Humanitext Reader

斯特拉波 · 地理学 §17.2.1-17.2.3

埃塞俄比亚人的生活方式与美罗埃的习俗

第 566 段,共 577 段 · 希腊语

内容简介

作者描述了埃塞俄比亚地区严酷的自然环境及其居民极其贫困的生活方式、家畜和关于矮人族的传说,并概述了以美罗埃为中心的地理特征、王政、宗教、丧葬及独特的习俗。

§17.2.1πολλὰ δʼ εἴρηται περὶ τῶν Αἰθιοπικῶν ἐν τοῖς πρότερον, ὥστε συμπεριωδευμένα ἂν εἴη τῇ Αἰγύπτῳ καὶ τὰ τούτων.
在前文中关于埃塞俄比亚的事情已经谈了很多,因此他们的事务也应该与埃及一起被纳入考察。
ὡς δʼ εἰπεῖν, τὰ ἄκρα τῆς οἰκουμένης τὰ παρακείμενα τῇ δυσκράτῳ καὶ ἀοικήτῳ διὰ καῦμα ἢ ψῦχος ἀνάγκη ἀποτεύγματα εἶναι τῆς εὐκράτου καὶ ἐλαττώματα· ταῦτα δʼ ἐκ τῶν βίων δῆλα καὶ τῆς πρὸς τὰς χρείας τὰς ἀνθρωπικὰς ἀπορίας.
一般而言,有人居住的世界的边缘地区,由于炎热或寒冷而临近气候恶劣且无法居住的区域,必然是温带地区的失败产物和缺陷;这些情况从他们的生活方式以及对人类生活必需品的匮乏中显而易见。
κακόβιοί τε δὴ καὶ γυμνῆτές εἰσι τὰ πολλὰ καὶ νομάδες· τά τε βοσκήματα αὐτοῖς ἐστι μικρά, πρόβατα καὶ αἶγες καὶ βόες· καὶ κύνες μικροί, τραχεῖς δὲ καὶ μάχιμοι.
事实上,他们大多生活穷苦,赤身露体,并且是游牧民;他们的牲畜也很小,有绵羊、山羊和牛;他们的狗也很小,但性情粗野且好斗。
τάχα δὲ καὶ τοὺς Πυγμαίους ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενόησαν καὶ ἀνέπλασαν· ἑωρακὼς μὲν γὰρ οὐδεὶς ἐξηγεῖται τῶν πίστεως ἀξίων ἀνδρῶν.
也许人们正是从他们身体的矮小而猜想并虚构了矮人族;因为在值得信赖的人当中,没有任何一个亲眼见过的人对此做出过记述。
§17.2.2ζῶσί τʼ ἀπὸ κέγχρου καὶ κριθῆς, ἀφʼ ὧν καὶ ποτὸν ποιοῦσιν * αὐτοῖς ἔστιν· ἔλαιον δὲ βούτυρον καὶ στέαρ· οὐδʼ ἀκρόδρυα ἔχουσι πλὴν φοινίκων ὀλίγων ἐν κήποις βασιλικοῖς· ἔνιοι δὲ καὶ πόαν σιτοῦνται καὶ κλῶνας ἁπαλοὺς καὶ λωτὸν καὶ καλάμου ῥίζαν· κρέασι δὲ χρῶνται καὶ αἵματι καὶ γάλακτι καὶ τυρῷ.
他们靠吃小米和大麦生活,并用这些原料酿造饮料;他们没有植物油,而是用奶油和兽脂代替;除了皇家花园里少数的椰枣树外,他们没有其他果树;有些人也以草、嫩枝、莲花和芦苇根为食;他们也食用肉、血、奶和奶酪。
σέβονται δʼ ὡς θεοὺς τοὺς βασιλέας κατακλείστους ὄντας καὶ οἰκουροὺς τὸ πλέον.
他们将自己的国王视若神明般崇拜,而这些国王大多深居简出,留在宫中。
ἔστι δὲ τὸ μέγιστον αὐτοῖς βασίλειον ἡ Μερόη, πόλις ὁμώνυμος τῇ νήσῳ·
他们最大的王都是美罗埃,这是一座与该岛同名的城市。
τὴν δὲ νῆσον θυρεοειδῆ φασι τὸ σχῆμα, τό τε μέγεθος τάχα πρὸς ὑπερβολὴν εἴρηται μῆκος μὲν ὅσον τρισχιλίων σταδίων εὖρος δὲ χιλίων.
据说该岛的形状像一面长盾,其面积或许有些夸大,据说长约三千斯塔德,宽一千斯塔德。
ἔχει δʼ ἡ νῆσος συχνὰ καὶ ὄρη καὶ δάση μεγάλα· οἰκοῦσι δʼ οἱ μὲν νομάδες οἱ δὲ θηρευτικοὶ οἱ δὲ γεωργοί· ἔστι δὲ καὶ χαλκωρυχεῖα καὶ σιδηρουργεῖα καὶ χρυσεῖα καὶ λίθων γένη πολυτελῶν· περιέχεται δʼ ἀπὸ μὲν τῆς Λιβύης θισὶ μεγάλοις, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοῖς συνεχέσιν, ἄνωθεν δʼ ἐκ νότου ταῖς * συμβολαῖς τῶν ποταμῶν, τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάποδος καὶ τοῦ Ἀστασόβα· πρὸς ἄρκτον δʼ ἡ ἐφεξῆς ῥύσις τοῦ Νείλου καὶ μέχρι Αἰγύπτου κατὰ τὴν λεχθεῖσαν πρότερον σκολιότητα τοῦ ποταμοῦ.
岛上有许多山脉和茂密的森林;居民中有些是游牧民,有些是狩猎者,有些是农夫;岛上还有铜矿、铁厂、金矿以及各种名贵石材;该岛在利比亚一侧被巨大的沙丘包围,在阿拉伯一侧被连续的悬崖包围,在南方上游则被阿斯塔博拉斯河、阿斯塔普斯河和阿斯塔索巴斯河这几条河流的交汇处包围;而在北方,则是紧接其后的尼罗河水流,它沿着先前提到过的河流的弯曲路径一直延伸到埃及。
ἐν δὲ ταῖς πόλεσιν αἱ οἰκήσεις ἐκ φοινικίνων σχιζῶν * διαπλεκόμεναι τοίχων ἢ πλίνθων· ὀρυκτοὶ δὲ ἅλες καθάπερ ἐν τοῖς Ἄραψι·
在城市里,房屋是用劈开的椰枣木交叉编织成墙壁,或者用砖块建造的;那里也有开采出来的岩盐,就像在阿拉伯人那里一样。
πλεονάζει δὲ τῶν φυτῶν ὅ τε φοῖνιξ καὶ ἡ περσέα καὶ ὁ ἔβενος καὶ ἡ κερατία· θήρα δὲ καὶ ἐλεφάντων ἐστὶ καὶ λεόντων καὶ παρδάλεων·
在植物中,椰枣树、波斯桃、乌木和角豆树非常丰富;也有对大象、狮子和豹子的猎捕。
εἰσὶ δὲ καὶ δράκοντες οἱ ἐλεφαντομάχοι καὶ ἄλλα θηρία πλείω· καταφεύγει γὰρ ἀπὸ τῶν ἐμπυρωτέρων καὶ αὐχμηροτέρων ἐπὶ τὰ ὑδρηλὰ καὶ ἑλώδη.
还有与大象搏斗的巨蟒以及许多其他野兽;因为它们为了躲避更加炎热和干燥的地区,纷纷逃往水分充足的沼泽地带。
§17.2.3̔υπέρκειται δὲ τῆς Μερόης ἡ Ψεβὼ λίμνη μεγάλη νῆσον ἔχουσα οἰκουμένην ἱκανῶς.
在美罗埃的上方,有巨大的普塞博湖,湖中有一座居住着相当多人口的岛屿。
συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας, ἐξελαυνομένων τῶν ἑτέρων καὶ παραχωρούντων τοῖς κρείττοσι γενομένοις.
事情是这样的:由于利比亚人占领着尼罗河西岸,而埃塞俄比亚人占领着对岸,岛屿和沿河地区的统治权就在他们之间轮流交替,因为其中一方会被驱逐,并让位给变得更强大的一方。
χρῶνται δὲ καὶ τόξοις Αἰθίοπες τετραπήχεσι ξυλίνοις πεπυρακτωμένοις· ὁπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὧν αἱ πλείους κεκρίκωνται τὸ χεῖλος τοῦ στόματος χαλκῷ κρίκῳ·
埃塞俄比亚人还使用长达四肘、经火烤硬的木质弓;他们也武装妇女,其中大多数人的嘴唇上都穿挂着青铜环。
κωδιοφόροι δʼ εἰσίν, ἐρέαν οὐκ ἔχοντες, τῶν προβάτων αἰγοτριχούντων· οἱ δὲ γυμνῆτές εἰσιν, οἳ καὶ περιέζωνται μικρὰ κώδια ἢ τρίχινα πλέγματα εὐυφῆ.
他们身穿羊皮,因为他们没有羊毛,他们的羊长着像山羊一样的粗毛;而另一些人则赤身露体,或者在腰间围着小块羊皮或精美编织的毛发织物。
θεὸν δὲ νομίζουσι τὸν μὲν ἀθάνατον (τοῦτον δʼ εἶναι τὸν αἴτιον τῶν πάντων) τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ· ὡς δʼ ἐπὶ τὸ πολὺ τοὺς εὐεργέτας καὶ βασιλικοὺς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλέας κοινοὺς ἁπάντων σωτῆρας καὶ φύλακας, τοὺς δʼ ἰδιώτας ἰδίως τοῖς εὖ παθοῦσιν ὑπʼ αὐτῶν.
他们信仰的神明,一位是不朽的(此神即万物之因),另一位是必死的、无名的且模糊不清的存在;但通常情况下,他们将自己的恩人和王室成员视为神明;在这些人当中,他们将国王视为所有人共同的救星和保护者,而将普通个人视为仅对那些得到过其恩惠的人而言的专属神明。
τῶν δὲ πρὸς τῇ διακεκαυμένῃ τινὲς καὶ ἄθεοι νομίζονται, οὕς γε καὶ τὸν ἥλιόν φασιν ἐχθαίρειν καὶ κακῶς λέγειν ἐπειδὰν προσίδωσιν ἀνίσχοντα, ὡς καίοντα καὶ πολεμοῦντα αὐτοῖς, καταφεύγειν τε εἰς τὰ ἕλη.
居住在酷热带的人当中,有些人甚至被认为是无神论者;据说他们憎恨太阳,在看到太阳升起时便会咒骂它,因为太阳灼烧他们并与他们为敌,于是他们便逃入沼泽中。
οἱ δʼ ἐν Μερόῃ καὶ Ἡρακλέα καὶ Πᾶνα καὶ Ἶσιν σέβονται πρὸς ἄλλῳ τινὶ βαρβαρικῷ θεῷ.
而美罗埃的居民除了信仰某种异族的神明外,还崇拜赫拉克勒斯、潘和伊西丝。
τοὺς δὲ νεκροὺς οἱ μὲν εἰς τὸν ποταμὸν ἐκρίπτουσιν, οἱ δʼ οἴκοι κατέχουσι περιχέαντες ὕαλον· τινὲς δὲ ἐν κεραμέαις σοροῖς κατορύττουσι κύκλῳ τῶν ἱερῶν, ὅρκον τε τὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσι καὶ πάντων ἁγιστεύουσι μάλιστα.
至于死者,有些人将其抛入河中,另一些人则在死者周围浇上玻璃并保存在家中;还有一些人将死者装入陶制棺木中,埋葬在神庙周围,并要求人们对着他们发誓,将其视为所有事物中最神圣的誓言。
βασιλέας τε καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείᾳ ἢ πλούτῳ.
他们推选在美貌、畜牧才能、勇敢或财富方面出众的人为王。
ἐν δὲ τῇ Μερόῃ κυριωτάτην τάξιν ἐπεῖχον οἱ ἱερεῖς τὸ παλαιόν, οἵ γε καὶ τῷ βασιλεῖ προσέταττον ἔσθʼ ὅτε ἀποθνήσκειν πέμψαντες ἄγγελον καὶ καθίστασαν ἀντʼ αὐτοῦ ἕτερον· ὕστερον δὲ κατέλυσέ τις τῶν βασιλέων τὸ ἔθος, ἐπιὼν μεθʼ ὅπλων ἐπὶ τὸ ἱερόν, ὅπου ὁ χρυσοῦς νεώς ἐστι, καὶ τοὺς ἱερέας ἀποσφάξας πάντας.
古时,在美罗埃,祭司占有最重要的地位,他们甚至有时会派遣使者,命令国王去死,并立另一个人代替他;但后来,有一位国王废除了这一习俗,他带着武器冲进黄金神殿所在的圣所,将祭司全部斩杀。
ἔστι δὲ καὶ τοῦτο ἔθος Αἰθιοπικόν· ὃς γὰρ ἂν τῶν βασιλέων πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα, οἱ δʼ αὐτοὶ καὶ συναποθνήσκουσιν· ἐκ δὲ τούτου φυλακὴ τοῦ βασιλέως ἐστὶ πλείστη παρʼ αὐτῶν.
以下也是埃塞俄比亚人的一种习俗:如果他们的国王在身体的任何部位受到任何形式的残疾,他最亲近的随从们也会遭受同样的事情,并且这些人也会与他一同殉葬;因此,这些随从极力保护国王的安全。
περὶ μὲν Αἰθιόπων ἀρκέσει ταῦτα.
关于埃塞俄比亚人的情况,这些就足够了。

词汇与语法注释

  1. 17.2.1ὥστε συμπεριωδευμένα ἂν εἴη τῇ Αἰγύπτῳ καὶ τὰ τούτων — 在 ὥστε 引导的从句中,使用了 ἄν + 祈愿语气(ἂν εἴη)来表示潜在或可能性。主语是中性复数名词短语 τὰ τούτων(他们的事务),它与完成时被动分词的中性复数主格形式 συμπεριωδευμένα 连用,表示“他们的事务也将与埃及(τῇ Αἰγύπτῳ,与格)一同被纳入考察之中”。
  2. 17.2.1τὰ ἄκρα τῆς οἰκουμένης τὰ παρακείμενα τῇ δυσκράτῳ καὶ ἀοικήτῳ διὰ καῦμα ἢ ψῦχος ἀνάγκη ἀποτεύγματα εἶναι τῆς εὐκράτου καὶ ἐλαττώματα — 整句的核心结构是由非人称短语 ἀνάγκη [ἐστὶ](必然是)引导的带对格的不定式结构。不定式 εἶναι 的主格主语是对格形式的 τὰ ἄκρα(边缘地区),而作表语的名词是 ἀποτεύγματα(失败产物/不完全的复制)和 ἐλαττώματα(缺陷)。属格短语 τῆς εὐκράτου(温带的)修饰这两个表语名词。
  3. 17.2.2σέβονται δʼ ὡς θεοὺς τοὺς βασιλέας κατακλείστους ὄντας καὶ οἰκουροὺς τὸ πλέον — 形容词 κατακλείστους 和名词 οἰκουρούς 作为表语与分词 ὄντας 连用,修饰宾语 τοὺς βασιλέας(国王们),描述他们“深居简出、留在宫中”的状态。τὸ πλέον 是副词性对格,表示“大多”、“主要地”。
  4. 17.2.3συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας — 非人称动词 συμβαίνει(发生……的情况)的主语是由对格不定式从句(τὴν ἐπικράτειαν ... εἶναι)充当。在该从句中,插入了属格独立结构 ἐχόντων τῶν Λιβύων(利比亚人占领着……)和 [ἐχόντων] Αἰθιόπων(埃塞俄比亚人[占领着……])。τοῦ Νείλου(尼罗河的)是属格,修饰 τὴν παραποταμίαν(河岸)和 τὴν πέραν(对岸)。αὐτῶν 是属格,与 παρὰ μέρος 构成惯用表达,意为“在他们之间轮流/交替”。
  5. 17.2.3ὃς γὰρ ἂν τῶν βασιλέων πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα — 结构 ὃς ἂν + 虚拟语气(πηρωθῇ)构成泛指关系从句(“国王中无论是谁,一旦残疾”)。其后的短语 μέρος τι τοῦ σώματος(身体的某个部位)是配合被动语态动词使用的“限定对格”(或表示关联/维度的对格),用以指明身体的哪个部分变残疾。主句的主语 οἱ συνόντες 表明随从们将遭受与国王完全相同的命运。

引用这一段

斯特拉波, 地理学 §17.2.1-17.2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.2.1-17.2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。