§17.1.51καθʼ ὅλην δὲ τὴν Αἴγυπτον τοῦ φοίνικος ἀγεννοῦς ὄντος καὶ ἐκφέροντος καρπὸν οὐκ εὔβρωτον ἐν τοῖς περὶ τὸ Δέλτα τόποις καὶ περὶ τὴν Ἀλεξάνδρειαν, ὁ ἐν τῇ Θηβαΐδι φοῖνιξ ἄριστος τῶν ἄλλων φύεται.
エジプト全体でナツメヤシは低品質であり、デルタ周辺やアレクサンドリア周辺の地域では食用に適さない実を結ぶが、テバイスのナツメヤシは他よりも優れたものとして育つ。
θαυμάζειν οὖν ἄξιον πῶς ταὐτὸ κλίμα οἰκοῦντες τῇ Ἰουδαίᾳ καὶ ὅμοροι οἱ περὶ τὸ Δέλτα καὶ τὴν Ἀλεξάνδρειαν τοσοῦτον διαλλάττουσιν, ἐκείνης πρὸς ἄλλῳ φοίνικι καὶ τὸν καρυωτὸν γεννώσης, * οὐ πολὺ κρείττονα τοῦ Βαβυλωνίου.
したがって、デルタやアレクサンドリアの周辺住民が、ユダヤと同じ気候帯に住み、隣接しているのに、これほどまでに異なるのは驚くべきことである。 というのも、あちら(ユダヤ)では他のナツメヤシに加えて、バビロニアのものよりそれほど優れてはいないカリュオトス(クルミ型ナツメヤシ)をも産出するからである。
διττὸς δʼ ἐστὶν ὅ τε ἐν τῇ Θηβαΐδι καὶ ὁ ἐν τῇ Ἰουδαίᾳ, ὅ τε ἄλλος καὶ ὁ καρυωτός·
テバイスのものとユダヤのものの双方に、通常のナツメヤシとカリュオトスの二種類がある。
σκληρότερος δʼ ὁ Θηβαϊκός, ἀλλὰ τῇ γεύσει εὐστομώτερος.
しかし、テバイスのものはより硬いが、味はより口当たりがよい。
ἔστι δὲ καὶ νῆσος ἡ μάλιστα ἐκφέρουσα τὸν ἄριστον, μεγίστην τελοῦσα πρόσοδον τοῖς ἡγεμόσι·
また、最も優れたナツメヤシを産出する島があり、支配者たちに最大の歳入をもたらしている。
βασιλικὴ γὰρ ἦν, ἰδιώτῃ δʼ οὐ μετῆν, καὶ νῦν τῶν ἡγεμόνων ἐστί.
というのも、それは王室の所有地であり、一般人には権利がなく、今も支配者たちに属しているからである。
§17.1.52πολλὰ δʼ Ἡρόδοτός τε καὶ ἄλλοι φλυαροῦσιν, ὥσπερ μέλος ἢ ῥυθμὸν ἢ ἥδυσμά τι τῷ λόγῳ τὴν τερατείαν προσφέροντες·
ヘロドトスや他の人々は多くのたわ言を述べており、それはあたかも旋律やリズムや、何か調味料を語りに添えるかのように、怪異な話を持ち込んでいる。
οἷον καὶ τὸ φάσκειν περὶ τὰς νήσους τὰς πρὸς τῇ Συήνῃ καὶ τῇ Ἐλεφαντίνῃ (πλείους δʼ εἰσὶ) τὰς πηγὰς τοῦ Νείλου εἶναι, καὶ βάθος ἄβυσσον ἔχειν τὸν πόρον κατὰ τοῦτον τὸν τόπον.
例えば、スエネやエレパンティネの近くにある島々(これらは複数ある)の付近にナイル川の源流があり、この場所の流路には底知れぬ深さがある、と主張するようなことである。
νήσους δʼ ὁ Νεῖλος κατεσπαρμένας ἔχει παμπόλλας, τὰς μὲν καλυπτομένας ὅλας ἐν ταῖς ἀναβάσεσι, τὰς δʼ ἐκ μέρους, ἐποχετεύεται δὲ τοῖς κοχλίαις τὰ λίαν ἔξαλα.
ナイル川には非常に多くの島々が散在しており、それらの一部は水位上昇時に完全に冠水し、一部は部分的に冠水するが、非常に乾燥した高地はコクリア(螺旋式揚水機)によって灌漑される。
§17.1.53ἦν μὲν οὖν ἡ Αἴγυπτος εἰρηνικὴ τὸ πλέον ἐξ ἀρχῆς διὰ τὸ αὔταρκες τῆς χώρας καὶ τὸ δυσείσβολον τοῖς ἔξωθεν, ἀπὸ μὲν τῶν ἄρκτων ἀλιμένῳ παραλίᾳ καὶ πελάγει τῷ Αἰγυπτίῳ φρουρουμένη, ἀπὸ δὲ τῆς ἕω καὶ τῆς ἑσπέρας ἐρήμοις ὄρεσι, τοῖς τε Λιβυκοῖς καὶ τοῖς Ἀραβίοις, ὥσπερ ἔφαμεν·
さて、エジプトは当初から大部分が平和であった。 それはその国が自給自足であり、外部の者にとって侵入しにくいためである。 北は港のない海岸とエジプト海によって守られ、東と西は私たちが言ったようにリビアおよびアラビアの砂漠の山々によって守られている。
λοιπὰ δὲ τὰ πρὸς νότον Τρωγλοδύται Βλέμμυες καὶ Νοῦβαι καὶ Μεγάβαροι οἱ ὑπὲρ Συήνης Αἰθίοπες·
南に残された部分は、スエネの上方に住むエチオピア人であるトログロデュタイ、ブレッミュエス、ヌーバイ、メガバロイである。
εἰσὶ δʼ οὗτοι νομάδες καὶ οὐ πολλοὶ οὐδὲ μάχιμοι, δοκοῦντες δὲ τοῖς πάλαι διὰ τὸ λῃστρικῶς ἀφυλάκτοις ἐπιτίθεσθαι πολλάκις·
彼らは遊牧民であり、数も多くなく、戦闘的でもないが、油断している人々を盗賊のようにしばしば襲撃したため、昔の人々には(強力であると)思われていた。
οἱ δὲ πρὸς μεσημβρίαν καὶ Μερόην ἀνήκοντες Αἰθίοπες, οὐδʼ οὗτοι πολλοὶ οὔτε ἐν συστροφῇ, ἅτε ποταμίαν μακρὰν καὶ στενὴν καὶ σκολιὰν οἰκοῦντες, οἵαν προείπομεν·
南方およびメロエにまで達するエチオピア人、彼らもまた、私たちが前に述べたような、川沿いの長くて狭く、曲がりくねった土地に住んでいるため、数も多くなく、集結してもいない。
οὐδὲ παρεσκευασμένοι καλῶς οὔτε πρὸς πόλεμον οὔτε πρὸς τὸν ἄλλον βίον.
また、戦争に対しても、その他の生活に対しても、十分に準備されていない。
καὶ νῦν δὲ διάκειται παραπλησίως ἡ χώρα πᾶσα·
そして今でも、国全体がほぼ同様の状況にある。
σημεῖον δέ· τρισὶ γοῦν σπείραις οὐδὲ ταύταις ἐντελέσιν ἱκανῶς ὑπὸ τῶν Ῥωμαίων ἡ χώρα φρουρεῖται·
その証拠として、わずか3つの、しかも完全な編成ではない歩兵大隊によって、ローマ軍により国が十分に防衛されている。
τολμήσασι δὲ τοῖς Αἰθίοψιν ἐπιθέσθαι κινδυνεῦσαι τῇ χώρᾳ συνέπεσε τῇ σφετέρᾳ.
そして、あえて襲撃したエチオピア人たちには、彼ら自身の国が危険にさらされる結果となった。
καὶ αἱ λοιπαὶ δὲ δυνάμεις αἱ ἐν Αἰγύπτῳ οὔτε τοσαῦταί τινές εἰσιν οὔτε ἀθρόαις ἐχρήσαντο οὐδʼ ἅπαξ Ῥωμαῖοι·
また、エジプトにある他の軍隊もそれほど多くはなく、ローマ人はそれらを一堂に集めて用いたことは一度もない。
οὐ γάρ εἰσιν οὔτʼ αὐτοὶ Αἰγύπτιοι πολεμισταί, καίπερ ὄντες παμπληθεῖς, οὔτε τὰ πέριξ ἔθνη.
なぜなら、エジプト人自身も非常に多数であるにもかかわらず戦士ではなく、周囲の諸民族も同様だからである。
Γάλλος μέν γε Κορνήλιος, ὁ πρῶτος κατασταθεὶς ἔπαρχος τῆς χώρας ὑπὸ Καίσαρος, τήν τε Ἡρώων πόλιν ἀποστᾶσαν ἐπελθὼν διʼ ὀλίγων εἷλε, στάσιν τε γενηθεῖσαν ἐν τῇ Θηβαΐδι διὰ τοὺς φόρους ἐν βραχεῖ κατέλυσε.
たとえば、カエサルによってこの地の最初の長官に任命されたコルネリウス・ガルスは、反乱を起こしたヘロオン・ポリスに進軍して、わずかな軍勢でこれを奪取し、また税金をめぐってテバイスで発生した反乱を短期間で鎮圧した。
Πετρώνιός τε ὕστερον τοῦ Ἀλεξανδρέων πλήθους τοσούτων μυριάδων ὁρμήσαντος ἐπʼ αὐτὸν μετὰ λίθων βολῆς, αὐτοῖς τοῖς περὶ ἑαυτὸν στρατιώταις ἀντέσχε, καὶ διαφθείρας τινὰς αὐτῶν τοὺς λοιποὺς ἔπαυσε.
また後にペトロニウスは、何万ものアレクサンドリアの群衆が石を投げつけながら攻め寄せてきたとき、彼自身の周りの兵士たちだけで持ちこたえ、彼らの一部を殺害して残りの者を静まらせた。
Γάλλος τε Αἴλιος μέρει τῆς ἐν Αἰγύπτῳ φρουρᾶς εἰς τὴν Ἀραβίαν ἐμβαλὼν εἴρηται τίνα τρόπον ἐξήλεγξε τοὺς ἀνθρώπους ἀπολέμους ὄντας·
そして、アイリウス・ガルスがエジプトの守備隊の一部を率いてアラビアに侵攻した際、いかにして彼らが好戦的でない人々であることを暴いたかはすでに述べた通りである。
εἰ δὴ μὴ ὁ Συλλαῖος αὐτὸν προὐδίδου, κἂν κατεστρέψατο τὴν εὐδαίμονα πᾶσαν.
もしシッライオスが彼を裏切らなかったならば、彼は幸福なアラビア全土を征服していただろう。