Humanitext Reader

ストラボン · 地理誌 §17.2.1-17.2.3

エチオピア人の生活様式とメロエの習俗

566 / 577 箇所 · ギリシア語

要旨

著者はエチオピア地域の過酷な自然環境とそこに住む人々の極めて貧しい生活様式、家畜、小人族の伝承について述べ、また最大の都市メロエを含む地理的特徴や王政、宗教、葬送、奇妙な習俗について概説する。

§17.2.1πολλὰ δʼ εἴρηται περὶ τῶν Αἰθιοπικῶν ἐν τοῖς πρότερον, ὥστε συμπεριωδευμένα ἂν εἴη τῇ Αἰγύπτῳ καὶ τὰ τούτων. ὡς δʼ εἰπεῖν, τὰ ἄκρα τῆς οἰκουμένης τὰ παρακείμενα τῇ δυσκράτῳ καὶ ἀοικήτῳ διὰ καῦμα ἢ ψῦχος ἀνάγκη ἀποτεύγματα εἶναι τῆς εὐκράτου καὶ ἐλαττώματα· ταῦτα δʼ ἐκ τῶν βίων δῆλα καὶ τῆς πρὸς τὰς χρείας τὰς ἀνθρωπικὰς ἀπορίας. κακόβιοί τε δὴ καὶ γυμνῆτές εἰσι τὰ πολλὰ καὶ νομάδες· τά τε βοσκήματα αὐτοῖς ἐστι μικρά, πρόβατα καὶ αἶγες καὶ βόες· καὶ κύνες μικροί, τραχεῖς δὲ καὶ μάχιμοι. τάχα δὲ καὶ τοὺς Πυγμαίους ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενόησαν καὶ ἀνέπλασαν· ἑωρακὼς μὲν γὰρ οὐδεὶς ἐξηγεῖται τῶν πίστεως ἀξίων ἀνδρῶν. §17.2.2ζῶσί τʼ ἀπὸ κέγχρου καὶ κριθῆς, ἀφʼ ὧν καὶ ποτὸν ποιοῦσιν * αὐτοῖς ἔστιν· ἔλαιον δὲ βούτυρον καὶ στέαρ· οὐδʼ ἀκρόδρυα ἔχουσι πλὴν φοινίκων ὀλίγων ἐν κήποις βασιλικοῖς· ἔνιοι δὲ καὶ πόαν σιτοῦνται καὶ κλῶνας ἁπαλοὺς καὶ λωτὸν καὶ καλάμου ῥίζαν· κρέασι δὲ χρῶνται καὶ αἵματι καὶ γάλακτι καὶ τυρῷ. σέβονται δʼ ὡς θεοὺς τοὺς βασιλέας κατακλείστους ὄντας καὶ οἰκουροὺς τὸ πλέον. ἔστι δὲ τὸ μέγιστον αὐτοῖς βασίλειον ἡ Μερόη, πόλις ὁμώνυμος τῇ νήσῳ· τὴν δὲ νῆσον θυρεοειδῆ φασι τὸ σχῆμα, τό τε μέγεθος τάχα πρὸς ὑπερβολὴν εἴρηται μῆκος μὲν ὅσον τρισχιλίων σταδίων εὖρος δὲ χιλίων. ἔχει δʼ ἡ νῆσος συχνὰ καὶ ὄρη καὶ δάση μεγάλα· οἰκοῦσι δʼ οἱ μὲν νομάδες οἱ δὲ θηρευτικοὶ οἱ δὲ γεωργοί· ἔστι δὲ καὶ χαλκωρυχεῖα καὶ σιδηρουργεῖα καὶ χρυσεῖα καὶ λίθων γένη πολυτελῶν· περιέχεται δʼ ἀπὸ μὲν τῆς Λιβύης θισὶ μεγάλοις, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοῖς συνεχέσιν, ἄνωθεν δʼ ἐκ νότου ταῖς * συμβολαῖς τῶν ποταμῶν, τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάποδος καὶ τοῦ Ἀστασόβα· πρὸς ἄρκτον δʼ ἡ ἐφεξῆς ῥύσις τοῦ Νείλου καὶ μέχρι Αἰγύπτου κατὰ τὴν λεχθεῖσαν πρότερον σκολιότητα τοῦ ποταμοῦ. ἐν δὲ ταῖς πόλεσιν αἱ οἰκήσεις ἐκ φοινικίνων σχιζῶν * διαπλεκόμεναι τοίχων ἢ πλίνθων· ὀρυκτοὶ δὲ ἅλες καθάπερ ἐν τοῖς Ἄραψι· πλεονάζει δὲ τῶν φυτῶν ὅ τε φοῖνιξ καὶ ἡ περσέα καὶ ὁ ἔβενος καὶ ἡ κερατία· θήρα δὲ καὶ ἐλεφάντων ἐστὶ καὶ λεόντων καὶ παρδάλεων· εἰσὶ δὲ καὶ δράκοντες οἱ ἐλεφαντομάχοι καὶ ἄλλα θηρία πλείω· καταφεύγει γὰρ ἀπὸ τῶν ἐμπυρωτέρων καὶ αὐχμηροτέρων ἐπὶ τὰ ὑδρηλὰ καὶ ἑλώδη. §17.2.3̔υπέρκειται δὲ τῆς Μερόης ἡ Ψεβὼ λίμνη μεγάλη νῆσον ἔχουσα οἰκουμένην ἱκανῶς. συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας, ἐξελαυνομένων τῶν ἑτέρων καὶ παραχωρούντων τοῖς κρείττοσι γενομένοις. χρῶνται δὲ καὶ τόξοις Αἰθίοπες τετραπήχεσι ξυλίνοις πεπυρακτωμένοις· ὁπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὧν αἱ πλείους κεκρίκωνται τὸ χεῖλος τοῦ στόματος χαλκῷ κρίκῳ· κωδιοφόροι δʼ εἰσίν, ἐρέαν οὐκ ἔχοντες, τῶν προβάτων αἰγοτριχούντων· οἱ δὲ γυμνῆτές εἰσιν, οἳ καὶ περιέζωνται μικρὰ κώδια ἢ τρίχινα πλέγματα εὐυφῆ. θεὸν δὲ νομίζουσι τὸν μὲν ἀθάνατον (τοῦτον δʼ εἶναι τὸν αἴτιον τῶν πάντων) τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ· ὡς δʼ ἐπὶ τὸ πολὺ τοὺς εὐεργέτας καὶ βασιλικοὺς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλέας κοινοὺς ἁπάντων σωτῆρας καὶ φύλακας, τοὺς δʼ ἰδιώτας ἰδίως τοῖς εὖ παθοῦσιν ὑπʼ αὐτῶν. τῶν δὲ πρὸς τῇ διακεκαυμένῃ τινὲς καὶ ἄθεοι νομίζονται, οὕς γε καὶ τὸν ἥλιόν φασιν ἐχθαίρειν καὶ κακῶς λέγειν ἐπειδὰν προσίδωσιν ἀνίσχοντα, ὡς καίοντα καὶ πολεμοῦντα αὐτοῖς, καταφεύγειν τε εἰς τὰ ἕλη. οἱ δʼ ἐν Μερόῃ καὶ Ἡρακλέα καὶ Πᾶνα καὶ Ἶσιν σέβονται πρὸς ἄλλῳ τινὶ βαρβαρικῷ θεῷ. τοὺς δὲ νεκροὺς οἱ μὲν εἰς τὸν ποταμὸν ἐκρίπτουσιν, οἱ δʼ οἴκοι κατέχουσι περιχέαντες ὕαλον· τινὲς δὲ ἐν κεραμέαις σοροῖς κατορύττουσι κύκλῳ τῶν ἱερῶν, ὅρκον τε τὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσι καὶ πάντων ἁγιστεύουσι μάλιστα. βασιλέας τε καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείᾳ ἢ πλούτῳ. ἐν δὲ τῇ Μερόῃ κυριωτάτην τάξιν ἐπεῖχον οἱ ἱερεῖς τὸ παλαιόν, οἵ γε καὶ τῷ βασιλεῖ προσέταττον ἔσθʼ ὅτε ἀποθνήσκειν πέμψαντες ἄγγελον καὶ καθίστασαν ἀντʼ αὐτοῦ ἕτερον· ὕστερον δὲ κατέλυσέ τις τῶν βασιλέων τὸ ἔθος, ἐπιὼν μεθʼ ὅπλων ἐπὶ τὸ ἱερόν, ὅπου ὁ χρυσοῦς νεώς ἐστι, καὶ τοὺς ἱερέας ἀποσφάξας πάντας. ἔστι δὲ καὶ τοῦτο ἔθος Αἰθιοπικόν· ὃς γὰρ ἂν τῶν βασιλέων πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα, οἱ δʼ αὐτοὶ καὶ συναποθνήσκουσιν· ἐκ δὲ τούτου φυλακὴ τοῦ βασιλέως ἐστὶ πλείστη παρʼ αὐτῶν. περὶ μὲν Αἰθιόπων ἀρκέσει ταῦτα.
エチオピアの事柄については、これまでの部分で多くが語られてきたので、彼らの事柄もエジプトの概観に含めて記述されることになるだろう。一般的に言えば、暑さや寒さのために気候が過酷で居住不可能な地域に隣接する、居住世界の端の地域は、温帯地域の不完全な模倣であり、劣った形態にならざるを得ない。これらのことは、彼らの生活様式や、人間の必要に対する物資の欠乏からも明らかである。実際、彼らは大抵が惨めな暮らしをしており、裸で過ごし、遊牧民である。彼らの家畜もまた小さく、羊、山羊、牛がそうである。また、犬も小さいが、気性が荒く好戦的である。おそらく、ピグマイオス(小人族)の存在も、これら人々の体躯の小ささから推測され、作り出されたのだろう。というのも、信頼に値する人々の中で、彼らを実際に見たと報告する者は誰もいないからである。彼らはキビと大麦を食べて暮らしており、それらから飲料も作っている。彼らには植物油がなく、代わりにバターと獣脂を用いる。また、王宮の庭園にある少数のナツメヤシを除いては、果樹も持っていない。ある人々は草や柔らかい枝、ロトス、そして葦の根を食べることもある。また、肉、血、乳、チーズを消費する。彼らは、大半の時間を閉じこもって宮廷に留まっている王たちを、神のように崇拝している。彼らの最大の王都はメロエであり、この島と同名の都市である。その島は形状が長盾のようであると言われ、その大きさはおそらく誇張されて伝えられているが、長さは約三千スタディオン、幅は千スタディオンに達するという。この島には多くの山々や広大な森林がある。住民には、遊牧民、狩猟民、農民がいる。また、銅鉱山、鉄製錬所、金鉱山、そして様々な種類の高価な宝石もある。この島は、リビア側は巨大な砂丘に、アラビア側は連続する崖に囲まれており、南の上流側はアスタボラス川、アスタプス川、アスタソバス川の合流点に囲まれている。北側は、先に述べた川の屈曲に従ってエジプトまで続くナイル川のその後の流れに接している。都市の住居は、ナツメヤシの割った板を編んで作った壁や、煉瓦で建てられている。また、アラビア人の地域におけるように、採掘される岩塩がある。植物の中では、ナツメヤシ、ペルセア、黒檀、イナゴマメの木が豊富である。そして、象、ライオン、豹の狩猟が行われる。象と戦う大蛇や、その他多くの野獣もいる。というのも、それらはより高温で乾燥した地域を避けて、水気の多い湿地帯へと逃れてくるからである。メロエの上方には、かなり多くの人口が住む島を抱える巨大なプセボ湖がある。ナイル川の西岸はリビア人が占め、対岸はエチオピア人が占めているが、島々や川沿いの地域に対する支配権は彼らの間で交互に入れ替わる。なぜなら、一方が追い払われ、より強くなった他方に席を譲るからである。また、エチオピア人は火で炙って硬くした四キュビットの長さの木製の弓を使用する。彼らは女性をも武装させ、その多くは唇に青銅の輪を通している。彼らの羊は山羊のような毛をしていて羊毛がないため、彼らは羊皮の衣を着る。他の者は裸であるが、彼らは小さな羊皮や、毛で巧みに編んだ覆いを腰に巻いている。彼らは神について、一方は不滅の神(この神が万物の原因である)であり、もう一方は死すべき神で、名がなく曖昧な存在であると信じている。しかし大抵の場合、彼らは自分たちの恩人や王室の人物を神とみなしており、そのうち王たちを万人の共通の救済者かつ守護者とみなし、一般の個人については、彼らから恩恵を受けた人々にとっての個別の神とみなしている。熱帯地方に住む人々の中には、無神論者とみなされる者もいる。実際、彼らは太陽が昇るのを見ると、自分たちを焼き、敵対するという理由で太陽を憎み、罵り、湿地帯へと逃げ込むと言われている。一方、メロエの住民は、他のある異邦の神のほかに、ヘラクレス、パン、イシスを崇拝している。死者については、ある人々は川に投げ捨て、他の人々は周囲にガラスを流し込んで家に保管する。また、ある人々は神殿の周囲に粘土製の棺に入れて埋葬し、彼らにかけて誓うことを要求し、これを何よりも神聖なものとみなしている。そして、容姿が優れている者、あるいは家畜を育てる能力、勇敢さ、富において傑出している者を王に立てる。かつてメロエでは祭司たちが最も強力な地位を占めており、彼らは使者を送って時には王に死を命じることさえあり、その代わりに別の者を王に立てていた。しかし後に、ある王が武装して黄金の神殿がある聖所へと進み、祭司たちを皆殺しにすることによって、この慣習を廃止した。また、次のようなこともエチオピアの慣習である。すなわち、王たちの誰かが体のどの部分であれ不自由になると、彼と最も親しく交わっている仲間たちも同じように不自由になり、またその同じ仲間たちは王が死ぬ時に共に死ぬのである。このため、彼らによって王の護衛が最も厳重に行われる。エチオピア人については、これで十分であろう。

語釈・文法注

  1. 17.2.1ὥστε συμπεριωδευμένα ἂν εἴη τῇ Αἰγύπτῳ καὶ τὰ τούτων — ὥστε 節の中で、潜在・可能を表す ἄν + 希求法(ἂν εἴη)が用いられている。主語は中性複数名詞である τὰ τούτων(彼らの事柄)であり、完了受動分詞の複数中性主格 συμπεριωδευμένα と連動して「エジプト(τῇ Αἰγύπτῳ、与格)と同時に行程・記述に含められているであろう」という意味を形成する。
  2. 17.2.1τὰ ἄκρα τῆς οἰκουμένης τὰ παρακείμενα τῇ δυσκράτῳ καὶ ἀοικήτῳ διὰ καῦμα ἢ ψῦχος ἀνάγκη ἀποτεύγματα εἶναι τῆς εὐκράτου καὶ ἐλαττώματα — 文全体の主骨格は、非人称的な ἀνάγκη [ἐστὶ] (〜は必然である)に導かれる対格不定詞構文である。不定詞 εἶναι(〜であること)の意味上の主語は τὰ ἄκρα(極端な地域)であり、述語名詞として ἀποτεύγματα(不完全な複製・失敗作)および ἐλαττώματα(欠陥)が置かれている。τῆς εὐκράτου は「温帯の、気候の良い地域の」という属格で、これら2つの述語名詞を修飾する。
  3. 17.2.2σέβονται δʼ ὡς θεοὺς τοὺς βασιλέας κατακλείστους ὄντας καὶ οἰκουροὺς τὸ πλέον — κατακλείστους と οἰκουρούς は、現在の存在を表す分詞 ὄντας に結びついた述語的形容詞・名詞であり、目的語である τοὺς βασιλέας(王たち)の状態を説明する(「王たちが閉じ込められ、家に留まっている状態で」)。τὸ πλέον は副詞的対格で「大部分は」「主に」を意味する。
  4. 17.2.3συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας — 非人称動詞 συμβαίνει(〜ということが起こる)の主語として、対格不定詞句(τὴν ἐπικράτειαν ... εἶναι)が続いている。その中に、属格独立構文である ἐχόντων τῶν Λιβύων(リビア人が占領している一方で)と [ἐχόντων] Αἰθιόπων(エチオピア人が[占領している一方で])が挿入されている。τοῦ Νείλου は「ナイル川の」という属格で、τὴν παραποταμίαν(川岸)および τὴν πέραν(対岸)を修饰する。αὐτῶν は属格で、παρὰ μέρος αὐτῶν(彼らの間で交互に)の慣用表現を成す。
  5. 17.2.3ὃς γὰρ ἂν τῶν βασιλέων πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα — ὃς ἂν + 接続法(πηρωθῇ)は一般化関係節(「〜する者は誰でも」)を形成する。πηρωθῇ(不自由になる、受動態)の後に置かれた μέρος τι τοῦ σώματος(身体の一部)は、受動態の動詞とともに用いられる「観点の対格」(または仕様の対格)であり、身体のどの部分において不自由になるかを示す。主節の主語である οἱ συνόντες は、王の被る障害と同一の運命を共有することを表す。

この箇所を引用する

ストラボン, 地理誌 §17.2.1-17.2.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.2.1-17.2.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。