§17.1.9ἔστι δʼ ἐν τῷ μεγάλῳ λιμένι κατὰ μὲν τὸν εἴσπλουν ἐν δεξιᾷ ἡ νῆσος καὶ ὁ πύργος ὁ Φάρος, κατὰ δὲ τὴν ἑτέραν χεῖρα αἵ τε χοιράδες καὶ ἡ Λοχιὰς ἄκρα ἔχουσα βασίλειον.
大港の中には、入港する際、右手には島とファロスの塔があり、他方の手には暗礁群と、王宮を擁するロキアス岬がある。
εἰσπλεύσαντι δʼ ἐν ἀριστερᾷ ἐστι συνεχῆ τοῖς ἐν τῇ Λοχιάδι τὰ ἐνδοτέρω βασίλεια, πολλὰς καὶ ποικίλας ἔχοντα διαίτας καὶ ἄλση·
入港する者にとって左手には、ロキアス岬の建物に連続して、より内側の王宮があり、そこには多数の多様な住居や木立がある。
τούτοις δʼ ὑπόκειται ὅ τε ὀρυκτὸς λιμὴν καὶ κλειστός, ἴδιος τῶν βασιλέων, καὶ ἡ Ἀντίρροδος νησίον προκείμενον τοῦ ὀρυκτοῦ λιμένος, βασίλειον ἅμα καὶ λιμένιον ἔχον·
これらの下には、王専用の掘削された閉鎖港と、その掘削港の前に位置し、王宮と小港を同時に有するアンティロドスという小島がある。
ἐκάλεσαν δʼ οὕτως ὡς ἂν τῇ Ῥόδῳ ἐνάμιλλον.
彼らはこの島を、あたかもロドス島に匹敵するかのように、このように呼んだ。
ὑπέρκειται δὲ τούτου τὸ θέατρον·
この島の上方には劇場が位置する。
εἶτα τὸ Ποσείδιον, ἀγκών τις ἀπὸ τοῦ ἐμπορίου καλουμένου προπεπτωκώς, ἔχων ἱερὸν Ποσειδῶνος·
それから、エンポリオンと呼ばれる交易地から突き出た、ポセイドンの神殿を有する岬であるポセイディオンがある。
ᾧ προσθεὶς χῶμα Ἀντώνιος ἔτι μᾶλλον προνεῦον εἰς μέσον τὸν λιμένα ἐπὶ τῷ ἄκρῳ κατεσκεύασε δίαιταν βασιλικὴν ἣν Τιμώνιον προσηγόρευσε.
これにアントニウスは堤防を付け加え、港の中央に向けてさらにいっそう突き出させ、その先端に、彼が「ティモニオン」と名付けた王室の住居を建設した。
τοῦτο δʼ ἔπραξε τὸ τελευταῖον, ἡνίκα προλειφθεὶς ὑπὸ τῶν φίλων ἀπῆρεν εἰς Ἀλεξάνδρειαν μετὰ τὴν ἐν Ἀκτίῳ κακοπραγίαν, Τιμώνειον αὑτῷ κρίνας τὸν λοιπὸν βίον, ὃν διάξειν ἔμελλεν ἔρημος τῶν τοσούτων φίλων.
彼はこれを最期に行った。 それは、アクティウムでの敗北の後、友人たちに見捨てられてアレクサンドリアに退いたときであり、これほど多くの友人たちを失って孤独に過ごすことになる残りの人生を、自分にとってのティモニオンと決めたからであった。
εἶτα τὸ Καισάρειον καὶ τὸ ἐμπόριον καὶ ἀποστάσεις, καὶ μετὰ ταῦτα τὰ νεώρια μέχρι τοῦ ἑπτασταδίου.
次いでカイサレイオン、エンポリオン、そして保管庫があり、さらにこれらの後にはヘプタスタディオンに至る造船所がある。
ταῦτα μὲν τὰ περὶ τὸν μέγαν λιμένα.
これらが大港の周辺に関する事柄である。
§17.1.10̔εξῆς δʼ Εὐνόστου λιμὴν μετὰ τὸ ἑπταστάδιον, καὶ ὑπὲρ τούτου ὁ ὀρυκτὸς ὃν καὶ Κιβωτὸν καλοῦσιν, ἔχων καὶ αὐτὸς νεώρια.
次に、ヘプタスタディオンの後にエウノストス港があり、その上方には「キボトス」とも呼ばれる掘削港があり、これ自体も造船所を有している。
ἐνδοτέρω δὲ τούτου διῶρυξ πλωτὴ μέχρι τῆς λίμνης τεταμένη τῆς Μαρεώτιδος·
これよりさらに内側には、マレオティス湖まで延びる航行可能な運河がある。
ἔξω μὲν οὖν τῆς διώρυγος μικρὸν ἔτι λείπεται τῆς πόλεως·
さて、運河の外側には、都市のほんの一部が残されているのみである。
εἶθʼ ἡ Νεκρόπολις τὸ προάστειον, ἐν ᾧ κῆποί τε πολλοὶ καὶ ταφαὶ καὶ καταγωγαὶ πρὸς τὰς ταριχείας τῶν νεκρῶν ἐπιτήδειαι.
次いで、郊外であるネクロポリスがあり、そこには多くの庭園や墓地、そして死体の防腐処理に適した施設がある。
ἐντὸς δὲ τῆς διώρυγος τό τε Σαράπειον καὶ ἄλλα τεμένη ἀρχαῖα ἐκλελειμμένα πως διὰ τὴν τῶν νέων κατασκευὴν τῶν ἐν Νικοπόλει·
運河の内側には、サラペイオンや、ニコポリスに新しい施設が建設されたためにある意味で放棄されてしまった他の古い聖域がある。
καὶ γὰρ ἀμφιθέατρον καὶ στάδιον καὶ οἱ πεντετηρικοὶ ἀγῶνες ἐκεῖ συντελοῦνται· τὰ δὲ παλαιὰ ὠλιγώρηται.
というのも、円形劇場や競技場、そして五年一度の競技会がそちらで開催されるからであり、古いものは軽んじられている。
συλλήβδην δʼ εἰπεῖν ἡ πόλις μεστή ἐστιν ἀναθημάτων καὶ ἱερῶν· κάλλιστον δὲ τὸ γυμνάσιον μείζους ἢ σταδιαίας ἔχον τὰς στοάς·
総じて言えば、都市は奉納物と神殿で満ちており、最も美しいのは、一スタディオン以上の長さの回廊を有するギムナシオンである。
ἐν μέσῳ τό τε δικαστήριον καὶ τὰ ἄλση.
その中央には裁判所と木立がある。
ἔστι δὲ καὶ Πάνειον, ὕψος τι χειροποίητον στροβιλοειδὲς ἐμφερὲς ὄχθῳ πετρώδει διὰ κοχλίου τὴν ἀνάβασιν ἔχον·
またパネイオンもあり、これは岩だらけの丘に似た、螺旋状に上る通路を持つ、松かさの形をした人工の高台である。
ἀπὸ δὲ τῆς κορυφῆς ἔστιν ἀπιδεῖν ὅλην τὴν πόλιν ὑποκειμένην αὐτῷ πανταχόθεν.
その頂上からは、四方八方に眼下に広がる都市全体を見渡すことができる。
ἀπὸ δὲ τῆς Νεκροπόλεως ἡ ἐπὶ τὸ μῆκος πλατεῖα διατείνει παρὰ τὸ γυμνάσιον μέχρι τῆς πύλης τῆς Κανωβικῆς·
そしてネクロポリスからは、縦方向の大通りが、ギムナシオンのそばを通ってカノボス門まで延びている。
εἶθʼ ἱππόδρομος καλούμενός ἐστι καὶ αἱ παρακείμεναι ἄλλαι μέχρι τῆς διώρυγος τῆς Κανωβικῆς.
それから「ヒッポドロモス」と呼ばれる競馬場があり、またカノボス運河に至るまで隣接する他の大通りがある。
διὰ δὲ τοῦ ἱπποδρόμου διελθόντι ἡ Νικόπολις ἔστιν, ἔχουσα κατοικίαν ἐπὶ θαλάττῃ πόλεως οὐκ ἐλάττω·
競馬場を通り抜けるとニコポリスがあり、そこには海辺に都市に劣らない規模の居住地がある。
τριάκοντα δέ εἰσιν ἀπὸ τῆς Ἀλεξανδρείας στάδιοι.
アレクサンドリアからは三十スタディオンの距離にある。
τοῦτον δὲ ἐτίμησεν ὁ Σεβαστὸς Καῖσαρ τὸν τόπον, ὅτι ἐνταῦθα ἐνίκα τῇ μάχῃ τοὺς ἐπεξιόντας ἐπʼ αὐτὸν μετὰ Ἀντωνίου, καὶ λαβὼν ἐξ ἐφόδου τὴν πόλιν ἠνάγκασε τὸν μὲν Ἀντώνιον ἑαυτὸν διαχειρίσασθαι, τὴν δὲ Κλεοπάτραν ζῶσιν ἐλθεῖν εἰς τὴν ἐξουσίαν·
アウグストゥス・カエサルはこの地を重んじた。 なぜなら、ここで彼は、アントニウスとともに彼に対して出て行った者たちを戦闘で破り、突撃によって都市を占領し、アントニウスに自害を強いるとともに、クレオパトラを生きたまま自らの支配下へと入らせたからである。
μικρὸν δʼ ὕστερον κἀκείνη ἑαυτὴν ἐν τῇ φρουρᾷ διεχειρίσατο λάθρᾳ δήγματι ἀσπίδος ἢ φαρμάκῳ ἐπιχρίστῳ (λέγεται γὰρ ἀμφοτέρως), καὶ συνέβη καταλυθῆναι τὴν τῶν Λαγιδῶν ἀρχὴν πολλὰ συμμείνασαν ἔτη.
しかしその少し後、彼女もまた幽閉下において、コブラの噛み傷、または塗る毒薬によって密かに自害し(どちらの説も言われている)、こうして、長年存続してきたラゴス家の支配は終焉を迎えることとなった。