Humanitext Reader

ストラボン · 地理誌 §17.1.54

ペトロニウスのエチオピア遠征とナパタの破壊

565 / 577 箇所 · ギリシア語

要旨

エジプト南部の都市を急襲したエチオピア軍に対し、ローマのペトロニウス長官が進軍して撃退し、クシュ王国の都ナパタを徹底的に破壊してカンダケ女王に交渉を強いて、最終的にカエサルが貢納を免除した経緯を記述する。

§17.1.54Ἐπειδὴ δὲ οἱ Αἰθίοπες καταφρονήσαντες τῷ μέρος τι τῆς ἐν Αἰγύπτῳ δυνάμεως ἀπεσπάσθαι μετὰ Γάλλου Αἰλίου πολεμοῦντος πρὸς τοὺς Ἄραβας, ἐπῆλθον τῇ Θηβαΐδι καὶ τῇ φρουρᾷ τῶν τριῶν σπειρῶν τῶν κατὰ Συήνην καὶ ἑλόντες ἔφθασαν τήν τε Συήνην καὶ τὴν Ἐλεφαντίνην καὶ Φιλὰς ἐξ ἐφόδου διὰ τὸ αἰφνίδιον καὶ ἐξηνδραποδίσαντο, ἀνέσπασαν δὲ καὶ τοὺς Καίσαρος ἀνδριάντας, ἐπελθὼν ἐλάττοσιν ἢ μυρίοις πεζοῖς Πετρώνιος, ἱππεῦσι δὲ ὀκτακοσίοις πρὸς ἄνδρας τρισμυρίους, πρῶτον μὲν ἠνάγκασεν ἀναφυγεῖν αὐτοὺς εἰς Ψέλχιν πόλιν Αἰθιοπικήν, καὶ πρεσβεύεται τά τε ληφθέντα ἀπαιτῶν καὶ τὰς αἰτίας διʼ ἃς ἦρξαν πολέμου·
エチオピア人たちは、アイリウス・ガルスがアラビア人たちと戦争をしている際に、エジプトにある軍隊の一部が引き抜かれたことを侮って、テバイスおよびスエネにある3つの歩兵大隊の守備隊を襲撃し、不意を突いたために急襲によってスエネ、エレパンティネ、フィラエをあらかじめ占領して住民を奴隷にし、またカエサルの彫像を引き倒した。 これに対し、ペトロニウスは、1万未満の歩兵と800の騎兵を率いて3万の敵に向かって進軍し、まず彼らをエチオピアの都市プセルキスに退却させ、使節を派遣して、略奪されたものたちの返還と、彼らが戦争を始めた理由を要求した。
λεγόντων δʼ ὡς ἀδικοῖντο ὑπὸ τῶν νομάρχων, ἀλλʼ οὐκ ἔφη τούτους ἡγεμόνας εἶναι τῆς χώρας ἀλλὰ Καίσαρα·
彼らが地方長官たちから不当な扱いを受けたからだと言うと、彼は、これらの者は国の支配者ではなく、カエサルこそが支配者であると言った。
αἰτησαμένων δʼ ἡμέρας τρεῖς εἰς βουλὴν καὶ μηδὲν ὧν ἐχρῆν ποιούντων, προσβαλὼν ἠνάγκασε προελθεῖν εἰς μάχην, ταχὺ δὲ τροπὴν ἐποίησε συντεταγμένων τε κακῶς καὶ ὡπλισμένων·
彼らが協議のために3日間の猶予を求めながら、なすべきことを何もしなかったため、彼は攻撃を仕掛けて彼らを戦闘へと引きずり出し、隊列も乱れ武装も不十分な彼らを速やかに敗走させた。
μεγάλους γὰρ εἶχον θυρεούς, καὶ τούτους ὠμοβοΐνους, ἀμυντήρια δὲ πελέκεις, οἱ δὲ κοντούς, οἱ δὲ καὶ ξίφη.
というのも、彼らは生の牛皮で作られた大きな盾を持ち、防御兵器としては斧を、またある者は槍を、またある者は剣を持っていたからである。
τινὲς μὲν οὖν εἰς τὴν πόλιν συνηλάθησαν, οἱ δʼ εἰς τὴν ἐρημίαν ἔφυγον, τινὰς δὲ νῆσος πλησίον ὑπεδέξατο ἐμβάντας εἰς τὸν πόρον·
そのため、ある者たちは都市の中へと追い詰められ、他の者たちは荒野へと逃亡し、ある者たちは近隣の島へと逃げ込み、水路へと入った。
οὐ γὰρ πολλοὶ ἦσαν ἐνταῦθα οἱ κροκόδειλοι διὰ τὸν ῥοῦν.
というのも、そこは流れが速いためにワニがそれほど多くなかったからである。
τούτων δʼ ἦσαν καὶ οἱ τῆς βασιλίσσης στρατηγοὶ τῆς Κανδάκης, ἣ καθʼ ἡμᾶς ἦρξε τῶν Αἰθιόπων, ἀνδρική τις γυνὴ πεπηρωμένη τὸν ἕτερον τῶν ὀφθαλμῶν·
これらの者の中には、私たちの時代にエチオピア人たちを支配した、片目を失った男勝りの女性であるカンダケ女王の将軍たちもいた。
τούτους τε δὴ ζωγρίᾳ λαμβάνει ἅπαντας ἐπιπλεύσας σχεδίαις τε καὶ ναυσί, καὶ καταπέμπει παραχρῆμα εἰς Ἀλεξάνδρειαν, ἐπελθών τε τὴν Ψέλχιν αἱρεῖ·
彼は筏や船に乗って渡り、彼らをすべて生け捕りにして直ちにアレクサンドリアへと送り、また進軍してプセルキスをも攻略した。
προσαριθμουμένου δὲ τοῖς ἑαλωκόσι τοῦ πλήθους τῶν πεσόντων ἐν τῇ μάχῃ, τοὺς σωθέντας ὀλίγους παντάπασι γενέσθαι συνέβη.
捕虜となった者たちの数に、戦闘で戦死した者たちの数が加えられたため、生き残った者は極めて少なくなってしまった。
ἐκ δὲ Ψέλχιος ἧκεν εἰς Πρῆμνιν ἐρυμνὴν πόλιν διελθὼν τοὺς θῖνας, ἐν οἷς ὁ Καμβύσου κατεχώσθη στρατὸς ἐμπεσόντος ἀνέμου·
プセルキスから彼は、砂丘を通り抜けて要塞都市プレムニスに達したが、その砂丘の中では、風が吹き荒れた際にカンビュセスの軍勢が埋もれてしまったのである。
προσβαλὼν δὲ ἐξ ἐφόδου τὸ φρούριον αἱρεῖ, καὶ μετὰ ταῦτα ὥρμησεν ἐπὶ Ναπάτων·
不意を突いて要塞を攻撃し、彼はこれを奪取し、その後ナパタへと急進した。
τοῦτο δʼ ἦν τὸ βασίλειον τῆς Κανδάκης, καὶ ἦν ἐνταῦθα υἱὸς αὐτῆς·
そこはカンダケの宮廷であり、そこには彼女の息子がいた。
καὶ αὐτὴ δʼ ἔν τινι πλησίον ἵδρυτο χωρίῳ.
そして彼女自身は近くのある場所に陣を構えていた。
πρεσβευσαμένης δὲ περὶ φιλίας καὶ ἀποδούσης τοὺς ἐκ Συήνης αἰχμαλώτους καὶ τοὺς ἀνδριάντας, ἐπελθὼν λαμβάνει καὶ τὰ Νάπατα φυγόντος τοῦ παιδὸς καὶ κατασκάπτει·
彼女は友好を求めて使節を派遣し、スエネから連れ去られた捕虜たちと彫像を返還したものの、彼は進軍して、息子が逃亡したナパタをも占領し、これを徹底的に破壊した。
ἐξανδραποδισάμενος δʼ ἀναστρέφει πάλιν εἰς τοὐπίσω μετὰ τῶν λαφύρων, δύσοδα κρίνας τὰ προσωτέρω·
そして住民を奴隷にし、前方は通行が困難であると判断して、略奪品を携えて再び後方へと引き返した。
τὴν δὲ Πρῆμνιν τειχίσας βέλτιον, φρουρὰν ἐμβαλὼν καὶ τροφὴν δυεῖν ἐνιαυτῶν τετρακοσίοις ἀνδράσιν, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν·
彼はプレムニスをより強固に城壁で囲み、そこに400名の兵士のための守備隊と2年分の食糧を配備して、アレクサンドリアへと出発した。
καὶ τῶν αἰχμαλώτων τοὺς μὲν ἐλαφυροπώλησε, χιλίους δὲ Καίσαρι ἔπεμψε νεωστὶ ἐκ Καντάβρων ἥκοντι, τοὺς δὲ νόσοι διεχρήσαντο.
そして、捕虜たちのうちある者たちは戦利品として売却し、1000名をカンタブリ人たちとの戦争から最近戻ったばかりのカエサルのもとへと送り、他の者たちは病気によって命を落とした。
ἐν τούτῳ μυριάσι Κανδάκη πολλαῖς ἐπὶ τὴν φρουρὰν ἐπῆλθε·
その間に、カンダケは数万の軍勢を率いて守備隊へと襲いかかった。
Πετρώνιος δʼ ἐξεβοήθησε καὶ φθάνει προσελθὼν εἰς τὸ φρούριον, καὶ πλείοσι παρασκευαῖς ἐξασφαλισάμενος τὸν τόπον, πρεσβευσαμένων, ἐκέλευσεν ὡς Καίσαρα πρεσβεύεσθαι·
しかしペトロニウスは急遽援軍として出撃し、彼らより先に要塞へと到着し、より多くの備えによってその場所を安全にした。 彼らが使節を派遣すると、彼はカエサルのもとに使節を送るよう命じた。
οὐκ εἰδέναι δὲ φασκόντων ὅστις εἴη Καῖσαρ καὶ ὅπη βαδιστέον εἴη παρʼ αὐτόν, ἔδωκε τοὺς παραπέμψοντας·
彼らが、カエサルが誰であり、彼のところへ行くにはどこへ進むべきかを知らないと言うと、彼は護衛の者たちを与えた。
καὶ ἧκον εἰς Σάμον, ἐνταῦθα τοῦ Καίσαρος ὄντος καὶ μέλλοντος εἰς Συρίαν ἐντεῦθεν προϊέναι, Τιβέριον εἰς Ἀρμενίαν στέλλοντος.
そして彼らはサモス島に到着した。 カエサルはそこに滞在しており、そこからシリアへと進む予定であって、ティベリウスをアルメニアへと派遣しているところであった。
πάντων δὲ τυχόντων ὧν ἐδέοντο, ἀφῆκεν αὐτοῖς καὶ τοὺς φόρους οὓς ἐπέστησε.
彼らが要求したすべてを手に入れると、彼は彼らに課していた貢納をも免除した。

語釈・文法注

  1. 17.1.54καταφρονήσαντες τῷ μέρος τι τῆς ἐν Αἰγύπτῳ δυνάμεως ἀπεσπάσθαι — 動詞 `καταφρονέω`(軽蔑する、侮る)の理由を、冠詞付き不定詞 `τῷ ... ἀπεσπάσθαι`(完了受動システム)による原因の与格で表している。不定詞の意味上の主語は対格の `μέρος τι` である。
  2. 17.1.54ἔφθασαν τήν τε Συήνην ... ἑλόντες — 動詞 `φθάνω` が補充分詞 `ἑλόντες`(`αἱρέω` のアオリスト能動態分詞)を伴い、「他よりも先に占領する」「あらかじめ占領する」という、相手を出し抜くニュアンスを伴う動作の先行を表す慣用的な構文。
  3. 17.1.54ἀλλʼ οὐκ ἔφη — 独立属格節 `λεγόντων δʼ ...` の後に続く主節の動詞。接続詞 `ἀλλʼ`(しかし)は、エチオピア側の言い分(「地方長官たちから不当な扱いを受けた」)に対するペトロニウス側の強い拒絶と対比(「彼らが支配者なのではなくカエサルが支配者だ」)を導入している。
  4. 17.1.54φθάνει προσελθών — 本節で二回目の出現となる `φθάνω` +補充分詞(`προσέρχομαι` のアオリスト能動態分詞)の構文。「(敵の襲撃よりも)先んじて要塞に到着した」ことを意味する。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.54. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.54

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。