Humanitext Reader

ストラボン · 地理誌 §17.1.7-17.1.8

アレクサンドリアの地勢と王宮および主要施設

547 / 577 箇所 · ギリシア語

要旨

アレクサンドリアの地理的利点、特に二つの水域に挟まれた立地とナイル川増水による気候の快適さを説明し、さらに外套型の都市構造、王宮、ムセイオン、アレクサンドロス大王の墓であるセーマについて解説する。

§17.1.7̔η δʼ εὐκαιρία πολύτροπος·
その地の利は多角的である。
ἀμφίκλυστόν τε γάρ ἐστι τὸ χωρίον δυσὶ πελάγεσι, τῷ μὲν ἀπὸ τῶν ἄρκτων τῷ Αἰγυπτίῳ λεγομένῳ τῷ δʼ ἀπὸ μεσημβρίας τῷ τῆς λίμνης τῆς Μαρείας ἣ καὶ Μαρεῶτις λέγεται·
なぜなら、その地は2つの海によって両側を洗われているからであり、一方は北からの、エジプト海と呼ばれる海、他方は南からの、マレイア湖(マレオティスとも呼ばれる)の水域である。
πληροῖ δὲ ταύτην πολλαῖς διώρυξιν ὁ Νεῖλος ἄνωθέν τε καὶ ἐκ πλαγίων, διʼ ὧν τὰ εἰσκομιζόμενα πολλῷ πλείω τῶν ἀπὸ θαλάττης ἐστὶν ὥσθʼ ὁ λιμὴν ὁ λιμναῖος ὑπῆρχε πλουσιώτερος τοῦ θαλαττίου·
ナイル川は、上流からも側方からも、多くの運河によってこの湖を満たしている。 それらの運河を通じて運び込まれるものは、海からのものよりもはるかに多く、その結果、湖の港は海の港よりも豊かであった。
ταύτῃ δὲ καὶ τὰ ἐκκομιζόμενα ἐξ Ἀλεξανδρείας πλείω τῶν εἰσκομιζομένων ἐστί·
この点において、アレクサンドリアから運び出されるものは、運び込まれるものよりも多い。
γνοίη δʼ ἄν τις ἔν τε τῇ Ἀλεξανδρείᾳ καὶ τῇ Δικαιαρχείᾳ γενόμενος, ὁρῶν τὰς ὁλκάδας ἔν τε τῷ κατάπλῳ καὶ ἐν ταῖς ἀναγωγαῖς ὅσον βαρύτεραί τε καὶ κουφότεραι δεῦρο κἀκεῖσε πλέοιεν.
このことは、アレクサンドリアとディカイアルケイアの両方に赴き、入港時と出港時において、商船がこちらとあちらへどれほど重く、また軽く航行しているかを見るならば、誰でも知ることができるだろう。
πρὸς δὲ τῷ πλούτῳ τῶν καταγομένων ἑκατέρωσε εἴς τε τὸν κατὰ θάλατταν λιμένα καὶ εἰς τὸν λιμναῖον καὶ τὸ εὐάερον ἄξιον σημειώσεώς ἐστιν, ὃ καὶ αὐτὸ συμβαίνει διὰ τὸ ἀμφίκλυστον καὶ τὸ εὔκαιρον τῆς ἀναβάσεως τοῦ Νείλου.
さらに、海側の港と湖側の港の両方に陸揚げされる物資の豊かさに加えて、空気の清涼さも注目に値する。 これ自体も、両側を水に囲まれていることと、ナイル川の増水の時宜を得ていることによってもたらされるものである。
αἱ μὲν γὰρ ἄλλαι πόλεις αἱ ἐπὶ λιμνῶν ἱδρυμέναι βαρεῖς καὶ πνιγώδεις ἔχουσι τοὺς ἀέρας ἐν τοῖς καύμασι τοῦ θέρους·
というのも、湖のほとりに建てられた他の都市は、夏の猛暑において重く息苦しい空気を有しているからである。
ἐπὶ γὰρ τοῖς χείλεσιν αἱ λίμναι τελματοῦνται διὰ τὴν ἐκ τῶν ἡλίων ἀναθυμίασιν·
それは、湖が太陽の熱による蒸発のために、その岸辺で沼地化するからである。
βορβορώδους οὖν ἀναφερομένης τοσαύτης ἰκμάδος, νοσώδης ὁ ἀὴρ ἕλκεται καὶ λοιμικῶν κατάρχει παθῶν.
したがって、そのような泥深い湿気が大量に立ち上ると、吸い込まれる空気は不健康になり、疫病の発生をもたらす。
ἐν Ἀλεξανδρείᾳ δὲ τοῦ θέρους ἀρχομένου πληρούμενος ὁ Νεῖλος πληροῖ καὶ τὴν λίμνην καὶ οὐδὲν ἐᾷ τελματῶδες τὸ τὴν ἀναφορὰν ποιῆσον μοχθηράν·
しかしアレクサンドリアでは、夏の始まりにナイル川が満ちることで、湖をも満たし、空気を悪化させるような蒸発を生じさせるいかなる沼地的なものも残さない。
τότε δὲ καὶ οἱ ἐτησίαι πνέουσιν ἐκ τῶν βορείων καὶ τοῦ τοσούτου πελάγους, ὥστε κάλλιστα τοῦ θέρους Ἀλεξανδρεῖς διάγουσιν.
そしてその時期には、エテシアイ風が北から、そしてあの広大な海から吹くため、アレクサンドリアの人々は夏を極めて快適に過ごすのである。
§17.1.8ἔστι δὲ χλαμυδοειδὲς τὸ σχῆμα τοῦ ἐδάφους τῆς πόλεως, οὗ τὰ μὲν ἐπὶ μῆκος πλευρά ἐστι τὰ ἀμφίκλυστα ὅσον τριάκοντα σταδίων ἔχοντα διάμετρον, τὰ δὲ ἐπὶ πλάτος οἱ ἰσθμοί, ἑπτὰ ἢ ὀκτὼ σταδίων ἑκάτερος, σφιγγόμενος τῇ μὲν ὑπὸ θαλάττης τῇ δʼ ὑπὸ τῆς λίμνης.
さて、都市の敷地の形状は外套に似ており、その長辺は両側を水に洗われる部分であって、約30スタディオンの長さを持ち、短辺は地峡であって、それぞれ7または8スタディオンであり、一方は海によって、他方は湖によって狭められている。
ἅπασα μὲν οὖν ὁδοῖς κατατέτμηται ἱππηλάτοις καὶ ἁρματηλάτοις, δυσὶ δὲ πλατυτάταις ἐπὶ πλέον ἢ πλέθρον ἀναπεπταμέναις, αἳ δὴ δίχα καὶ πρὸς ὀρθὰς τέμνουσιν ἀλλήλας.
都市全体は騎馬や馬車の通れる道路によって区画されているが、特に非常に広い2つの道路があり、これらは1プレトロン以上の幅に開かれており、互いに直角に交わって二分している。
ἔχει δʼ ἡ πόλις τεμένη τε κοινὰ κάλλιστα καὶ τὰ βασίλεια, τέταρτον ἢ καὶ τρίτον τοῦ παντὸς περιβόλου μέρος·
また都市は、非常に美しい公共の聖域や王宮を有しており、それらは全周壁の4分の1ないし3分の1を占めている。
τῶν γὰρ βασιλέων ἕκαστος ὥσπερ τοῖς κοινοῖς ἀναθήμασι προσεφιλοκάλει τινὰ κόσμον, οὕτω καὶ οἴκησιν ἰδίᾳ περιεβάλλετο πρὸς ταῖς ὑπαρχούσαις, ὥστε νῦν τὸ τοῦ ποιητοῦ ἐξ ἑτέρων ἕτερʼ ἐστίν·
というのは、王たちのそれぞれが、公共の奉納物に何らかの装飾を愛好して付け加えたように、自らの私的な住居をも既存の建物に付け加えて取り囲んだからであり、その結果、今や詩人の言うように「次から次へと連なるもの」となっている。
ἅπαντα μέντοι συναφῆ καὶ ἀλλήλοις καὶ τῷ λιμένι καὶ ὅσα ἔξω αὐτοῦ.
しかしながら、これらはすべて互いに、また港および港の外にあるものとも結びついている。
τῶν δὲ βασιλείων μέρος ἐστὶ καὶ τὸ Μουσεῖον, ἔχον περίπατον καὶ ἐξέδραν καὶ οἶκον μέγαν ἐν ᾧ τὸ συσσίτιον τῶν μετεχόντων τοῦ Μουσείου φιλολόγων ἀνδρῶν.
王宮の一部にはムセイオンもあり、そこには散歩道やエクセドラ、そしてムセイオンに属する学者たちの共同の食事室である大広間がある。
ἔστι δὲ τῇ συνόδῳ ταύτῃ καὶ χρήματα κοινὰ καὶ ἱερεὺς ὁ ἐπὶ τῷ Μουσείῳ τεταγμένος τότε μὲν ὑπὸ τῶν βασιλέων νῦν δʼ ὑπὸ Καίσαρος.
この学術団体には共同の財産もあり、またムセイオンを管轄する神官が置かれており、当時は王たちによって、現在はカエサルによって任命されている。
μέρος δὲ τῶν βασιλείων ἐστὶ καὶ τὸ καλούμενον Σῆμα, ὃ περίβολος ἦν ἐν ᾧ αἱ τῶν βασιλέων ταφαὶ καὶ ἡ Ἀλεξάνδρου·
また王宮の一部には、セーマと呼ばれるものもあり、これは王たちの墓、およびアレクサンドロスの墓がある囲い地であった。
ἔφθη γὰρ τὸ σῶμα ἀφελόμενος Περδίκκαν ὁ τοῦ Λάγου Πτολεμαῖος κατακομίζοντα ἐκ τῆς Βαβυλῶνος καὶ ἐκτρεπόμενον ταύτῃ κατὰ πλεονεξίαν καὶ ἐξιδιασμὸν τῆς Αἰγύπτου·
というのは、ラゴスの子プトレマイオスが、ペルディッカスから先手を打って遺体を奪ったからである。 ペルディッカスは遺体をバビロンから護送し、欲心とエジプトを私物化せんとする意図からこの地へと進路を向けていた。
καὶ δὴ καὶ ἀπώλετο διαφθαρεὶς ὑπὸ τῶν στρατιωτῶν, ἐπελθόντος τοῦ Πτολεμαίου καὶ κατακλείσαντος αὐτὸν ἐν νήσῳ ἐρήμῃ·
そして実際、彼(ペルディッカス)は兵士たちによって殺されて滅びた。 プトレマイオスが攻め寄せ、彼を無人の島に追い詰めたときに。
ἐκεῖνος μὲν οὖν ἀπέθανεν ἐμπεριπαρεὶς ταῖς σαρίσσαις ἐπελθόντων ἐπʼ αὐτὸν τῶν στρατιωτῶν·
こうして彼(ペルディッカス)は、兵士たちが襲いかかってサリッサで突き刺されて死んだ。
σὺν αὐτῷ δὲ καὶ οἱ βασιλεῖς Ἀριδαῖός τε καὶ τὰ παιδία τὰ Ἀλεξάνδρου καὶ ἡ γυνὴ Ῥωξάνη ἀπῆραν εἰς Μακεδονίαν·
彼とともにいた王アリダイオス、およびアレクサンドロスの子供たちと妻ロクサネはマケドニアへと去った。
τὸ δὲ σῶμα τοῦ Ἀλεξάνδρου κομίσας ὁ Πτολεμαῖος ἐκήδευσεν ἐν τῇ Ἀλεξανδρείᾳ ὅπου νῦν ἔτι κεῖται, οὐ μὴν ἐν τῇ αὐτῇ πυέλῳ·
プトレマイオスはアレクサンドロスの遺体を運んでアレクサンドリアに埋葬し、そこには今もなお安置されているが、ただし、当時と同じ棺の中にあるわけではない。
ὑαλίνη γὰρ αὕτη, ἐκεῖνος δʼ ἐν χρυσῇ κατέθηκεν·
というのも、現在の棺はガラス製であるが、プトレマイオスは黄金の棺に安置したからである。
ἐσύλησε δʼ αὐτὴν ὁ Κόκκης καὶ Παρείσακτος ἐπικληθεὶς Πτολεμαῖος, ἐκ τῆς Συρίας ἐπελθὼν καὶ ἐκπεσὼν εὐθύς, ὥστʼ ἀνόνητα αὐτῷ τὰ σῦλα γενέσθαι.
これを、コッケスおよびパレイサクトスとあだ名されたプトレマイオスが略奪した。 彼はシリアから攻め入ったものの、すぐに追放されたため、彼にとってその略奪品は何の役にも立たなかった。

語釈・文法注

  1. §17.1.7γνοίη δʼ ἄν τις — 希求法に小辞 ἄν を伴う潜在(~するかもしれない、~できるだろう)の用法。主語としての τις(誰でも)とともに「(実際にその場所に行ってみるならば)誰にでもわかるだろう」という確実性の高い推量を表している。
  2. §17.1.8ἔφθη γὰρ τὸ σῶμα ἀφελόμενος — 動詞 φθάνω(先んじる、先手を打つ)が分詞(ここでは ἀφελόμενος)を伴って、「〜するより先に…する」という構文を形成している。ここではプトレマイオスがペルディッカスに先んじて、アレクサンドロスの遺体を奪取したことを示す。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.7-17.1.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.7-17.1.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。