Humanitext Reader

斯特拉波 · 地理学 §17.1.47-17.1.50

从塞恩与埃勒凡蒂内到小瀑布与菲莱

第 563 段,共 577 段 · 希腊语

内容简介

作者介绍了从赫尔蒙蒂斯到塞恩、埃勒凡蒂内的各大城市,详细说明了当地的水位计和显示夏至的井,并记述了小瀑布处船夫的绝技、菲莱岛及其圣鸟、沿途所见的奇特岩石以及当地传统的帕克通船。

§17.1.47μετὰ δὲ Θήβας Ἑρμωνθὶς πόλις, ἐν ᾗ ὅ τε Ἀπόλλων τιμᾶται καὶ ὁ Ζεύς· τρέφεται δὲ καὶ ἐνταῦθα βοῦς·
底比斯之后是赫尔蒙蒂斯城,在那里阿波罗和宙斯都受到崇拜;这里也饲养着一头公牛。
ἔπειτα Κροκοδείλων πόλις τιμῶσα τὸ θηρίον·
接下来是克罗科代隆·波利斯(鳄鱼城),它崇拜这种野兽。
εἶτα Ἀφροδίτης πόλις καὶ μετὰ ταῦτα Λατόπολις τιμῶσα Ἀθηνᾶν καὶ τὸν λάτον·
然后是阿普罗狄特城,此后是拉托波利斯,崇拜雅典娜和拉托斯鱼。
εἶτα Εἰλειθυίας πόλις καὶ ἱερόν·
然后是埃勒伊堤亚城及其神殿。
ἐν δὲ τῇ περαίᾳ Ἱεράκων πόλις τὸν ἱέρακα τιμῶσα·
在对岸是希埃拉康·波利斯(猎鹰城),崇拜猎鹰。
εἶτʼ Ἀπόλλωνος πόλις καὶ αὕτη πολεμοῦσα τοῖς κροκοδείλοις.
然后也是一座阿波罗之城,它也与鳄鱼处于敌对状态。
§17.1.48̔η δὲ Συήνη καὶ Ἐλεφαντίνη ἡ μὲν ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας καὶ τῆς Αἰγύπτου πόλις, ἡ δʼ ἐν τῷ Νείλῳ προκειμένη τῆς Συήνης νῆσος ἐν ἡμισταδίῳ καὶ ἐν ταύτῃ πόλις ἔχουσα ἱερὸν Κνούφιδος καὶ νειλομέτριον, καθάπερ Μέμφις.
至于塞恩和埃勒凡蒂内,前者是位于埃塞俄比亚和埃及边界的城市,后者是尼罗河中的一个岛屿,位于塞恩前方半斯塔迪翁处,岛上有一座城市,拥有克努菲斯神殿和尼罗河水位计,就像孟菲斯一样。
ἔστι δὲ τὸ νειλομέτριον συννόμῳ λίθῳ κατεσκευασμένον ἐπὶ τῇ ὄχθῃ τοῦ Νείλου φρέαρ, ἐν ᾧ τὰς ἀναβάσεις τοῦ Νείλου σημειοῦνται τὰς μεγίστας τε καὶ ἐλαχίστας καὶ τὰς μέσας·
尼罗河水位计是在尼罗河岸边用严密接合的石块建造的深井,人们在井中记录尼罗河的最大、最小和平均水位上升。
συναναβαίνει γὰρ καὶ συνταπεινοῦται τῷ ποταμῷ τὸ ἐν τῷ φρέατι ὕδωρ.
因为井中的水与河水一同上升和下降。
εἰσὶν οὖν ἐν τῷ τοίχῳ τοῦ φρέατος παραγραφαί, μέτρα τῶν τελείων καὶ τῶν ἄλλων ἀναβάσεων·
因此,井壁上有刻度,作为完全水位上升和其他水位上升的测量尺度。
ἐπισκοποῦντες οὖν ταύτας διασημαίνουσι τοῖς ἄλλοις, ὅπως εἰδεῖεν· πρὸ πολλοῦ γὰρ ἴσασιν ἐκ τῶν τοιούτων σημείων * καὶ τῶν ἡμερῶν τὴν ἐσομένην ἀνάβασιν καὶ προδηλοῦσι.
因此,观察这些刻度的人会向其他人示意,以便让他们知道;因为通过这些迹象和天数,他们很久以前就能预知即将到来的水位上升,并提前宣告。
τοῦτο δὲ καὶ τοῖς γεωργοῖς χρήσιμον τῆς τῶν ὑδάτων ταμιείας χάριν καὶ παραχωμάτων καὶ διωρύγων καὶ ἄλλων τοιούτων, καὶ τοῖς ἡγεμόσι τῶν προσόδων χάριν· αἱ γὰρ μείζους ἀναβάσεις μείζους καὶ τὰς προσόδους ὑπαγορεύουσιν.
这对于农民来说非常有用,因为便于水的分配、堤坝和运河等设施的管理,对统治者来说也很有用,因为便于税收管理;因为较大的水位上升预示着较多的税收。
ἐν δὲ τῇ Συήνῃ καὶ τὸ φρέαρ ἐστὶ τὸ διασημαῖνον τὰς θερινὰς τροπάς, διότι τῷ τροπικῷ κύκλῳ ὑπόκεινται οἱ τόποι οὗτοι·
在塞恩还有一口显示夏至的井,因为这些地方正好处在回归线下方。
ἀπὸ γὰρ τῶν ἡμετέρων τόπων, λέγω δὲ τῶν Ἑλλαδικῶν, προϊοῦσιν ἐπὶ τὴν μεσημβρίαν ἐνταῦθα πρῶτον ὁ ἥλιος κατὰ κορυφὴν ἡμῖν γίνεται καὶ ποιεῖ τοὺς γνώμονας ἀσκίους κατὰ μεσημβρίαν·
因为对于从我们这里(我指的是希腊地区)向南行进的人来说,太阳在这里首次来到我们的正上方,并在正午时使日晷的指针不产生影子。
ἀνάγκη δὲ κατὰ κορυφὴν ἡμῖν γινομένου καὶ εἰς τὰ φρέατα βάλλειν μέχρι τοῦ ὕδατος τὰς αὐγάς, κἂν βαθύτατα ᾖ· κατὰ κάθετον γὰρ ἡμεῖς τε ἕσταμεν καὶ τὰ ὀρύγματα τῶν φρεάτων κατεσκεύασται.
当太阳来到我们的正上方时,其光线必然也会射入井中直至水面,即使井非常深也是如此;因为我们是垂直站立的,井眼也是垂直建造的。
εἰσὶ δʼ ἐνταῦθα τρεῖς σπεῖραι Ῥωμαίων ἱδρυμέναι φρουρᾶς χάριν.
这里驻扎着罗马人的三个步兵大队以示防卫。
§17.1.49μικρὸν δʼ ὑπὲρ τῆς Ἐλεφαντίνης ἐστὶν ὁ μικρὸς καταράκτης, ἐφʼ ᾧ καὶ θέαν τινὰ οἱ σκαφῖται τοῖς ἡγεμόσιν ἐπιδείκνυνται·
在埃勒凡蒂内稍往上游是小瀑布,船夫们在那里也向长官们展示某种表演。
ὁ μὲν γὰρ καταράκτης ἐστὶ κατὰ μέσον τὸν ποταμόν, πετρώδης τις ὀφρύς, ἐπίπεδος μὲν ἄνωθεν ὥστε δέχεσθαι τὸν ποταμόν, τελευτῶσα δʼ εἰς κρημνόν, καθʼ οὗ καταρρήγνυται τὸ ὕδωρ, ἑκατέρωθεν δὲ πρὸς τῇ γῇ ῥεῖθρον, ὃ μάλιστα καὶ ἀνάπλουν ἔχει·
因为瀑布位于河流中央,是一个岩石突起,顶部平坦以承接河水,但末端呈悬崖状,河水从那里倾泻而下。 两边靠近陆地的地方各有流道,特别适合向上航行。
ἀναπλεύσαντες οὖν ταύτῃ καταρρέουσιν ἐπὶ τὸν καταράκτην καὶ ὠθοῦνται μετὰ τῆς σκάφης ἐπὶ τὸν κρημνὸν καὶ σώζονται σὺν αὐτῇ ἀπαθεῖς.
因此,他们从这里向上航行后,顺流飘向瀑布,并随船被推向悬崖,与船一同安然无恙地脱险。
τοῦ δὲ καταράκτου μικρὸν ἐπάνω τὰς Φιλὰς εἶναι συμβαίνει, κοινὴν κατοικίαν Αἰθιόπων τε καὶ Αἰγυπτίων, κατεσκευασμένην ὥσπερ καὶ τὴν Ἐλεφαντίνην καὶ τὸ μέγεθος ἴσην, ἱερὰ ἔχουσαν Αἰγύπτια·
在瀑布稍往上游是菲莱,这是埃塞俄比亚人和埃及人的共同定居地,其建造方式与埃勒凡蒂内相似,面积也相等,拥有埃及神殿。
ὅπου καὶ ὄρνεον τιμᾶται ὃ καλοῦσι μὲν ἱέρακα, οὐδὲν δὲ ὅμοιον ἔμοιγε ἐφαίνετο ἔχειν τοῖς παρʼ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ἱέραξιν, ἀλλὰ καὶ τῷ μεγέθει μεῖζον ἦν καὶ τῇ ποικιλίᾳ πολὺ ἐξηλλαγμένον·
在那里也崇拜一种他们称之为猎鹰的鸟,但在我看来,它与我们这里和埃及的猎鹰没有任何相似之处,而是体型更大,而且羽毛的斑纹差异极大。
Αἰθιοπικὸν δʼ ἔφασαν εἶναι, κἀκεῖθεν κομίζεσθαι, ὅταν ἐκλίπῃ καὶ πρότερον· καὶ δὴ καὶ τότε ἐδείχθη ἡμῖν πρὸς ἐκλείψει ὂν διὰ νόσον.
他们说这是埃塞俄比亚的鸟,每当它像以前那样绝迹时,就会从那里运来;事实上,当时由于生病,它被展示给我们看时正处于奄奄一息的状态。
§17.1.50ἤλθομεν δʼ εἰς Φιλὰς ἐκ Συήνης ἀπήνῃ διʼ ὁμαλοῦ σφόδρα πεδίου σταδίους ὁμοῦ τι ἑκατόν.
我们乘马车从塞恩穿过一片非常平坦的平原前往菲莱,全程大约一百斯塔迪翁。
παρʼ ὅλην δὲ τὴν ὁδὸν ἦν ἰδεῖν ἑκατέρωθεν πολλαχοῦ ὥσπερ ἑρμαῖα πέτρον ἠλίβατον στρογγύλον, λεῖον ἱκανῶς, ἐγγὺς σφαιροειδοῦς, τοῦ μέλανος καὶ σκληροῦ λίθου, ἐξ οὗ αἱ θυῗαι γίνονται, ἐπὶ πέτρῳ κείμενον μείζονι καὶ ἐπʼ ἐκείνῳ πάλιν ἄλλον· ἔστι δʼ ὅτε αὐτοὶ καθʼ αὑτοὺς ἔκειντο οἱ πέτροι·
在整条道路的两旁,随处可见像赫耳墨斯石冢一样的岩石,高大、圆润、相当光滑、几近球形,由制造研钵用的那种黑色坚硬石头制成,叠放在一个更大的岩石上,而其上又放着另一个;有时这些岩石也独自放置。
ἦν δʼ ὁ μὲν μέγιστος τὴν διάμετρον ποδῶν οὐκ ἐλαττόνων ἢ δώδεκα, ἅπαντες δὲ μείζους ἢ ἡμίσεις τούτων.
最大的一块直径不小于十二英尺,所有的岩石都大于其一半。
διέβημεν δὲ εἰς τὴν νῆσον ἐπὶ πάκτωνος·
我们乘坐帕克通船渡到岛上。
ὁ δὲ πάκτων διὰ σκυταλίδων πεπηγός ἐστι σκάφιον ὥστʼ ἐοικέναι διαπλοκίνῳ·
帕克通是一种用细木条紧密结合制成的小舟,看起来像编织物。
ἑστῶτες δʼ ἐν ὕδατι ἢ καὶ σανιδίοις τισὶ προσκαθήμενοι ῥᾳδίως ἐπεραιώθημεν δεδιότες μάτην· ἀκίνδυνα γάρ ἐστιν, ἂν μή τις ὑπέργομον ποιήσῃ τὸ πορθμεῖον.
我们站在水中,或者坐在一些小木板上,虽然白白担心,但还是很容易地渡了过去;因为只要不使渡船超载,就没有危险。

词汇与语法注释

  1. 17.1.48συννόμῳ λίθῳ — 形容词 `σύννομος` 通常意为“共同放牧的”或“伙伴”,在此处用作建筑术语,指无缝严密接合的石块(即整齐的切石)。
  2. 17.1.48κατὰ κορυφὴν ἡμῖν γινομένου — 属格绝对结构,逻辑主语(`ἡλίου`)因承接前文的 `ὁ ἥλιος` 而被省略。`ἡμῖν` 是表示利害关系的与格(“对我们而言”),或者用于限定 `κατὰ κορυφὴν`(“在我们头顶上”)。
  3. 17.1.49τὰς Φιλὰς εἶναι συμβαίνει — 非人称动词 `συμβαίνει` 后接对格加不定式(A.C.I. 结构)`τὰς Φιλὰς εἶναι` 作为其主语,表示“菲莱恰好位于(该处)”的客观事实。
  4. 17.1.50πεπηγός — 虽然主语 `ὁ δὲ πάκτων` 是阳性名词,但由于表语 `σκάφιον` 是中性名词,因此完成时分词 `πεπηγός` 也采用中性单数形式以与之保持一致。

引用这一段

斯特拉波, 地理学 §17.1.47-17.1.50. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.47-17.1.50

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。