Humanitext Reader

ストラボン · 地理誌 §17.1.6

ファロス島とアレクサンドリアの建設

546 / 577 箇所 · ギリシア語

要旨

ストラボンはエジプトの個別地域の記述をアレクサンドリアの地理的特徴から始める。ファロス島とそれが形成する港の構造、有名な灯台、そしてアレクサンドロス大王による都市建設とそれに伴う大麦粉を用いた地縄張りの吉兆について述べる。

§17.1.6τὰ μὲν οὖν καθʼ ὅλου καὶ ἀνωτάτω περὶ τῆς Αἰγύπτου ταῦτα λέγομεν, τὰ καθʼ ἕκαστα δὲ καὶ τὰς ἀρετὰς αὐτῆς νῦν διέξιμεν.
エジプト全体および最高次の大枠に関する事柄についてはこのように述べることとし、個々の詳細とエジプトの美徳については今から順次説明することにしよう。
ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ ἔργου τούτου καὶ τὸ κυριώτατον ἡ Ἀλεξάνδρειά ἐστι καὶ τὰ περὶ αὐτήν, ἐντεῦθεν ἀρκτέον.
この叙述の中で最も大きな部分、かつ最も重要なのはアレクサンドリアとその周辺地域であるから、ここから始めるべきである。
ἔστι τοίνυν ἡ ἀπὸ Πηλουσίου παραλία πρὸς τὴν ἑσπέραν πλέουσι μέχρι μὲν τοῦ Κανωβικοῦ στόματος χιλίων που καὶ τριακοσίων σταδίων, ὃ δὴ καὶ βάσιν τοῦ Δέλτα ἔφαμεν·
さて、ペルシオンから西に向かって航海する者にとって、カノボス口に至るまでの海岸線はおよそ1300スタディオンであり、これこそまさに私たちがデルタの底辺と呼んだものである。
ἐντεῦθεν δʼ ἐπὶ Φάρον τὴν νῆσον ἄλλοι στάδιοι πεντήκοντα πρὸς τοῖς ἑκατόν.
そこからファロス島までは、さらに150 スタディオンある。
ἡ δὲ Φάρος νησίον ἐστὶ παράμηκες, προσεχέστατον τῇ ἠπείρῳ, λιμένα πρὸς αὐτὴν ποιοῦν ἀμφίστομον.
ファロスは細長い小島であって、本土に極めて近く、本土との間に両側に口を持つ港を形成している。
ᾐὼν γάρ ἐστι κολπώδης, ἄκρας εἰς τὸ πέλαγος προβεβλημένη δύο· τούτων δὲ μεταξὺ ἡ νῆσος ἵδρυται κλείουσα τὸν κόλπον, παραβέβληται γὰρ αὐτῷ κατὰ μῆκος·
なぜなら、海岸線は湾入しており、海に突き出た2つの岬があるが、島はこれらの間に位置して湾を塞ぐように、その長さに沿って平行に横たわっているからである。
τῶν δʼ ἄκρων τῆς Φάρου τὸ μὲν ἑῷον μᾶλλόν ἐστι προσεχὲς τῇ ἠπείρῳ καὶ τῇ κατʼ αὐτὴν ἄκρᾳ (καλεῖται δʼ ἄκρα Λοχιάς), καὶ ποιεῖ τὸν λιμένα ἀρτίστομον·
ファロス島の両端のうち、東側の端は本土とそれに対応する岬(ロキアス岬と呼ばれる)により近く、港の入り口を狭くしている。
πρὸς δὲ τῇ στενότητι τοῦ μεταξὺ πόρου καὶ πέτραι εἰσὶν αἱ μὲν ὕφαλοι αἱ δὲ καὶ ἐξέχουσαι, τραχύνουσαι πᾶσαν ὥραν τὸ προσπῖπτον ἐκ τοῦ πελάγους κλυδώνιον.
その間の水路の狭さに加えて、暗礁や水面上に露出した岩もあり、外海から打ち寄せる波を常に荒立たせている。
ἔστι δὲ καὶ αὐτὸ τὸ τῆς νησῖδος ἄκρον πέτρα περίκλυστος, ἔχουσα πύργον θαυμαστῶς κατεσκευασμένον λευκοῦ λίθου πολυώροφον, ὁμώνυμον τῇ νήσῳ·
また、この小島の端自体も海に洗われる岩であり、そこには白い石で驚くべき見事さで建てられた多層の塔があり、島と同名で呼ばれている。
τοῦτον δʼ ἀνέθηκε Σώστρατος Κνίδιος, φίλος τῶν βασιλέων, τῆς τῶν πλοιζομένων σωτηρίας χάριν, ὥς φησιν ἡ ἐπιγραφή.
碑文が伝えるところによれば、この塔は王たちの友人であったクニドス人ソストラトスが、航海する者たちの安全のために捧げたものである。
ἀλιμένου γὰρ οὔσης καὶ ταπεινῆς τῆς ἑκατέρωθεν παραλίας, ἐχούσης δὲ καὶ χοιράδας καὶ βράχη τινά, ἔδει σημείου τινὸς ὑψηλοῦ καὶ λαμπροῦ τοῖς ἀπὸ τοῦ πελάγους προσπλέουσιν ὥστʼ εὐστοχεῖν τῆς εἰσβολῆς τοῦ λιμένος.
というのも、両側の海岸線には港がなく低地であり、また暗礁や浅瀬もあるため、外海から航行してくる者たちが港の入り口を正確に目指せるように、高く輝く目印が必要だったからである。
καὶ τὸ ἑσπέριον δὲ στόμα οὐκ εὐείσβολόν ἐστιν, οὐ μὴν τοσαύτης γε δεῖται προνοίας·
また、西側の入り口も進入しやすいものではないが、それほどまでの注意は要しない。
ποιεῖ δὲ καὶ τοῦτο ἄλλον λιμένα τὸν τοῦ Εὐνόστου καλούμενον·
これもまた、エウノストス港と呼ばれる別の港を形成している。
πρόκειται δʼ οὗτος τοῦ ὀρυκτοῦ καὶ κλειστοῦ λιμένος·
この港は、掘削されて閉鎖された港の手前に位置している。
ὁ μὲν γὰρ ἐκ τοῦ λεχθέντος πύργου τῆς Φάρου τὸν εἴσπλουν ἔχων ὁ μέγας ἐστὶ λιμήν·
すなわち、前述のファロスの塔から進入路を持つ港が大港である。
οὗτοι δὲ συνεχεῖς ἐν βάθει ἐκείνῳ, τῷ ἑπτασταδίῳ καλουμένῳ χώματι διειργόμενοι ἀπʼ αὐτοῦ παράκεινται·
そして、これらは大港の奥に連続し、エプタスタディオンと呼ばれる堤防によって大港から仕切られて隣接している。
τὸ δὲ χῶμά ἐστιν ἀπὸ τῆς ἠπείρου γέφυρα ἐπὶ τὴν νῆσον κατὰ τὸ ἑσπέριον αὐτῆς μέρος ἐκτεταμένη, δύο διάπλους ἀπολείπουσα μόνον εἰς τὸν Εὐνόστου λιμένα καὶ αὐτοὺς γεγεφυρωμένους·
この堤防は、本土から島の西側部分へと延びる橋であり、エウノストス港へと通じるわずか2つの通水路だけを残し、それら自体にも橋が架けられている。
ἦν δʼ οὐ γέφυρα μόνον ἐπὶ τὴν νῆσον τὸ ἔργον τοῦτο, ἀλλὰ καὶ ὑδραγώγιον, ὅτε γε ᾠκεῖτο·
この建造物は島への橋であっただけでなく、島に人が住んでいた当時は水道でもあった。
νῦν δʼ ἠρήμωσεν αὐτὴν ὁ θεὸς Καῖσαρ ἐν τῷ πρὸς Ἀλεξανδρέας πολέμῳ τεταγμένην μετὰ τῶν βασιλέων·
しかし現在では、アレサンドリア人との戦争において彼女が王たちの側に与していたため、神君カエサルが島を荒廃させてしまった。
ὀλίγοι δʼ οἰκοῦσι πρὸς τῷ πύργῳ ναυτικοὶ ἄνδρες.
現在は少数の船乗りたちが塔の近くに住むのみである。
ὁ γοῦν μέγας λιμὴν πρὸς τῷ κεκλεῖσθαι καλῶς τῷ τε χώματι καὶ τῇ φύσει ἀγχιβαθής τέ ἐστιν ὥστε τὴν μεγίστην ναῦν ἐπὶ κλίμακος ὁρμεῖν, καὶ εἰς πλείους σχίζεται λιμένας.
ともかく大港は、堤防と自然の地形によって見事に閉ざされていることに加え、水深が深く、最大の船でもタラップを架けて係留できるほどであり、さらに複数の港に分かれている。
οἱ μὲν οὖν πρότεροι τῶν Αἰγυπτίων βασιλεῖς ἀγαπῶντες οἷς εἶχον καὶ οὐ πάνυ ἐπεισάκτων δεόμενοι, διαβεβλημένοι πρὸς ἅπαντας τοὺς πλέοντας καὶ μάλιστα τοὺς Ἕλληνας (πορθηταὶ γὰρ ἦσαν καὶ ἐπιθυμηταὶ τῆς ἀλλοτρίας κατὰ σπάνιν γῆς), ἐπέστησαν φυλακὴν τῷ τόπῳ τούτῳ κελεύσαντες ἀπείργειν τοὺς προσιόντας·
さて、かつてのエジプトの王たちは、自分たちが持っているものに満足し、輸入品を全く必要とせず、すべての航海者、とりわけギリシア人に対して敵意を抱いていた(というのも、彼らは土地の不足から、他人の土地を略奪し切望する者たちであったからである)。 そのため、彼らはこの場所に警備兵を置き、近づく者を撃退するように命じた。
κατοικίαν δʼ αὐτοῖς ἔδοσαν τὴν προσαγορευομένην Ῥακῶτιν, ἣ νῦν μὲν τῆς Ἀλεξανδρέων πόλεώς ἐστι μέρος τὸ ὑπερκείμενον τῶν νεωρίων, τότε δὲ κώμη ὑπῆρχε·
そして彼らは、ラコティスと呼ばれる居住地(ここは現在アレサンドリア市のうち造船所の上方に位置する部分であるが、当時は単なる村であった)を彼らに与えた。
τὰ δὲ κύκλῳ τῆς κώμης βουκόλοις παρέδοσαν δυναμένοις καὶ αὐτοῖς κωλύειν τοὺς ἔξωθεν ἐπιόντας.
また、その村の周辺は牧人たちに委ねられたが、彼ら自身も外からの侵入者を防ぐことができた。
ἐπελθὼν δὲ Ἀλέξανδρος, ἰδὼν τὴν εὐκαιρίαν ἔγνω τειχίζειν ἐπὶ τῷ λιμένι τὴν πόλιν·
しかし、アレクサンドロスがやって来てこの利便性に富む場所を目にしたとき、港に都市を建設して城壁で囲むことを決意した。
τῆς δʼ ὕστερον ἐπηκολουθηκυίας εὐδαιμονίας τῇ πόλει μνημονεύουσί τι σημεῖον κατὰ τὴν ὑπογραφὴν τοῦ κτίσματος συμβάν·
そして、後にこの都市にもたらされた繁栄の兆候として、都市建設の地縄張りの際に起こった、ある出来事が語り継がれている。
τῶν γὰρ ἀρχιτεκτόνων γῇ λευκῇ διασημαινομένων τὴν τοῦ περιβόλου γραμμήν, ἐπιλιπούσης τῆς γῆς καὶ τοῦ βασιλέως ἐπιόντος, οἱ διοικηταὶ τῶν ἀλφίτων μέρος τῶν παρεσκευασμένων τοῖς ἐργάταις παρέσχον, διʼ ὧν καὶ αἱ ὁδοὶ κατετμήθησαν εἰς πλείους·
すなわち、建築家たちが白い土で城壁の境界線を引いていたところ、その土が尽きてしまい、王も近づいていたため、管理人たちが労働者のために用意されていた大麦粉の一部を提供し、それを用いて道路の区画も多く引かれたのである。
τοῦτʼ οὖν οἰωνίσθαι λέγονται πρὸς ἀγαθοῦ γεγονός.
そこで、彼らはこれが吉兆として起こったことだと占ったと言われている。

語釈・文法注

  1. 17.1.6πλέουσι — 与格複数現在分詞。ここでは「航海する人々にとって」という関係与格(判断基準の与格)として機能しており、地理的叙述における基準点を示している。
  2. p.1105τεταγμένην — 完了受動分詞 `τάσσω` の女性単数対格。直前の `αὐτήν`(島ファロス)に一致する。島自体、またはその住民が「王たちの側に与していた(属していた)」という理由・原因を表す。
  3. 17.1.6καὶ αὐτοῖς — 与格複数代名詞 `αὐτός` に強意の `καὶ` が伴った形。「(それ以前に言及された警備兵に加えて)彼ら自身もまた」の意味で、牧人たちが独自に防衛能力を持っていたことを強調する。
  4. 17.1.6οἰωνίσθαι — 動詞 `οἰωνίζομαι` の現在中動不定詞。受動の意味「占われた、兆候とみなされた」として用いられ、対格主語 `τοῦτο` とともに `λέγονται`(…と言われている)に依存する不定詞構文を形成している。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。