はほぼ一尋に達する。 これは『毒獣誌』を書いたニカンドロスが述べている通りである。
καὶ τῶν ὀρνέων ἶβις καὶ ἱέραξ ὁ Αἰγύπτιος, ἥμερος παρὰ τοὺς ἄλλοθι, ὡς καὶ ἡ αἴλουρος·
また、鳥類ではイビスやエジプトのハヤブサがおり、他所のものに比べて人によく慣れている。 ネコがそうであるように。
καὶ ὁ νυκτικόραξ ἰδιότροπος ἐνθάδε·
また、ゴイサギもここでは風変わりである。
παρʼ ἡμῖν μὲν γὰρ ἀετοῦ μέγεθος ἴσχει καὶ φθέγγεται βαρύ, ἐν Αἰγύπτῳ δὲ κολοιοῦ μέγεθος καὶ φθογγὴ διάφορος·
我々の地ではワシほどの大きさがあり、低い声で鳴くが、エジプトではコクマルガラスほどの大きさで、鳴き声も異なる。
ἡμερώτατον δʼ ἡ ἶβις, πελαργώδης μὲν κατὰ σχῆμα καὶ μέγεθος, διττὴ δὲ τὴν χρόαν, ἡ μὲν πελαργώδης ἡ δὲ ὅλη μέλαινα·
そして、イビスはきわめて人馴れしており、形と大きさはコウノトリに似ているが、羽色は二種類あり、一方はコウノトリに似ており、他方は全身が黒い。
μεστὴ δʼ αὐτῶν ἅπασα τρίοδος ἐν Ἀλεξανδρείᾳ, πῆ μὲν χρησίμως πῆ δʼ οὐ χρησίμως·
アレクサンドリアのすべての辻は彼らで満ちており、ある点では有益だが、ある点では不都合である。
χρησίμως μὲν ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ ἐν τοῖς κρεωπωλίοις καὶ τοῖς ὀψοπωλίοις ἀποκαθάρματα, δυσχρήστως δὲ ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρείων καὶ τῶν ἀλλοτρίων μολυσμοῦ παντός.
有益であるというのは、あらゆる有害な小動物や、肉屋や魚屋の生ゴミをすべて拾い集めて食べるからであり、不都合であるというのは、何でも食べ、不潔で、清潔な場所から遠ざけるのが難しく、他の一切のものを汚してしまうからである。
§17.2.5Ἀληθὲς δὲ καὶ τὸ Ἡροδότου καὶ ἔστιν Αἰγυπτιακὸν τὸ τὸν μὲν πηλὸν ταῖς χερσὶ φυρᾶν, τὸ δὲ στέαρ τὸ εἰς τὴν ἀρτοποιίαν τοῖς ποσί.
また、ヘロドトスの記述も真実であり、粘土を手でこね、パン作りのための生地を足でこねるというのはエジプトの特徴である。
καὶ οἱ * κάκεις δὲ ἴδιόν τι ἄρτου γένος, στατικὸν κοιλίας, καὶ τὸ κῖκι καρπός τις σπειρόμενος ἐν ἀρούραις, ἐξ οὗ ἔλαιον ἀποθλίβεται εἰς μὲν λύχνον τοῖς ἀπὸ τῆς χώρας σχεδόν τι πᾶσιν, εἰς ἄλειμμα δὲ τοῖς πενεστέροις καὶ ἐργατικωτέροις καὶ ἀνδράσι καὶ γυναιξί·
また、カケイスもパンの独特な一種であり、胃腸を整える(下痢を止める)作用がある。 また、キキも畑に蒔かれる一種の果実であり、それから絞り出される油は、この地方のほとんどすべての人々にとってランプ用となり、より貧しい人々や労働に携わる男女にとっては体への塗擦用となる。
καὶ τὰ κοΐκινα δὲ πλέγματα Αἰγυπτιακά ἐστι φυτοῦ τινος, ὅμοια τοῖς σχοινίνοις ἢ φοινικίνοις.
また、コイクスヤシの編み物も、ある植物から作られるエジプト特有のものであり、ラッシュやデーツヤシで編んだものに似ている。
τὸ δὲ ζύθος ἰδίως μὲν σκευάζεται παρʼ ἐκείνοις, κοινὸν δʼ ἐστὶ πολλοῖς, καὶ παρʼ ἑκάστοις δὲ αἱ σκευασίαι διάφοροι.
ビールは、彼らの間では独特の方法で醸造されるが、多くの民族に共通するものであり、それぞれの民族で醸造方法は異なっている。
καὶ τοῦτο δὲ τῶν μάλιστα ζηλουμένων παρʼ αὐτοῖς τὸ πάντα τρέφειν τὰ γεννώμενα παιδία καὶ τὸ περιτέμνειν καὶ τὰ θήλεα ἐκτέμνειν, ὅπερ καὶ τοῖς Ἰουδαίοις νόμιμον·
また、彼らの間で最も熱心に行われている慣習の中には、生まれた子供をすべて育てること、そして割礼を施し、女子にも切除を施すことがあり、これはユダヤ人にとっても掟となっている。
καὶ οὗτοι δʼ εἰσὶν Αἰγύπτιοι τὸ ἀνέκαθεν, καθάπερ εἰρήκαμεν ἐν τῷ περὶ ἐκείνων λόγῳ.
そして、彼ら(ユダヤ人)も、彼らについて論じた箇所で述べたように、元々はエジプト人である。
φησὶ δʼ Ἀριστόβουλος ἐκ τῆς θαλάττης μηδὲν ἀνατρέχειν ὄψον εἰς τὸν Νεῖλον πλὴν κεστρέως καὶ θρίσσης καὶ δελφῖνος διὰ τοὺς κροκοδείλους, τοὺς μὲν δελφῖνας διὰ τὸ κρείττους εἶναι, τοὺς δὲ κεστρέας τῷ παραπέμπεσθαι ὑπὸ τῶν χοίρων παρὰ γῆν κατά τινα οἰκείωσιν φυσικήν·
アリストブロスによれば、ワニのせいで、ボラ、スリッサ、イルカを除いては、いかなる魚も海からナイル川へ遡上することはない。 イルカはワニより強いためであり、ボラは、ある自然な親和性によって、川岸に沿ってコイロスに伴われて進むからである。
τῶν δὲ χοίρων ἀπέχεσθαι τοὺς κροκοδείλους στρογγύλων ὄντων καὶ ἐχόντων ἀκάνθας ἐπὶ τῇ κεφαλῇ φερούσας κίνδυνον τοῖς θηρίοις·
ワニがコイロスを避けるのは、それらが丸みを帯びており、頭部に棘があって、その獣に危険をもたらすからである。
ἀναθεῖν μὲν οὖν ἔαρος τοὺς κεστρέας γόνον ἔχοντας, μικρὸν δὲ πρὸ δύσεως πλειάδος καταβαίνειν τεξομένους ἀθρόους, ὅτε καὶ ἡ ἅλωσις αὐτῶν γίνεται περιπιπτόντων τοῖς φράγμασιν ἀθρόων·
それゆえ、ボラは春に卵を抱いて遡上し、プレアデス星団の没する少し前に、群れをなして産卵のために下る。 その時、それらは堰に一斉にかかるので、捕獲が行われる。
τοιαύτην δέ τινα εἰκάζειν ἔστι καὶ περὶ τῆς θρίσσης αἰτίαν.
スリッサについても、同様の理由を推測することができる。
ταῦτα καὶ περὶ Αἰγύπτου.
エジプトについても以上である。

語釈・文法注

  1. 17.2.4τοῖς δʼ Αἰγυπτιακοῖς — προσθετέον(加えるべきである)の動作の対象、あるいは関与を表す与格として解釈される。この文では、エジプトの事物にさらに特徴的な品々を付け加えるべきであることを示している。
  2. 17.2.5στατικὸν κοιλίας — στατικός は「静止させる」「固定する」という意味を持つ。医学的文脈での κοιλία(腹、胃腸)と結びつくことで、ここでは「胃腸の働きを固める」、すなわち「便秘にする」または「下痢を止める(収斂作用がある)」という効能を指している。
  3. 17.2.5τὸ πάντα τρέφειν — 対格不定詞句であり、前文の τῶν μάλιστα ζηλουμένων(最も熱心に追求されている慣習)の具体的な内容を示す同格、または主語として機能している。生まれた子供をすべて育てるという、ギリシア・ローマの嬰児遺棄習慣とは異なるエジプトの独特な掟を強調している。
  4. 17.2.5δύσεως πλειάδος — プレアデス星団の明け方の沈下(西天への没入)を指し、地中海地域における農耕や航海の暦において、秋の終わり(11月上旬)を示す代表的な天文学的指標である。ここでは魚が産卵のために川を下る時期を指している。

この箇所を引用する

ストラボン, 地理誌 §17.2.4-17.2.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.2.4-17.2.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。