Humanitext Reader

ストラボン · 地理誌 §17.1.11

プトレマイオス朝の王統史とエジプトの属州化

549 / 577 箇所 · ギリシア語

要旨

ラゴスから始まるプトレマイオス朝の王統史を略述し、アウレテス追放に伴う王位継承の混乱、ローマの介入とカエサルによるクレオパトラの復位、そしてアントニウスとの破滅からアウグストゥスによるエジプト属州化までを説明する。

§17.1.11πτολεμαῖος γὰρ ὁ Λάγου διεδέξατο Ἀλέξανδρον, ἐκεῖνον δὲ Φιλάδελφος, τοῦτον δὲ ὁ Εὐεργέτης, εἶθʼ ὁ Φιλοπάτωρ ὁ τῆς Ἀγαθοκλείας, εἶθʼ ὁ Ἐπιφανής, εἶθʼ ὁ Φιλομήτωρ, παῖς παρὰ πατρὸς ἀεὶ διαδεχόμενος·
というのも、ラゴスの子プトレマイオスがアレクサンドロスを継承し、彼をフィラデルフォスが、この者をエウエルゲテスが、次いでアガトクレイアの息子であるフィロパトルが、次いでエピファネスが、次いでフィロメトルが継承し、王位は常に父から子へと受け継がれたからである。
τοῦτον δʼ ἀδελφὸς διεδέξατο ὁ δεύτερος Εὐεργέτης ὃν καὶ Φύσκωνα προσαγορεύουσι, τοῦτον δʼ ὁ Λάθουρος ἐπικληθεὶς Πτολεμαῖος, τοῦτον δʼ ὁ Αὐλητὴς ὁ καθʼ ἡμᾶς, ὅσπερ ἦν τῆς Κλεοπάτρας πατήρ.
そしてこの者を、人々がフュスコンと呼ぶ第二のエウエルゲテスが継承し、この者をラトゥロスとあだ名されたプトレマイオスが、この者を私たちの時代のアウレテスが継承したが、彼こそがクレオパトラの父であった。
ἅπαντες μὲν οὖν οἱ μετὰ τὸν τρίτον Πτολεμαῖον ὑπὸ τρυφῆς διεφθαρμένοι χεῖρον ἐπολιτεύσαντο, χείριστα δʼ ὁ τέταρτος καὶ ἕβδομος καὶ ὁ ὕστατος ὁ Αὐλητής, ὃς χωρὶς τῆς ἄλλης ἀσελγείας χοραυλεῖν ἤσκησε, καὶ ἐπʼ αὐτῷ γε ἐσεμνύνετο τοσοῦτον ὥστʼ οὐκ ὤκνει συντελεῖν ἀγῶνας ἐν τοῖς βασιλείοις, εἰς οὓς παρῄει διαμιλλησόμενος τοῖς ἀνταγωνισταῖς.
さて、第三のプトレマイオスより後の者たちは全員、贅沢によって堕落して劣悪な政治を行ったが、最も劣悪だったのは第四、第七、そして最後の者であるアウレテスであり、彼は他の放蕩は別としてもフルート演奏を修練し、そのことを非常に自慢に思っていたため、王宮内で競技会を開催することを躊躇せず、自らそこに入場して競合者たちと競い合うほどであった。
τοῦτον μὲν οὖν οἱ Ἀλεξανδρεῖς ἐξέβαλον, τριῶν δʼ αὐτῷ θυγατέρων οὐσῶν, ὧν μία γνησία ἡ πρεσβυτάτη, ταύτην ἀνέδειξαν βασίλισσαν·
そこでアレクサンドリア市民は彼を追放したが、彼には三人の娘がおり、そのうち唯一の嫡出子であった長女を女王として擁立した。
οἱ υἱοὶ δʼ αὐτοῦ δύο νήπιοι τῆς τότε χρείας ἐξέπιπτον τελέως.
彼の二人の息子は幼かったため、その時の必要から完全に除外された。
τῇ δὲ κατασταθείσῃ μετεπέμψαντο ἄνδρα ἐκ τῆς Συρίας κυβιοσάκτην τινά, προσποιησάμενον τοῦ γένους εἶναι τῶν Συριακῶν βασιλέων·
擁立された彼女のために、彼らはシリアから、シリアの王たちの一族であると自称するキュビオサクテスという者を夫として呼び寄せた。
τοῦτον μὲν οὖν ὀλίγων ἡμερῶν ἀπεστραγγάλισεν ἡ βασίλισσα οὐ φέρουσα τὸ βάναυσον καὶ τὸ ἀνελεύθερον.
しかし女王は、彼の卑俗さと下劣さに耐えかねて、数日のうちに彼を絞殺してしまった。
ἧκε δʼ ἀντʼ ἐκείνου προσποιησάμενος καὶ αὐτὸς εἶναι Μιθριδάτου υἱὸς τοῦ Εὐπάτορος Ἀρχέλαος, ὃς ἦν μὲν Ἀρχελάου υἱὸς τοῦ πρὸς Σύλλαν διαπολεμήσαντος καὶ μετὰ ταῦτα τιμηθέντος ὑπὸ Ῥωμαίων, πάππος δὲ τοῦ βασιλεύσαντος Καππαδόκων ὑστάτου καθʼ ἡμᾶς, ἱερεὺς δὲ τῶν ἐν Πόντῳ Κομάνων.
彼の代わりに、自らもエウパトルの子ミトリダテスの子であると自称するアルケラオスがやってきた。 彼は、スッラと戦い、後にローマ人から重んじられたアルケラオスの子であり、私たちの時代にカッパドキアを支配した最後の王の祖父であり、ポントスのコマナの神官であった。
Γαβινίῳ δὲ τότε συνδιέτριψεν ὡς συστρατεύσων ἐπὶ Παρθυαίους, λαθὼν δὲ τοῦτον κομίζεται διά τινων εἰς τὴν βασίλισσαν καὶ ἀναδείκνυται βασιλεύς.
当時、彼はガビニウスのもとでパルティアに対する遠征に加わるつもりで過ごしていたが、彼に隠れて、ある人々を通じて女王のもとへと連れて行かれ、王として擁立された。
ἐν τούτῳ τὸν Αὐλητὴν ἀφικόμενον εἰς Ῥώμην δεξάμενος Πομπήιος Μάγνος συνίστησι τῇ συγκλήτῳ καὶ διαπράττεται κάθοδον μὲν τούτῳ, τῶν δὲ πρέσβεων τῶν πλείστων, ἑκατὸν ὄντων, ὄλεθρον τῶν καταπρεσβευσάντων αὐτοῦ·
この間に、ローマに到着したアウレテスを迎えたポンペイウス・マグヌスは、彼を元老院に紹介し、彼の帰還を手配するとともに、彼を弾劾するために派遣された使節たち(百人いた)の大部分の殺害を手配した。
τούτων δʼ ἦν καὶ Δίων ὁ Ἀκαδημαϊκὸς ἀρχιπρεσβευτὴς γεγονώς.
これらの使節の中には、使節団長であったアカデメイア派のディオンも含まれていた。
καταχθεὶς οὖν ὑπὸ Γαβινίου Πτολεμαῖος τόν τε Ἀρχέλαον ἀναιρεῖ καὶ τὴν θυγατέρα, χρόνον δʼ οὐ πολὺν τῇ βασιλείᾳ προσθεὶς τελευτᾷ νόσῳ, καταλιπὼν δύο μὲν υἱεῖς δύο δὲ θυγατέρας, πρεσβυτάτην δὲ Κλεοπάτραν.
こうしてガビニウスによって連れ戻されたプトレマイオスは、アルケラオスと自らの娘を殺害し、王位にあまり長くない時間を付け加えた後に病気で死去した。 彼は二人の息子と二人の娘を残し、その長女がクレオパトラであった。
οἱ μὲν οὖν Ἀλεξανδρεῖς ἀπέδειξαν βασιλέας τόν τε πρεσβύτερον τῶν παίδων καὶ τὴν Κλεοπάτραν, οἱ δὲ συνόντες τῷ παιδὶ καταστασιάσαντες ἐξέβαλον τὴν Κλεοπάτραν, καὶ ἀπῆρε μετὰ τῆς ἀδελφῆς εἰς τὴν Συρίαν.
そこでアレクサンドリア市民は、子供たちのうちの兄とクレオパトラを王として推戴したが、少年に仕える者たちが徒党を組んでクレオパトラを追放し、彼女は妹とともにシリアへと逃れた。
ἐν τούτῳ Πομπήιος Μάγνος ἧκε φεύγων ἐκ Παλαιφαρσάλου πρὸς τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος·
この間にポンペイウス・マグヌスがパライフサロスから逃れてペルシオンとカシオス山にやってきた。
τοῦτον μὲν οὖν δολοφονοῦσιν οἱ μετὰ τοῦ βασιλέως·
そこで王の従者たちが彼を謀殺した。
ἐπελθὼν δὲ Καῖσαρ τόν τε μειρακίσκον διαφθείρει καὶ καθίστησι τῆς Αἰγύπτου βασίλισσαν τὴν Κλεοπάτραν μεταπεμψάμενος ἐκ τῆς φυγῆς· συμβασιλεύειν δʼ ἀπέδειξε τὸν λοιπὸν ἀδελφὸν αὐτῇ νέον παντελῶς ὄντα.
そこへ進出してきたカエサルは、その少年を破滅させ、クレオパトラを亡命先から呼び戻してエジプトの女王に据え、残された弟を、完全に幼かったものの、彼女の共同統治者として任命した。
μετὰ δὲ τὴν Καίσαρος τελευτὴν καὶ τὰ ἐν Φιλίπποις διαβὰς Ἀντώνιος εἰς τὴν Ἀσίαν ἐξετίμησεν ἐπὶ πλέον τὴν Κλεοπάτραν ὥστε καὶ γυναῖκα ἔκρινε καὶ ἐτεκνοποιήσατο ἐξ αὐτῆς, τόν τε Ἀκτιακὸν πόλεμον συνήρατο ἐκείνῃ καὶ συνέφυγε·
カエサルの死後、そしてフィリッピでの出来事の後、アジアに渡ったアントニウスは、クレオパトラをさらにいっそう重んじたため、彼女を妻と定め、彼女との間に子供をもうけ、アクティウムの戦いも彼女とともに戦って、ともに逃亡した。
καὶ μετὰ ταῦτα ἐπακολουθήσας ὁ Σεβαστὸς Καῖσαρ ἀμφοτέρους κατέλυσε καὶ τὴν Αἴγυπτον ἔπαυσε παροινουμένην.
その後に追撃したアウグストゥス・カエサルは、両者を滅ぼし、乱行に耽っていたエジプトの支配を終わらせた。

語釈・文法注

  1. p.1110παῖς παρὰ πατρὸς — 前置詞 παρὰ(属格支配)を伴い、「父から子へ」という世代間の直接的な王位継承の継続を示す慣用表現。
  2. p.1110τῆς τότε χρείας — 指示代名詞的副詞 τότε に修飾された属格句。アウレテス追放後の非常事態における「当時の必要(統治の必要性)」を指し、幼い二人の男子が排除された理由を説明している。
  3. p.1111τῶν καταπρεσβευσάντων αὐτοῦ — 動詞 καταπρεσβεύω(対抗して使節を送る、告発の使節を務める)の定冠詞付き中時制(または能動)分詞属格。αὐτοῦ(彼、すなわちアウレテス)は動詞の目的語(属格支配)であり、彼を弾劾するためにローマへ派遣された使節たちを指す。
  4. p.1111παροινουμένην — 動詞 παροινέω(酒に酔って暴れる、乱行を働く)の現在受動分詞。ここではエジプト(の支配)を擬人化し、後期プトレマイオス朝の放蕩な王たちによって国家の統治が「乱行に耽らされていた(狂わされていた)」状態を比喩的に描いている。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。