§17.2.4τοῖς δʼ Αἰγυπτιακοῖς καὶ ταῦτα προσθετέον ὅσα ἰδιάζοντα, οἷον ὁ Αἰγύπτιος λεγόμενος κύαμος ἐξ οὗ τὸ κιβώριον, καὶ ἡ βύβλος· ἐνταῦθα γὰρ καὶ παρʼ Ἰνδοῖς μόνον·
而对于埃及的事物,还必须加上那些具有特性的事物,例如所谓的埃及豆(由此制成杯状器皿)和纸草;因为这些仅存在于此地和印度人那里。
ἡ δὲ περσέα ἐνταῦθα μόνον καὶ παρʼ Αἰθίοψι, δένδρον μέγα, καρπὸν ἔχον γλυκὺν καὶ μέγαν, καὶ ἡ συκάμινος ἡ ἐκφέρουσα τὸν λεγόμενον καρπὸν συκόμορον· σύκῳ γὰρ ἔοικεν· ἄτιμον δʼ ἐστὶ κατὰ τὴν γεῦσιν·
而波斯桃仅存在于此地和埃塞俄比亚人那里,是一种结着甜而大果实的大树;还有结着所谓桑无花果果实のエジプト无花果树;因为它像无花果,但在味道上却不值一提。
γίνεται δὲ καὶ τὸ κόρσιον καὶ ὅμοιόν τι πεπέρει τράγημα, μικρῷ αὐτοῦ μεῖζον.
这里也产出科尔西翁(睡莲根)以及一种类似于胡椒但比它稍大一些的零食。
ἰχθύες δʼ ἐν τῷ Νείλῳ πολλοὶ μὲν καὶ ἄλλοι χαρακτῆρα ἔχοντες ἴδιον καὶ ἐπιχώριον, γνωριμώτατοι δὲ ὅ τε ὀξύρυγχος καὶ ὁ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος ὃν καὶ φάγρον καλοῦσιν, ἔτι σίλουρος κιθαρὸς θρίσσα κεστρεὺς λύχνος φῦσα βοῦς·
至于尼罗河中的鱼类,确实还有许多其他具有独特和本地特征的鱼,但最著名的有奥克修林库斯、莱皮多托斯、拉托斯、阿拉贝斯、科拉基努斯、科伊罗斯、法格罗里乌斯(人们也称之为法格罗斯),此外还有西卢鲁斯、基塔罗斯、瑟里萨、凯斯特雷乌斯、留克诺斯、菲萨和布斯。
ὀστρακίων δὲ κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι·
在贝类中,有发出类似于哀号声的大蜗牛。
ζῷα ἐπιχώρια καὶ ὁ ἰχνεύμων καὶ ἡ ἀσπὶς ἡ Αἰγυπτία ἴδιόν τι ἔχουσα παρὰ τὰς ἐν ἄλλοις· διττὴ δʼ ἐστίν, ἡ μὲν σπιθαμιαία ἥπερ καὶ ὀξυθανατωτέρα, ἡ δʼ ἐγγὺς ὀργυιᾶς, ὡς καὶ Νίκανδρος ὁ τὰ θηριακὰ γράψας εἴρηκε·
本地的动物还包括獴以及埃及眼镜蛇,后者与其它地方的眼镜蛇相比具有某种独特的特征;它有两种,一种只有一跨长,能导致更迅速的死亡,另一种长达近一寻,正如撰写《毒兽志》的尼坎德罗斯所说的那样。
καὶ τῶν ὀρνέων ἶβις καὶ ἱέραξ ὁ Αἰγύπτιος, ἥμερος παρὰ τοὺς ἄλλοθι, ὡς καὶ ἡ αἴλουρος·
在鸟类中,有朱鹭和埃及隼,它们比别处的同类更温顺,就像猫一样。
καὶ ὁ νυκτικόραξ ἰδιότροπος ἐνθάδε· παρʼ ἡμῖν μὲν γὰρ ἀετοῦ μέγεθος ἴσχει καὶ φθέγγεται βαρύ, ἐν Αἰγύπτῳ δὲ κολοιοῦ μέγεθος καὶ φθογγὴ διάφορος·
而夜鹭在这里也具有奇特的特征;因为在我们那里,它有雕那么大且发出低沉的声音,但在埃及,它只有寒鸦那么大,且鸣叫声不同。
ἡμερώτατον δʼ ἡ ἶβις, πελαργώδης μὲν κατὰ σχῆμα καὶ μέγεθος, διττὴ δὲ τὴν χρόαν, ἡ μὲν πελαργώδης ἡ δὲ ὅλη μέλαινα·
而朱鹭是极温顺的,在形状和大小上类似于鹳,但颜色有两种,一种类似于鹳,另一种则全身呈黑色。
μεστὴ δʼ αὐτῶν ἅπασα τρίοδος ἐν Ἀλεξανδρείᾳ, πῆ μὲν χρησίμως πῆ δʼ οὐ χρησίμως· χρησίμως μὲν ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ ἐν τοῖς κρεωπωλίοις καὶ τοῖς ὀψοπωλίοις ἀποκαθάρματα, δυσχρήστως δὲ ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρείων καὶ τῶν ἀλλοτρίων μολυσμοῦ παντός.
亚历山大里的每一个交叉路口都挤满了它们,在某些方面是有益的,但在另一些方面则是不便的;有益之处在于,它们拣食每种有害小动物以及肉铺和鱼铺里的下脚料;不便之处则在于,它们杂食、不洁,且难以防范其进入清洁之所并污染其它所有东西。
§17.2.5Ἀληθὲς δὲ καὶ τὸ Ἡροδότου καὶ ἔστιν Αἰγυπτιακὸν τὸ τὸν μὲν πηλὸν ταῖς χερσὶ φυρᾶν, τὸ δὲ στέαρ τὸ εἰς τὴν ἀρτοποιίαν τοῖς ποσί.
希罗多德的说法也是真实的,用手和泥、用脚揉制面包面团确实是埃及的习俗。
καὶ οἱ * κάκεις δὲ ἴδιόν τι ἄρτου γένος, στατικὸν κοιλίας, καὶ τὸ κῖκι καρπός τις σπειρόμενος ἐν ἀρούραις, ἐξ οὗ ἔλαιον ἀποθλίβεται εἰς μὲν λύχνον τοῖς ἀπὸ τῆς χώρας σχεδόν τι πᾶσιν, εἰς ἄλειμμα δὲ τοῖς πενεστέροις καὶ ἐργατικωτέροις καὶ ἀνδράσι καὶ γυναιξί· καὶ τὰ κοΐκινα δὲ πλέγματα Αἰγυπτιακά ἐστι φυτοῦ τινος, ὅμοια τοῖς σχοινίνοις ἢ φοινικίνοις.
而“卡凯斯”也是一种独特的面包,具有止泻的功效;“奇奇”(蓖麻)也是一种播种在田间的水果,从中榨出的油,几乎为该地区所有居民用作灯油,并为较贫穷和较劳苦的男女用作涂身油;而“科伊克斯”(棕榈)编织物也是由某种植物制成的埃及特产,类似于用芦苇或椰枣叶编织的东西。
τὸ δὲ ζύθος ἰδίως μὲν σκευάζεται παρʼ ἐκείνοις, κοινὸν δʼ ἐστὶ πολλοῖς, καὶ παρʼ ἑκάστοις δὲ αἱ σκευασίαι διάφοροι.
至于啤酒,在他们那里是用独特的方法酿造的,但这是许多民族所共有的,且每个民族的酿造方法各不相同。
καὶ τοῦτο δὲ τῶν μάλιστα ζηλουμένων παρʼ αὐτοῖς τὸ πάντα τρέφειν τὰ γεννώμενα παιδία καὶ τὸ περιτέμνειν καὶ τὰ θήλεα ἐκτέμνειν, ὅπερ καὶ τοῖς Ἰουδαίοις νόμιμον· καὶ οὗτοι δʼ εἰσὶν Αἰγύπτιοι τὸ ἀνέκαθεν, καθάπερ εἰρήκαμεν ἐν τῷ περὶ ἐκείνων λόγῳ.
这同样是他们最热忱遵守的习俗之一,即抚养所有出生的孩子,并对男性行割礼、对女性行切除术,这在犹太人那里也是一种律法;而后者自古以来也是埃及人,正如我们在关于他们的论述中所说的那样。
φησὶ δʼ Ἀριστόβουλος ἐκ τῆς θαλάττης μηδὲν ἀνατρέχειν ὄψον εἰς τὸν Νεῖλον πλὴν κεστρέως καὶ θρίσσης καὶ δελφῖνος διὰ τοὺς κροκοδείλους, τοὺς μὲν δελφῖνας διὰ τὸ κρείττους εἶναι, τοὺς δὲ κεστρέας τῷ παραπέμπεσθαι ὑπὸ τῶν χοίρων παρὰ γῆν κατά τινα οἰκείωσιν φυσικήν· τῶν δὲ χοίρων ἀπέχεσθαι τοὺς κροκοδείλους στρογγύλων ὄντων καὶ ἐχόντων ἀκάνθας ἐπὶ τῇ κεφαλῇ φερούσας κίνδυνον τοῖς θηρίοις· ἀναθεῖν μὲν οὖν ἔαρος τοὺς κεστρέας γόνον ἔχοντας, μικρὸν δὲ πρὸ δύσεως πλειάδος καταβαίνειν τεξομένους ἀθρόους, ὅτε καὶ ἡ ἅλωσις αὐτῶν γίνεται περιπιπτόντων τοῖς φράγμασιν ἀθρόων· τοιαύτην δέ τινα εἰκάζειν ἔστι καὶ περὶ τῆς θρίσσης αἰτίαν.
亚里士多布鲁斯说,由于鳄鱼的存在,除了凯斯特雷乌斯、瑟里萨和海豚之外,没有其他食用鱼从海洋溯河进入尼罗河——海豚是因为它们更强大,而凯斯特雷乌斯是因为它们根据某种自然亲和力由科伊罗斯沿着岸边护送;鳄鱼避开科伊罗斯,是因为它们呈圆形,且头部有刺,会给鳄鱼带来危险;因此,凯斯特雷乌斯在春天怀卵时溯河而上,并在昴星团下落前不久成群结队地顺流而下进行产卵,此时它们也会成群坠入堰网中而被捕获;对于瑟里萨也可以推测有某种类似的因由。
ταῦτα καὶ περὶ Αἰγύπτου.
关于埃及的事情就到此为止。