§17.1.5οἱ μὲν οὖν ἀρχαῖοι στοχασμῷ τὸ πλέον, οἱ δʼ ὕστερον αὐτόπται γενηθέντες ᾔσθοντο ὑπὸ ὄμβρων θερινῶν πληρούμενον τὸν Νεῖλον, τῆς Αἰθιοπίας τῆς ἄνω κλυζομένης, καὶ μάλιστα ἐν τοῖς ἐσχάτοις ὄρεσι, παυσαμένων δὲ τῶν ὄμβρων παυομένην κατʼ ὀλίγον τὴν πλημμυρίδα·
さて、古代人たちは大抵は推測によって、また後世の人々は自ら目撃した者となって、上エチオピアが、とりわけ最果ての山々において雨に洗われる際に、夏の雨によってナイル川が満たされ、雨が止むと増水も少しずつ収まることを知った。
τοῦτο δʼ ὑπῆρξε μάλιστα δῆλον τοῖς πλέουσι τὸν Ἀράβιον κόλπον μέχρι τῆς κινναμωμοφόρου καὶ τοῖς ἐκπεμπομένοις ἐπὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ εἴ τινες ἄλλαι χρεῖαι παρώξυνον ἐκεῖσε ἄνδρας προχειρίζεσθαι τοὺς τῆς Αἰγύπτου βασιλέας τοὺς Πτολεμαϊκούς.
そしてこのことは、アラビア湾を肉桂産出地まで航海する人々や、象の狩猟に派遣される人々、また、エジプトのプトレマイオス朝の王たちにそこへ人々を派遣することを促した他の必要性があったとすれば、その人々にとってとりわけ明らかになった。
οὗτοι γὰρ ἐφρόντισαν τῶν τοιούτων, διαφερόντως δʼ ὁ Φιλάδελφος ἐπικληθείς, φιλιστορῶν καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος διαγωγὰς ἀεί τινας καὶ τέρψεις ζητῶν καινοτέρας.
なぜなら、これらプトレマイオス朝の王たちはそうしたことに配慮し、とりわけフィラデルフォスと呼ばれる王は、学問を好み、また身体が虚弱であったために、常に何らかの新しい気晴らしや楽しみを求めていたからである。
οἱ πάλαι δὲ βασιλεῖς οὐ πάνυ ἐφρόντισαν τῶν τοιούτων· καίπερ οἰκεῖοι σοφίας γεγονότες καὶ αὐτοὶ καὶ οἱ ἱερεῖς, μεθʼ ὧν ἦν αὐτοῖς ὁ πλείων βίος·
しかし、昔の王たちは、彼ら自身も、そして彼らが人生の大部分をともに過ごした神官たちも、知恵に親しんでいたにもかかわらず、そうしたことには全くと言っていいほど無頓着であった。
ὥστε καὶ θαυμάζειν ἄξιον καὶ διὰ τοῦτο καὶ διότι Σέσωστρις τὴν Αἰθιοπίαν ἐπῆλθεν ἅπασαν μέχρι τῆς κινναμωμοφόρου, καὶ ὑπομνήματα τῆς στρατείας αὐτοῦ καὶ νῦν ἔτι δείκνυται στῆλαι καὶ ἐπιγραφαί.
したがって、このことのためにも、またセソストリスがエチオピア全域を肉桂産出地まで遠征し、彼の遠征の記念碑としての石柱や碑文が現在でもなお示されているという事実のためにも、驚くべきことである。
Καμβύσης τε τὴν Αἴγυπτον κατασχὼν προῆλθε καὶ μέχρι τῆς Μερόης μετὰ τῶν Αἰγυπτίων·
またカンビュセスもエジプトを占有した際、エジプト人たちを伴ってメロエまで進軍した。
καὶ δὴ καὶ τοὔνομα τῇ τε νήσῳ καὶ τῇ πόλει τοῦτο παρʼ ἐκείνου τεθῆναί φασιν, ἐκεῖ τῆς ἀδελφῆς ἀποθανούσης αὐτῷ Μερόης· οἱ δὲ γυναῖκά φασι·
そして実際、その島と都市にこの名前が与えられたのは彼によると言われている。 というのも、そこで彼の姉妹であるメロエが亡くなったからである(あるいは妻であったと言う者もいる)。
τὴν ἐπωνυμίαν οὖν ἐχαρίσατο αὐτῇ τιμῶν τὴν ἄνθρωπον, θαυμαστὸν οὖν πῶς ἐκ τῶν τοιούτων ἀφορμῶν οὐ τελέως ἐναργὴς ἦν ἡ περὶ τῶν ὄμβρων ἱστορία τοῖς τότε, καὶ ταῦτα τῶν ἱερέων φιλοπραγμονέστερον ἀναφερόντων εἰς τὰ ἱερὰ γράμματα καὶ ἀποτιθεμένων, ὅσα μάθησιν περιττὴν ἐπιφαίνει.
彼はそれゆえ、その女性を尊んで彼女にその名を授けたのである。 それゆえ、このようなきっかけがありながら、当時の人々にとって雨に関する知識が完全に明白になっていなかったのは不思議なことである。 しかも神官たちは、優れた知識を示す事柄はすべて、より熱心に神聖な書物に記録し、保管していたというのに。
εἰ γὰρ ἄρα, τοῦτʼ ἐχρῆν ζητεῖν ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δή ποτε θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῇ Θηβαΐδι καὶ τῇ περὶ Συήνην οὐ συμπίπτουσιν ὄμβροι·
もし何かを探究すべきであったとすれば、現在でもなお探究されていること、すなわち、なぜ夏に雨が降り、冬には降らないのか、それも極南の地域においてだけで、テーバイスやシエネ周辺では降らないのか、ということを探究すべきであった。
τὸ δʼ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν, μηδὲ τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε.
しかし、増水が雨によるものであるか否かは探究すべきではなく、ポセイドニオスが述べているような証人を必要とすることでもない。
φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος) ἐκεῖνον δὲ παρʼ ἄλλου, τὸν δὲ παρʼ Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον
ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο.
なぜなら、彼によれば、カッリステネスが夏の雨による原因をアリストテレスから受け取り、アリストテレスはタソス人のトラシュアルケス(彼は古代の自然哲学者の一人である)から受け取り、彼は他の者から、その者はまたナイル川を「天より下るもの」と呼んだホメロスから受け取ったと述べているからである。 「再び天より下る川、エジプトへと。
ἀλλʼ ἐῶ ταῦτα πολλῶν εἰρηκότων ὧν ἀρκέσει δύο μηνῦσαι τοὺς ποιήσαντας καθʼ ἡμᾶς τὸ περὶ τοῦ Νείλου βιβλίον, Εὔδωρόν τε καὶ Ἀρίστωνα τὸν ἐκ τῶν περιπάτων·
」しかし、多くの人々がこれらのことを述べているので、これらは不問に付そう。 私たちの時代にナイル川に関する書物を著した二人の人物、すなわちエウドロスと、逍遥学派のアリストンを挙げるだけで十分であろう。
πλὴν γὰρ τῆς τάξεως τά γε ἄλλα καὶ τῇ φράσει καὶ τῇ ἐπιχειρήσει ταὐτά ἐστι κείμενα παρʼ ἀμφοτέροις.
なぜなら、叙述の順序を除けば、他の点、すなわち文体も論法も、両者の記述において全く同一だからである。
ἐγὼ γοῦν ἀπορούμενος ἀντιγράφων εἰς τὴν ἀντιβολὴν ἐκ θατέρου θάτερον ἀντέβαλον·
私などは校合のための写本が不足していたので、一方の書物から他方を校合したほどである。
πότερος δʼ ἦν ὁ τἀλλότρια ὑποβαλλόμενος, ἐν Ἄμμωνος εὕροι τις ἄν.
しかし、どちらが他人のものを自分のものと偽ったのかは、アモンの神託所にでも行けばわかるだろう。
Εὔδωρος δʼ ᾐτιᾶτο τὸν Ἀρίστωνα· ἡ μέντοι φράσις Ἀριστώνειος μᾶλλόν ἐστιν.
エウドロスはアリストンを非難していたが、とはいえ文体はアリストンのものに近い。
οἱ μὲν οὖν ἀρχαῖοι τὸ οἰκούμενον αὐτὸ καὶ ποτιζόμενον ὑπὸ τοῦ Νείλου μόνον Αἴγυπτον ἐκάλουν ἀπὸ τῶν περὶ Συήνην τόπων ἀρξάμενοι μέχρι τῆς θαλάττης, οἱ δʼ ὕστερον μέχρι νῦν προσέλαβον ἐκ μὲν τῶν πρὸς ἕω μερῶν μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τοῦ Νείλου σχεδόν τι πάντα (οἱ δʼ Αἰθίοπες οὐ πάνυ χρῶνται τῇ Ἐρυθρᾷ θαλάττῃ), ἐκ δὲ τῶν ἑσπερίων τὰ μέχρι τῶν αὐάσεων καὶ ἐν τῇ παραλίᾳ τὰ ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι Καταβαθμοῦ καὶ τῆς Κυρηναίων ἐπικρατείας.
さて、古代人たちは、シエネ周辺の地域から始まって海に至るまでの、ナイル川によって人が住み、潤されている領域だけをエジプトと呼んでいた。 しかし後世の人々は現在に至るまで、東側ではアラビア湾とナイル川の間のほぼ全域(もっともエチオピア人たちは紅海をほとんど利用していないが)を、西側ではオアシスに至るまでの地域と、沿岸部ではカノボス口からカタバトモスおよびキュレネ人の支配地に至るまでの地域を加えた。
οἵ τε γὰρ ἀπὸ τοῦ Πτολεμαίου βασιλεῖς ἴσχυσαν τοσοῦτον, οἵ γε καὶ τὴν Κυρηναίαν αὐτὴν κατέσχον καὶ διενείμαντο πρὸς τὴν Αἴγυπτον καὶ τὴν Κύπρον, Ῥωμαῖοί τε οἱ διαδεξάμενοι τὴν ἐκείνων ἐπαρχίαν κρίναντες τὴν Αἴγυπτον ἐν τοῖς αὐτοῖς ὅροις διεφύλαξαν.
というのも、プトレマイオス以来の王たちは非常に強大であり、キレナイカ自体をも支配下に収め、それをエジプトやキプロスとともに分割したからであり、彼らの属州を受け継いだローマ人たちも、エジプトを同じ境界のなかに維持するのが妥当と判断したからである。
αὐάσεις δʼ οἱ Αἰγύπτιοι καλοῦσι τὰς οἰκουμένας χώρας περιεχομένας κύκλῳ μεγάλαις ἐρημίαις ὡς ἂν νήσους πελαγίας·
なお、エジプト人は、広大な砂漠に周囲を囲まれた、あたかも外海の島々のような居住地域をオアシスと呼んでいる。
πολὺ δὲ τοῦτʼ ἔστι κατὰ τὴν Λιβύην, τρεῖς δʼ εἰσὶν αἱ πρόσχωροι τῇ Αἰγύπτῳ καὶ ὑπʼ αὐτῇ τεταγμέναι.
リビアにはこれが多数存在するが、エジプトに隣接し、その管轄下に置かれているものは3つある。