Humanitext Reader

ストラボン · 地理誌 §17.1.47-17.1.50

スエネとエレパンティネから小瀑布とフィライへ

563 / 577 箇所 · ギリシア語

要旨

ナイル川上流のヘルモンティスからスエネ、エレパンティネにかけての諸都市、現地のニロメーターや夏至を示す井戸について説明し、さらに小瀑布での舟乗りたちの妙技、フィライ島とその聖鳥、道中の奇妙な岩石、および伝統船パクトンについて記述する。

§17.1.47μετὰ δὲ Θήβας Ἑρμωνθὶς πόλις, ἐν ᾗ ὅ τε Ἀπόλλων τιμᾶται καὶ ὁ Ζεύς·
テーバイの次にはヘルモンティス市があり、そこではアポロンとゼウスが崇拝されている。
τρέφεται δὲ καὶ ἐνταῦθα βοῦς·
また、ここでも(一頭の)雄牛が飼育されている。
ἔπειτα Κροκοδείλων πόλις τιμῶσα τὸ θηρίον·
次に、その獣を崇拝するクロコデイロン・ポリス(ワニの市)。
εἶτα Ἀφροδίτης πόλις καὶ μετὰ ταῦτα Λατόπολις τιμῶσα Ἀθηνᾶν καὶ τὸν λάτον·
それからアプロディテの市。 その後に、アテナとラトスを崇拝するラトポリス。
εἶτα Εἰλειθυίας πόλις καὶ ἱερόν·
それからエイレイテュイアの市と神殿。
ἐν δὲ τῇ περαίᾳ Ἱεράκων πόλις τὸν ἱέρακα τιμῶσα·
対岸には、ハヤブサを崇拝するヒエラコン・ポリス(ハヤブサの市)。
εἶτʼ Ἀπόλλωνος πόλις καὶ αὕτη πολεμοῦσα τοῖς κροκοδείλοις.
それからアポロノス・ポリスがあり、これもまたワニと敵対している。
§17.1.48̔η δὲ Συήνη καὶ Ἐλεφαντίνη ἡ μὲν ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας καὶ τῆς Αἰγύπτου πόλις, ἡ δʼ ἐν τῷ Νείλῳ προκειμένη τῆς Συήνης νῆσος ἐν ἡμισταδίῳ καὶ ἐν ταύτῃ πόλις ἔχουσα ἱερὸν Κνούφιδος καὶ νειλομέτριον, καθάπερ Μέμφις.
スエネとエレパンティネについて言えば、前者はエチオピアとエジプトの国境にある都市であり、後者はスエネの沖合半スタディオンのところのナイル川に浮かぶ島で、この島の中にも都市があり、メンフィス同様にクヌピスの神殿とニロメーターを有している。
ἔστι δὲ τὸ νειλομέτριον συννόμῳ λίθῳ κατεσκευασμένον ἐπὶ τῇ ὄχθῃ τοῦ Νείλου φρέαρ, ἐν ᾧ τὰς ἀναβάσεις τοῦ Νείλου σημειοῦνται τὰς μεγίστας τε καὶ ἐλαχίστας καὶ τὰς μέσας·
ニロメーターは、ナイル川の岸辺に、きれいに接合された切り石で造られた井戸であり、その中で人々はナイル川の最大、最小、および平均の上昇(水位)を記録する。
συναναβαίνει γὰρ καὶ συνταπεινοῦται τῷ ποταμῷ τὸ ἐν τῷ φρέατι ὕδωρ.
というのも、井戸の中の水は川とともに上昇し、ともに降下するからである。
εἰσὶν οὖν ἐν τῷ τοίχῳ τοῦ φρέατος παραγραφαί, μέτρα τῶν τελείων καὶ τῶν ἄλλων ἀναβάσεων·
したがって、井戸の壁には、完全な水位上昇やその他の水位上昇の尺度となる刻み目がある。
ἐπισκοποῦντες οὖν ταύτας διασημαίνουσι τοῖς ἄλλοις, ὅπως εἰδεῖεν·
それゆえ、人々はこれらを観察して他の人々に知らせ、彼らが知ることができるようにする。
πρὸ πολλοῦ γὰρ ἴσασιν ἐκ τῶν τοιούτων σημείων * καὶ τῶν ἡμερῶν τὴν ἐσομένην ἀνάβασιν καὶ προδηλοῦσι.
なぜなら、彼らはこのような兆候や日数から、これから起こる水位上昇をずっと前から知っており、あらかじめ告げるからである。
τοῦτο δὲ καὶ τοῖς γεωργοῖς χρήσιμον τῆς τῶν ὑδάτων ταμιείας χάριν καὶ παραχωμάτων καὶ διωρύγων καὶ ἄλλων τοιούτων, καὶ τοῖς ἡγεμόσι τῶν προσόδων χάριν·
これは、農民たちにとっても、水の分配、堤防や運河、その他のそのようなものの管理のために有用であり、また支配者たちにとっても、歳入のために有用である。
αἱ γὰρ μείζους ἀναβάσεις μείζους καὶ τὰς προσόδους ὑπαγορεύουσιν.
というのも、より大きな水位上昇は、より大きな歳入を指示するからである。
ἐν δὲ τῇ Συήνῃ καὶ τὸ φρέαρ ἐστὶ τὸ διασημαῖνον τὰς θερινὰς τροπάς, διότι τῷ τροπικῷ κύκλῳ ὑπόκεινται οἱ τόποι οὗτοι·
またスエネには、夏至を示す井戸もある。 なぜなら、これらの土地は回帰線の真下にあるからである。
ἀπὸ γὰρ τῶν ἡμετέρων τόπων, λέγω δὲ τῶν Ἑλλαδικῶν, προϊοῦσιν ἐπὶ τὴν μεσημβρίαν ἐνταῦθα πρῶτον ὁ ἥλιος κατὰ κορυφὴν ἡμῖν γίνεται καὶ ποιεῖ τοὺς γνώμονας ἀσκίους κατὰ μεσημβρίαν·
というのは、我々の土地、すなわちギリシアの地から南へ進む者にとって、ここにおいて初めて太陽が我々の真上に来るようになり、正午に日時計の指針に影を作らなくするからである。
ἀνάγκη δὲ κατὰ κορυφὴν ἡμῖν γινομένου καὶ εἰς τὰ φρέατα βάλλειν μέχρι τοῦ ὕδατος τὰς αὐγάς, κἂν βαθύτατα ᾖ·
そして、太陽が我々の真上に来るときには、たとえ非常に深くても、その光線が井戸の底の水にまで届くのは必然である。
κατὰ κάθετον γὰρ ἡμεῖς τε ἕσταμεν καὶ τὰ ὀρύγματα τῶν φρεάτων κατεσκεύασται.
なぜなら、我々も垂直に立っており、井戸の掘削孔もそのように垂直に造られているからである。
εἰσὶ δʼ ἐνταῦθα τρεῖς σπεῖραι Ῥωμαίων ἱδρυμέναι φρουρᾶς χάριν.
ここには、守備のためにローマ軍の3つの歩兵大隊が駐屯している。
§17.1.49μικρὸν δʼ ὑπὲρ τῆς Ἐλεφαντίνης ἐστὶν ὁ μικρὸς καταράκτης, ἐφʼ ᾧ καὶ θέαν τινὰ οἱ σκαφῖται τοῖς ἡγεμόσιν ἐπιδείκνυνται·
エレファンティネの少し上流に小瀑布があり、そこでボート乗りたちは、高官たちに一種の見せ物を披露する。
ὁ μὲν γὰρ καταράκτης ἐστὶ κατὰ μέσον τὸν ποταμόν, πετρώδης τις ὀφρύς, ἐπίπεδος μὲν ἄνωθεν ὥστε δέχεσθαι τὸν ποταμόν, τελευτῶσα δʼ εἰς κρημνόν, καθʼ οὗ καταρρήγνυται τὸ ὕδωρ, ἑκατέρωθεν δὲ πρὸς τῇ γῇ ῥεῖθρον, ὃ μάλιστα καὶ ἀνάπλουν ἔχει·
というのも、その瀑布は川の中ほどにあり、岩だらけのせり出した崖のようになっていて、上部は川の水を受け止めるように平らであるが、その先は急な崖になっており、そこを水が激しく流れ落ちる。 その両側の岸近くには(穏やかな)流れがあり、そこは特に上流への航行が可能である。
ἀναπλεύσαντες οὖν ταύτῃ καταρρέουσιν ἐπὶ τὸν καταράκτην καὶ ὠθοῦνται μετὰ τῆς σκάφης ἐπὶ τὸν κρημνὸν καὶ σώζονται σὺν αὐτῇ ἀπαθεῖς.
そこで、彼らはこのルートで上流へのぼり、それから瀑布に向かって流れ下り、ボートとともにその崖の上に押し出され、ボートもろとも無傷で無事に切り抜けるのである。
τοῦ δὲ καταράκτου μικρὸν ἐπάνω τὰς Φιλὰς εἶναι συμβαίνει, κοινὴν κατοικίαν Αἰθιόπων τε καὶ Αἰγυπτίων, κατεσκευασμένην ὥσπερ καὶ τὴν Ἐλεφαντίνην καὶ τὸ μέγεθος ἴσην, ἱερὰ ἔχουσαν Αἰγύπτια·
その瀑布の少し上流にフィラエがある。 そこはエチオピア人とエジプト人の共同の居住地であり、エレパンティネと同様に開発され、規模もそれと同じで、エジプトの神殿を有している。
ὅπου καὶ ὄρνεον τιμᾶται ὃ καλοῦσι μὲν ἱέρακα, οὐδὲν δὲ ὅμοιον ἔμοιγε ἐφαίνετο ἔχειν τοῖς παρʼ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ἱέραξιν, ἀλλὰ καὶ τῷ μεγέθει μεῖζον ἦν καὶ τῇ ποικιλίᾳ πολὺ ἐξηλλαγμένον·
そこでは、彼らがハヤブサと呼ぶ鳥も崇拝されているが、私には、我々の土地やエジプトの普通のハヤブサとは全く似ていないように思われた。 むしろ、大きさにおいてより大きく、またその羽毛の斑紋においても大きく異なっていた。
Αἰθιοπικὸν δʼ ἔφασαν εἶναι, κἀκεῖθεν κομίζεσθαι, ὅταν ἐκλίπῃ καὶ πρότερον·
それはエチオピアのもので、以前と同様に、それが死に絶えたときにはそこから運ばれてくるのだと、人々は言っていた。
καὶ δὴ καὶ τότε ἐδείχθη ἡμῖν πρὸς ἐκλείψει ὂν διὰ νόσον.
便宜上、その時にも、病気のために死にかけているのが我々に見せられた。
§17.1.50ἤλθομεν δʼ εἰς Φιλὰς ἐκ Συήνης ἀπήνῃ διʼ ὁμαλοῦ σφόδρα πεδίου σταδίους ὁμοῦ τι ἑκατόν.
私たちは、スエネからフィライへ、非常に平坦な平原を通って、馬車でおよそ100スタディオンの道のりをともに行った。
παρʼ ὅλην δὲ τὴν ὁδὸν ἦν ἰδεῖν ἑκατέρωθεν πολλαχοῦ ὥσπερ ἑρμαῖα πέτρον ἠλίβατον στρογγύλον, λεῖον ἱκανῶς, ἐγγὺς σφαιροειδοῦς, τοῦ μέλανος καὶ σκληροῦ λίθου, ἐξ οὗ αἱ θυῗαι γίνονται, ἐπὶ πέτρῳ κείμενον μείζονι καὶ ἐπʼ ἐκείνῳ πάλιν ἄλλον·
その道のりのいたるところで、両側に、ヘルメスの石塚のように、非常に高くて丸く、十分に滑らかでほぼ球形をした、臼が作られるあの黒くて硬い石の岩が、より大きな岩の上に置かれ、その上にさらに別の岩が載っているのを見ることができた。
ἔστι δʼ ὅτε αὐτοὶ καθʼ αὑτοὺς ἔκειντο οἱ πέτροι·
ときには、それらの岩がそれ自体で単独で置かれていることもあった。
ἦν δʼ ὁ μὲν μέγιστος τὴν διάμετρον ποδῶν οὐκ ἐλαττόνων ἢ δώδεκα, ἅπαντες δὲ μείζους ἢ ἡμίσεις τούτων.
最も大きなものは直径が12フィートを下回らず、すべての岩がこれの半分よりは大きかった。
διέβημεν δὲ εἰς τὴν νῆσον ἐπὶ πάκτωνος·
そして私たちは、パクトンに乗って島へと渡った。
ὁ δὲ πάκτων διὰ σκυταλίδων πεπηγός ἐστι σκάφιον ὥστʼ ἐοικέναι διαπλοκίνῳ·
パクトンとは、細い棒を繋ぎ合わせて作られた小さな舟で、編み物のようである。
ἑστῶτες δʼ ἐν ὕδατι ἢ καὶ σανιδίοις τισὶ προσκαθήμενοι ῥᾳδίως ἐπεραιώθημεν δεδιότες μάτην·
私たちは、水の中に立ったまま、あるいはいくつかの板の上に腰掛けながら、無駄に怯えつつも、容易に渡ることができた。
ἀκίνδυνα γάρ ἐστιν, ἂν μή τις ὑπέργομον ποιήσῃ τὸ πορθμεῖον.
というのも、その渡し舟に荷物を積みすぎさえしなければ、危険はないからである。

語釈・文法注

  1. 17.1.48συννόμῳ λίθῳ — 形容詞 `σύννομος` は通常「共同の」「同じ牧野の」を意味するが、ここでは建築用語として用いられており、隙間なくきれいに接合された切り石を指す。
  2. 17.1.48κατὰ κορυφὴν ἡμῖν γινομένου — 属格絶対構文であり、前文の `ὁ ἥλιος` が意味上の主語(`ἡλίου`)として省略されている。`ἡμῖν` は「我々にとって」という利害の与格、あるいは `κατὰ κορυφὴν`(頭上に)を修飾する。
  3. 17.1.49τὰς Φιλὰς εἶναι συμβαίνει — 非人称動詞 `συμβαίνει` に、対格と不定詞(A.C.I.構文)の `τὰς Φιλὰς εἶναι`(フィライがあること)が主語として続いている。「フィライが(そこに)位置する状態にある」という客観的事実を示す。
  4. 17.1.50πεπηγός — 主語の `ὁ δὲ πάκτων` は男性名詞だが、述語名詞 `σκάφιον` が中性であるため、それに一致して完了分詞 `πεπηγός` も中性単数形をとっている。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.47-17.1.50. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.47-17.1.50

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。