Humanitext Reader

斯特拉波 · 地理学 §17.1.9-17.1.10

亚历山大大港的景观与托勒密王朝的覆亡

第 548 段,共 577 段 · 希腊语

内容简介

作者描绘了亚历山大大港及其周边的主要设施与地标(如皇宫、安蒂罗多斯岛、蒂莫尼翁、体育馆等),并叙述了邻近城市尼科波利斯的历史事件,包括安东尼与克利奥帕特拉的自尽以及托勒密王朝的灭亡。

§17.1.9ἔστι δʼ ἐν τῷ μεγάλῳ λιμένι κατὰ μὲν τὸν εἴσπλουν ἐν δεξιᾷ ἡ νῆσος καὶ ὁ πύργος ὁ Φάρος, κατὰ δὲ τὴν ἑτέραν χεῖρα αἵ τε χοιράδες καὶ ἡ Λοχιὰς ἄκρα ἔχουσα βασίλειον.
在大港内,入港时的右手边是法罗斯岛和法罗斯灯塔,而在另一侧则是暗礁群和拥有皇宫的洛基亚斯岬角。
εἰσπλεύσαντι δʼ ἐν ἀριστερᾷ ἐστι συνεχῆ τοῖς ἐν τῇ Λοχιάδι τὰ ἐνδοτέρω βασίλεια, πολλὰς καὶ ποικίλας ἔχοντα διαίτας καὶ ἄλση· τούτοις δʼ ὑπόκειται ὅ τε ὀρυκτὸς λιμὴν καὶ κλειστός, ἴδιος τῶν βασιλέων, καὶ ἡ Ἀντίρροδος νησίον προκείμενον τοῦ ὀρυκτοῦ λιμένος, βασίλειον ἅμα καὶ λιμένιον ἔχον· ἐκάλεσαν δʼ οὕτως ὡς ἂν τῇ Ῥόδῳ ἐνάμιλλον.
对于入港者而言,左手边紧接洛基亚斯岬角建筑的是内皇宫,其内有许多各式各样的居所和林苑;这些建筑下方是开凿出的闭锁港,以及位于该开凿港前方的安蒂罗多斯小岛,岛上兼有皇宫和小港口;人们之所以这样命名它,是因为它仿佛能与罗德岛相媲美。
ὑπέρκειται δὲ τούτου τὸ θέατρον· εἶτα τὸ Ποσείδιον, ἀγκών τις ἀπὸ τοῦ ἐμπορίου καλουμένου προπεπτωκώς, ἔχων ἱερὸν Ποσειδῶνος· ᾧ προσθεὶς χῶμα Ἀντώνιος ἔτι μᾶλλον προνεῦον εἰς μέσον τὸν λιμένα ἐπὶ τῷ ἄκρῳ κατεσκεύασε δίαιταν βασιλικὴν ἣν Τιμώνιον προσηγόρευσε.
该岛上方是剧场;接着是波塞狄翁,这是从被称为“商埠”的地方延伸出的一处如手肘般凸出的岬角,建有波塞冬神殿;安东尼在岬角上加筑了堤坝,使之更向港口中央突出,并在其末端建造了一处皇宫寓所,称之为“蒂莫尼翁”。
τοῦτο δʼ ἔπραξε τὸ τελευταῖον, ἡνίκα προλειφθεὶς ὑπὸ τῶν φίλων ἀπῆρεν εἰς Ἀλεξάνδρειαν μετὰ τὴν ἐν Ἀκτίῳ κακοπραγίαν, Τιμώνειον αὑτῷ κρίνας τὸν λοιπὸν βίον, ὃν διάξειν ἔμελλεν ἔρημος τῶν τοσούτων φίλων.
这是他在最末期所做的事,当时他在亚克兴战败后被朋友抛弃,退往亚历山大里亚,决定自己余生的生活方式将如“蒂莫尼翁”,在失去如此多朋友的孤独中度过。
εἶτα τὸ Καισάρειον καὶ τὸ ἐμπόριον καὶ ἀποστάσεις, καὶ μετὰ ταῦτα τὰ νεώρια μέχρι τοῦ ἑπτασταδίου.
接着是恺撒神殿、商埠和仓库,此后是延伸至七斯塔德堤防的造船厂。
ταῦτα μὲν τὰ περὶ τὸν μέγαν λιμένα.
以上是关于大港周围的情况。
§17.1.10̔εξῆς δʼ Εὐνόστου λιμὴν μετὰ τὸ ἑπταστάδιον, καὶ ὑπὲρ τούτου ὁ ὀρυκτὸς ὃν καὶ Κιβωτὸν καλοῦσιν, ἔχων καὶ αὐτὸς νεώρια.
接下来,在七斯塔德堤防之后是埃乌诺斯托斯港,其上方是也被称为“基博托斯”的开凿港,它本身也拥有造船厂。
ἐνδοτέρω δὲ τούτου διῶρυξ πλωτὴ μέχρι τῆς λίμνης τεταμένη τῆς Μαρεώτιδος·
在此更内侧有一条通航运河,一直延伸到马雷奥蒂斯湖。
ἔξω μὲν οὖν τῆς διώρυγος μικρὸν ἔτι λείπεται τῆς πόλεως· εἶθʼ ἡ Νεκρόπολις τὸ προάστειον, ἐν ᾧ κῆποί τε πολλοὶ καὶ ταφαὶ καὶ καταγωγαὶ πρὸς τὰς ταριχείας τῶν νεκρῶν ἐπιτήδειαι.
在运河外侧,城市仅剩一小部分;接着是名为“涅克罗波利斯”的郊区,其中有许多花园、坟墓和适合防腐保存尸体的设施。
ἐντὸς δὲ τῆς διώρυγος τό τε Σαράπειον καὶ ἄλλα τεμένη ἀρχαῖα ἐκλελειμμένα πως διὰ τὴν τῶν νέων κατασκευὴν τῶν ἐν Νικοπόλει· καὶ γὰρ ἀμφιθέατρον καὶ στάδιον καὶ οἱ πεντετηρικοὶ ἀγῶνες ἐκεῖ συντελοῦνται· τὰ δὲ παλαιὰ ὠλιγώρηται.
运河内侧是萨拉皮斯神殿以及其他古老的圣域,这些圣域在某种程度上因尼科波利斯新建了设施而被废弃;因为圆形剧场、体育场以及五年一度的竞技会都在那里举行,而古老的地方则被忽视了。
συλλήβδην δʼ εἰπεῖν ἡ πόλις μεστή ἐστιν ἀναθημάτων καὶ ἱερῶν· κάλλιστον δὲ τὸ γυμνάσιον μείζους ἢ σταδιαίας ἔχον τὰς στοάς· ἐν μέσῳ τό τε δικαστήριον καὶ τὰ ἄλση.
总而言之,这座城市充满了奉纳物和神殿;其中最美丽的是体育馆,其回廊长度超过一斯塔德;在其中央是法庭和林苑。
ἔστι δὲ καὶ Πάνειον, ὕψος τι χειροποίητον στροβιλοειδὲς ἐμφερὲς ὄχθῳ πετρώδει διὰ κοχλίου τὴν ἀνάβασιν ἔχον· ἀπὸ δὲ τῆς κορυφῆς ἔστιν ἀπιδεῖν ὅλην τὴν πόλιν ὑποκειμένην αὐτῷ πανταχόθεν.
此外还有巴内翁,这是一个松果形的人工高台,类似于岩石小丘,有螺旋通道可达顶峰;从其顶峰可以俯瞰四面八方展现在其下方的整个城市。
ἀπὸ δὲ τῆς Νεκροπόλεως ἡ ἐπὶ τὸ μῆκος πλατεῖα διατείνει παρὰ τὸ γυμνάσιον μέχρι τῆς πύλης τῆς Κανωβικῆς· εἶθʼ ἱππόδρομος καλούμενός ἐστι καὶ αἱ παρακείμεναι ἄλλαι μέχρι τῆς διώρυγος τῆς Κανωβικῆς.
从涅克罗波利斯起,纵向的大街经过体育馆一直延伸到卡诺波斯门;接着是被称为“竞技场”的地方,以及其他相邻的街道,一直延伸到卡诺波斯运河。
διὰ δὲ τοῦ ἱπποδρόμου διελθόντι ἡ Νικόπολις ἔστιν, ἔχουσα κατοικίαν ἐπὶ θαλάττῃ πόλεως οὐκ ἐλάττω· τριάκοντα δέ εἰσιν ἀπὸ τῆς Ἀλεξανδρείας στάδιοι.
穿过竞技场后便是尼科波利斯,这里在海边拥有一个不亚于城市规模的定居点;它距离亚历山大里亚有三十斯塔德。
τοῦτον δὲ ἐτίμησεν ὁ Σεβαστὸς Καῖσαρ τὸν τόπον, ὅτι ἐνταῦθα ἐνίκα τῇ μάχῃ τοὺς ἐπεξιόντας ἐπʼ αὐτὸν μετὰ Ἀντωνίου, καὶ λαβὼν ἐξ ἐφόδου τὴν πόλιν ἠνάγκασε τὸν μὲν Ἀντώνιον ἑαυτὸν διαχειρίσασθαι, τὴν δὲ Κλεοπάτραν ζῶσιν ἐλθεῖν εἰς τὴν ἐξουσίαν· μικρὸν δʼ ὕστερον κἀκείνη ἑαυτὴν ἐν τῇ φρουρᾷ διεχειρίσατο λάθρᾳ δήγματι ἀσπίδος ἢ φαρμάκῳ ἐπιχρίστῳ (λέγεται γὰρ ἀμφοτέρως), καὶ συνέβη καταλυθῆναι τὴν τῶν Λαγιδῶν ἀρχὴν πολλὰ συμμείνασαν ἔτη.
奥古斯都·恺撒尊崇这个地方,因为在这里,他击败了与安东尼一同出兵对抗他的军队,并在一次突袭中占领了城市,迫使安东尼自尽,并使克利奥帕特拉活着落入他的权力掌控之中;然而不久之后,她也在看守中用毒蛇咬伤或涂抹毒药秘密自尽(两种说法皆有),从而使存续多年的拉格斯王朝统治宣告结束。

词汇与语法注释

  1. 17.1.9εισπλεύσαντι — 与格单数现在分词。这是地理描述中常用的“判断与格”或“关系与格”,表示从特定的行为主体(如“对于入港者而言”)的视角出发所见的空间关系。
  2. 17.1.9ὡς ἂν τῇ Ῥόδῳ ἐνάμιλλον — 连词 ὡς 与不定颗粒词 ἄν 后接形容词 ἐνάμιλλον。此处省略了存在分词 ὄν 等,表示一种潜在或虚拟的对比:“仿佛能与罗德岛相媲美一般”。
  3. 17.1.10συλλήβδην δʼ εἰπεῖν — 不定式 εἰπεῖν 的绝对用法。它作为修饰整个句子的副词性短语,表示“总而言之”或“一言以蔽之”。
  4. 17.1.10διελθόντι — 与格单数不定过去时分词。与 17.1.9 中的 εἰσπλεύσαντι 类似,这是一种表示随着地理移动而产生观察者视角的与格(“对于穿过者而言”)。

引用这一段

斯特拉波, 地理学 §17.1.9-17.1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.9-17.1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。