§17.1.54Ἐπειδὴ δὲ οἱ Αἰθίοπες καταφρονήσαντες τῷ μέρος τι τῆς ἐν Αἰγύπτῳ δυνάμεως ἀπεσπάσθαι μετὰ Γάλλου Αἰλίου πολεμοῦντος πρὸς τοὺς Ἄραβας, ἐπῆλθον τῇ Θηβαΐδι καὶ τῇ φρουρᾷ τῶν τριῶν σπειρῶν τῶν κατὰ Συήνην καὶ ἑλόντες ἔφθασαν τήν τε Συήνην καὶ τὴν Ἐλεφαντίνην καὶ Φιλὰς ἐξ ἐφόδου διὰ τὸ αἰφνίδιον καὶ ἐξηνδραποδίσαντο, ἀνέσπασαν δὲ καὶ τοὺς Καίσαρος ἀνδριάντας, ἐπελθὼν ἐλάττοσιν ἢ μυρίοις πεζοῖς Πετρώνιος, ἱππεῦσι δὲ ὀκτακοσίοις πρὸς ἄνδρας τρισμυρίους, πρῶτον μὲν ἠνάγκασεν ἀναφυγεῖν αὐτοὺς εἰς Ψέλχιν πόλιν Αἰθιοπικήν, καὶ πρεσβεύεται τά τε ληφθέντα ἀπαιτῶν καὶ τὰς αἰτίας διʼ ἃς ἦρξαν πολέμου·
当埃塞俄比亚人因部分埃及守备部队随与阿拉伯人作战的埃利乌斯·加卢斯一同被调离而产生轻蔑之心,侵入底拜斯和塞恩的三支步兵大队的驻军,并因出其不意,通过突袭抢先攻占了塞恩、埃勒凡蒂内和菲莱,将居民奴役,并推倒了恺撒的雕像时,佩特罗尼乌斯率领不足一万的步兵和八百名骑兵,去迎击三万敌军,首先迫使他们撤退到埃塞俄比亚的城市普塞尔基斯,并派遣使节要求归还所掠夺的物资,并查明他们发动战争的原因。
λεγόντων δʼ ὡς ἀδικοῖντο ὑπὸ τῶν νομάρχων, ἀλλʼ οὐκ ἔφη τούτους ἡγεμόνας εἶναι τῆς χώρας ἀλλὰ Καίσαρα·
当他们说自己受到地方长官的虐待时,他回答说这些地方官并不是该国的统治者,恺撒才是。
αἰτησαμένων δʼ ἡμέρας τρεῖς εἰς βουλὴν καὶ μηδὲν ὧν ἐχρῆν ποιούντων, προσβαλὼν ἠνάγκασε προελθεῖν εἰς μάχην, ταχὺ δὲ τροπὴν ἐποίησε συντεταγμένων τε κακῶς καὶ ὡπλισμένων·
在他们请求了三天的商议时间却未履行任何应尽之责后,佩特罗尼乌斯发起进攻,强迫他们出来交战,并迅速击溃了这些组织混乱、武装简陋的敌军。
μεγάλους γὰρ εἶχον θυρεούς, καὶ τούτους ὠμοβοΐνους, ἀμυντήρια δὲ πελέκεις, οἱ δὲ κοντούς, οἱ δὲ καὶ ξίφη.
因为他们拿着生牛皮制成的大盾,防御武器则是斧头,有的人拿着长矛,有的人拿着剑。
τινὲς μὲν οὖν εἰς τὴν πόλιν συνηλάθησαν, οἱ δʼ εἰς τὴν ἐρημίαν ἔφυγον, τινὰς δὲ νῆσος πλησίον ὑπεδέξατο ἐμβάντας εἰς τὸν πόρον· οὐ γὰρ πολλοὶ ἦσαν ἐνταῦθα οἱ κροκόδειλοι διὰ τὸν ῥοῦν.
于是,一些人被驱赶进城里,另一些人逃入荒野,还有一些人涉入河道,逃到了附近的一座岛上;因为由于水流湍急,那里的鳄鱼并不多。
τούτων δʼ ἦσαν καὶ οἱ τῆς βασιλίσσης στρατηγοὶ τῆς Κανδάκης, ἣ καθʼ ἡμᾶς ἦρξε τῶν Αἰθιόπων, ἀνδρική τις γυνὴ πεπηρωμένη τὸν ἕτερον τῶν ὀφθαλμῶν·
在这些人当中,也有在我们的时代统治埃塞俄比亚人的卡达基女王的将官们,她是一位失去了一只眼睛的、具有男子气概的女人。
τούτους τε δὴ ζωγρίᾳ λαμβάνει ἅπαντας ἐπιπλεύσας σχεδίαις τε καὶ ναυσί, καὶ καταπέμπει παραχρῆμα εἰς Ἀλεξάνδρειαν, ἐπελθών τε τὴν Ψέλχιν αἱρεῖ· προσαριθμουμένου δὲ τοῖς ἑαλωκόσι τοῦ πλήθους τῶν πεσόντων ἐν τῇ μάχῃ, τοὺς σωθέντας ὀλίγους παντάπασι γενέσθαι συνέβη.
他乘着木筏和船只渡河,将他们全部生擒,并立即送往亚历山大,随后进攻并占领了普塞尔基斯;随着战死者的数量与被俘者的数量相加,存活下来的人最终变得极少。
ἐκ δὲ Ψέλχιος ἧκεν εἰς Πρῆμνιν ἐρυμνὴν πόλιν διελθὼν τοὺς θῖνας, ἐν οἷς ὁ Καμβύσου κατεχώσθη στρατὸς ἐμπεσόντος ἀνέμου·
他从普塞尔基斯出发,穿过沙丘来到险要的城市普雷姆尼斯,当年坎比塞斯的军队就是在这片沙丘中因风暴刮起而被沙土掩埋的。
προσβαλὼν δὲ ἐξ ἐφόδου τὸ φρούριον αἱρεῖ, καὶ μετὰ ταῦτα ὥρμησεν ἐπὶ Ναπάτων· τοῦτο δʼ ἦν τὸ βασίλειον τῆς Κανδάκης, καὶ ἦν ἐνταῦθα υἱὸς αὐτῆς· καὶ αὐτὴ δʼ ἔν τινι πλησίον ἵδρυτο χωρίῳ.
他通过突袭攻占了这座要塞,此后又奔袭纳帕塔;这里是卡达基的王宫,她的儿子就在那里,而她自己则驻扎在附近的一个地方。
πρεσβευσαμένης δὲ περὶ φιλίας καὶ ἀποδούσης τοὺς ἐκ Συήνης αἰχμαλώτους καὶ τοὺς ἀνδριάντας, ἐπελθὼν λαμβάνει καὶ τὰ Νάπατα φυγόντος τοῦ παιδὸς καὶ κατασκάπτει·
尽管她派来使节请求友好,并归还了从塞恩掳走的俘虏和雕像,他还是发起进攻,在她的儿子逃跑后夺取了纳帕塔,并将其彻底摧毁。
ἐξανδραποδισάμενος δʼ ἀναστρέφει πάλιν εἰς τοὐπίσω μετὰ τῶν λαφύρων, δύσοδα κρίνας τὰ προσωτέρω·
在将居民奴役之后,他判定前方的路途难以通行,便带着战利品往回撤退。
τὴν δὲ Πρῆμνιν τειχίσας βέλτιον, φρουρὰν ἐμβαλὼν καὶ τροφὴν δυεῖν ἐνιαυτῶν τετρακοσίοις ἀνδράσιν, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν·
他将普雷姆尼斯修筑得更加坚固,在安置了守军和供四百人食用两年的粮食后,便启程前往亚历山大。
καὶ τῶν αἰχμαλώτων τοὺς μὲν ἐλαφυροπώλησε, χιλίους δὲ Καίσαρι ἔπεμψε νεωστὶ ἐκ Καντάβρων ἥκοντι, τοὺς δὲ νόσοι διεχρήσαντο.
在俘虏中,他将一些人作为战利品卖掉,将一千人送给刚从坎塔布里人那里返回的恺撒,其余的人则因疾病而死。
ἐν τούτῳ μυριάσι Κανδάκη πολλαῖς ἐπὶ τὴν φρουρὰν ἐπῆλθε· Πετρώνιος δʼ ἐξεβοήθησε καὶ φθάνει προσελθὼν εἰς τὸ φρούριον, καὶ πλείοσι παρασκευαῖς ἐξασφαλισάμενος τὸν τόπον, πρεσβευσαμένων, ἐκέλευσεν ὡς Καίσαρα πρεσβεύεσθαι·
在此期间,卡达基率领数万人袭击了那座守备要塞;但佩特罗尼乌斯出兵救援,抢先赶到了要塞,并通过更多的防务准备巩固了该地。
οὐκ εἰδέναι δὲ φασκόντων ὅστις εἴη Καῖσαρ καὶ ὅπη βαδιστέον εἴη παρʼ αὐτόν, ἔδωκε τοὺς παραπέμψοντας·
当他们派来使节时,他命令他们直接向恺撒派遣使节;当他们声称不知道恺撒是谁以及该往何处去找他时,他便派了向导随行。
καὶ ἧκον εἰς Σάμον, ἐνταῦθα τοῦ Καίσαρος ὄντος καὶ μέλλοντος εἰς Συρίαν ἐντεῦθεν προϊέναι, Τιβέριον εἰς Ἀρμενίαν στέλλοντος.
于是他们来到了萨摩斯岛,当时恺撒正驻扎在那里,并准备从那里前往叙利亚,同时派遣提贝里乌斯前往亚美尼亚。
πάντων δὲ τυχόντων ὧν ἐδέοντο, ἀφῆκεν αὐτοῖς καὶ τοὺς φόρους οὓς ἐπέστησε.
在他们获得了一切所请求的条件后,恺撒还免除了他曾对他们征收的贡赋。