§17.1.45Ἐντεῦθέν ἐστιν ἰσθμὸς εἰς τὴν Ἐρυθρὰν κατὰ πόλιν Βερενίκην, ἀλίμενον μὲν τῇ δʼ εὐκαιρίᾳ τοῦ ἰσθμοῦ καταγωγὰς ἐπιτηδείους ἔχουσαν.
ここから、ベレニケ市に沿って紅海へと至る地峡がある。 ベレニケは港を持たないが、地峡の好都合な立地によって適切な停泊地を有している。
λέγεται δʼ ὁ Φιλάδελφος πρῶτος στρατοπέδῳ τεμεῖν τὴν ὁδὸν ταύτην ἄνυδρον οὖσαν, καὶ κατασκευάσαι σταθμούς, τοῦτο δὲ πρᾶξαι διὰ τὸ τὴν Ἐρυθρὰν δύσπλουν εἶναι καὶ μάλιστα τοῖς ἐκ τοῦ μυχοῦ πλοϊζομένοις.
プトレマイオス・フィラデルフォスが、水のないこの道を軍隊によって初めて切り開き、宿場を建設したと言われている。 彼がこれを行ったのは、紅海が、とりわけ最奥部から船出する人々にとって航行困難であったためである。
ἐφάνη δὴ τῇ πείρᾳ πολὺ τὸ χρήσιμον, καὶ νῦν ὁ Ἰνδικὸς φόρτος ἅπας καὶ ὁ Ἀράβιος καὶ τοῦ Αἰθιοπικοῦ ὁ τῷ Ἀραβίῳ κόλπῳ κατακομιζόμενος εἰς Κοπτὸν φέρεται, καὶ τοῦτʼ ἔστιν ἐμπόριον τῶν τοιούτων φορτίων.
実際に、経験によってその多大な有用性が明らかになり、現在では、インドの全貨物、アラビアの貨物、およびエチオピアの貨物のうちアラビア湾を通って運ばれてくるものがすべてコプトスへと運ばれており、そこがそのような貨物の交易地となっている。
οὐκ ἄπωθεν δὲ τῆς Βερενίκης ἐστὶ Μυὸς ὅρμος, πόλις ἔχουσα τὸ ναύσταθμον τῶν πλοϊζομένων, καὶ τῆς Κοπτοῦ οὐ πολὺ ἀφέστηκεν ἡ καλουμένη Ἀπόλλωνος πόλις, ὥστε καὶ αἱ διορίζουσαι τὸν ἰσθμὸν δύο πόλεις ἑκατέρωθέν εἰσιν.
ベレニケから遠くないところにミオス・ホルモスがあり、それは船出する者たちの港湾施設を有する都市である。 また、コプトスからそれほど遠くないところにアポロノス・ポリスと呼ばれる都市があり、したがって、地峡の境界をなす二つの都市が両側(ナイル川側と紅海側)にそれぞれあることになる。
ἀλλὰ νῦν ἡ Κοπτὸς καὶ ὁ Μυὸς ὅρμος εὐδοκιμεῖ, καὶ χρῶνται τοῖς τόποις τούτοις.
しかし現在では、コプトスとミオス・ホルモスが繁栄しており、人々はこれらの場所を利用している。
πρότερον μὲν οὖν ἐνυκτοπόρουν πρὸς τὰ ἄστρα βλέποντες οἱ καμηλέμποροι καὶ καθάπερ οἱ πλέοντες ὥδευον κομίζοντες καὶ ὕδωρ, νυνὶ δὲ καὶ ὑδρεῖα κατεσκευάκασιν, ὀρύξαντες πολὺ βάθος, καὶ ἐκ τῶν οὐρανίων καίπερ ὄντων σπανίων ὅμως δεξαμενὰς πεποίηνται·
以前は、ラクダを駆る商人たちは星々を見ながら夜間に旅をし、航海する者たちのように水も携えて進んでいたが、今や彼らは深い穴を掘って給水所を整備し、また雨水は稀であるものの、それでもそれを貯めるための貯水槽を造っている。
ἡ δʼ ὁδός ἐστιν ἓξ ἢ ἑπτὰ ἡμερῶν.
この道のりは6日か7日の行程である。
ἐπὶ δὲ τῷ ἰσθμῷ τούτῳ καὶ τὰ τῆς σμαράγδου μέταλλά ἐστι, τῶν Ἀράβων ὀρυττόντων βαθεῖς τινας ὑπονόμους, καὶ ἄλλων λίθων πολυτελῶν.
この地峡にはエメラルドの鉱山もあり、アラビア人たちが、他の高価な宝石とともに、深い坑道を掘って採掘している。
§17.1.46μετὰ δὲ τὴν Ἀπόλλωνος πόλιν αἱ Θῆβαι (καλεῖται δὲ νῦν Διὸς πόλις)
αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν.
アポロノスの市の次にはテーバイ(現在はディオスポリスと呼ばれている)がある。 「百の門を持ち、門それぞれから二百の男たちが、馬と戦車を伴って出撃する。
Ὅμηρος μὲν οὕτω·
」ホメロスはこのように述べている。
λέγει δὲ καὶ τὸν πλοῦτον
οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐνὶ κτήματα κεῖται. καὶ ἄλλοι δὲ τοιαῦτα λέγουσι, μητρόπολιν τιθέντες τῆς Αἰγύπτου ταύτην·
彼はまた、その富についても次のように言っている。 「エジプトのテーバイに、邸宅の内に最も多くの財宝が置かれているそこへと」他の著者たちも同様のことを語っており、ここをエジプトの首都と位置づけている。
καὶ νῦν δʼ ἴχνη δείκνυται τοῦ μεγέθους αὐτῆς ἐπὶ ὀγδοήκοντα σταδίους τὸ μῆκος·
現在でも、その規模の痕跡が、長さ80スタディオンにわたって示されている。
ἔστι δʼ ἱερὰ πλείω. καὶ τούτων δὲ τὰ πολλὰ ἠκρωτηρίασε Καμβύσης·
また、数多くの神殿があるが、これらの大部分をカンビュセスが破壊した。
νυνὶ δὲ κωμηδὸν συνοικεῖται, μέρος μέν τι ἐν τῇ Ἀραβίᾳ ἐν ᾗπερ ἡ πόλις, μέρος δέ τι καὶ ἐν τῇ περαίᾳ ὅπου τὸ Μεμνόνιον·
現在では村落のように集まって居住されており、一部は本来の市があるアラビア側に、一部は対岸の、メムノニオンがある場所にある。
ἐνταῦθα δὲ δυεῖν κολοσσῶν ὄντων μονολίθων ἀλλήλων πλησίον, ὁ μὲν σώζεται, τοῦ δʼ ἑτέρου τὰ ἄνω μέρη τὰ ἀπὸ τῆς καθέδρας πέπτωκε σεισμοῦ γενηθέντος, ὥς φασι.
そこには互いに近くに二つの単一石からなる巨像があり、一方は無事であるが、他方は地震が起きたために、人々が言うには、台座から上の部分が崩落している。
πεπίστευται δʼ ὅτι ἅπαξ καθʼ ἡμέραν ἑκάστην ψόφος ὡς ἂν πληγῆς οὐ μεγάλης ἀποτελεῖται ἀπὸ τοῦ μένοντος ἐν τῷ θρόνῳ καὶ τῇ βάσει μέρους·
毎日一度、台座と玉座にとどまっている部分から、軽い打撃のような音が発せられると信じられている。
κἀγὼ δὲ παρὼν ἐπὶ τῶν τόπων μετὰ Γάλλου Αἰλίου καὶ τοῦ πλήθους τῶν συνόντων αὐτῷ φίλων τε καὶ στρατιωτῶν περὶ ὥραν πρώτην ἤκουσα τοῦ ψόφου·
私自身も、アエリウス・ガッルスおよび彼に同行していた多数の友人や兵士たちとともにその場にいて、第一時頃にその音を聞いた。
εἴτε δὲ ἀπὸ τῆς βάσεως εἴτε ἀπὸ τοῦ κολοσσοῦ εἴτʼ ἐπίτηδες τῶν κύκλῳ καὶ περὶ τὴν βάσιν ἱδρυμένων τινὸς ποιήσαντος τὸν ψόφον, οὐκ ἔχω διισχυρίσασθαι·
しかし、その音が台座から出たのか、巨像から出たのか、あるいは台座の周りや近くに立っていた者のうち誰かが故意に音を出したのか、私には確言することができない。
διὰ γὰρ τὸ ἄδηλον τῆς αἰτίας πᾶν μᾶλλον ἐπέρχεται πιστεύειν ἢ τὸ ἐκ τῶν λίθων οὕτω τεταγμένων ἐκπέμπεσθαι τὸν ἦχον.
原因が不明であるため、そのような配置の石から音が発せられると信じるよりは、他のいかなることも信じる気(考え)になるからである。
ὑπὲρ δὲ τοῦ Μεμνονίου θῆκαι βασιλέων ἐν σπηλαίοις λατομηταὶ περὶ τετταράκοντα, θαυμαστῶς κατεσκευασμέναι καὶ θέας ἄξιαι·
メムノニオンの上方には、岩を切り出して造られた約40の王たちの墓があり、驚くべき構造で、一見の価値がある。
ἐν δὲ ταῖς Θήβαις ἐπί τινων ὀβελίσκων ἀναγραφαὶ δηλοῦσαι τὸν πλοῦτον τῶν τότε βασιλέων καὶ τὴν ἐπικράτειαν, ὡς μέχρι Σκυθῶν καὶ Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς νῦν Ἰωνίας διατείνασαν, καὶ φόρων πλῆθος καὶ στρατιᾶς περὶ ἑκατὸν μυριάδας.
またテーバイでは、いくつかのオベリスクの上に碑文があり、当時の王たちの富と支配領域を示している。 それは、彼らの支配がスキティア、バクトリア、インド、および現在のイオニアにまで及んでいたこと、また貢納の多さや、約100万人の軍隊について示している。
λέγονται δὲ καὶ ἀστρονόμοι καὶ φιλόσοφοι μάλιστα οἱ ἐνταῦθα ἱερεῖς·
ここの神官たちはとりわけ天文学者であり哲学者であると言われている。
τούτων δʼ ἐστὶ καὶ τὸ τὰς ἡμέρας μὴ κατὰ σελήνην ἄγειν ἀλλὰ κατὰ ἥλιον, τοῖς τριακονθημέροις δώδεκα μησὶν ἐπαγόντων πέντε ἡμέρας κατʼ ἐνιαυτὸν ἕκαστον·
彼らの特徴としては、暦を月によってではなく太陽によって計算することがあり、 30日ずつの12ヶ月に、毎年5日を付加する。
εἰς δὲ τὴν ἐκπλήρωσιν τοῦ ὅλου ἐνιαυτοῦ, ἐπιτρέχοντος μορίου τινὸς τῆς ἡμέρας, περίοδόν τινα συντιθέασιν ἐξ ὅλων ἡμερῶν καὶ ὅλων ἐνιαυτῶν τοσούτων ὅσα μόρια τὰ ἐπιτρέχοντα συνελθόντα ποιεῖ ἡμέραν.
そして、一年の全体を満たすために、一日のある一部分(端数)が超過するので、彼らは、その超過した部分が集まって丸一日を作るような、そのような数の丸一日と丸一年からなる一定の周期を構成する。
ἀνατιθέασι δὲ τῷ Ἑρμῇ πᾶσαν τὴν τοιαύτην μάλιστα σοφίαν·
彼らはこのような知恵のすべてを、特にヘルメスに帰している。
τῷ δὲ Διὶ ὃν μάλιστα τιμῶσιν, εὐειδεστάτη καὶ γένους λαμπροτάτου παρθένος ἱερᾶται, ἃς καλοῦσιν οἱ Ἕλληνες παλλάδας·
また、彼らが最も崇拝するゼウスには、最も美しく、最も高貴な家系の処女が仕え、彼女たちをギリシア人たちはパッラスと呼ぶ。
αὕτη δὲ καὶ παλλακεύει καὶ σύνεστιν οἷς βούλεται μέχρι ἂν ἡ φυσικὴ γένηται κάθαρσις τοῦ σώματος·
彼女は、身体の自然な浄化が起こるまで、聖なる娼婦として、自分が望む者と交わる。
μετὰ δὲ τὴν κάθαρσιν δίδοται πρὸς ἄνδρα, πρὶν δὲ δοθῆναι πένθος αὐτῆς ἄγεται μετὰ τὸν τῆς παλλακείας καιρόν.
その浄化ののち、彼女は夫に与えられるが、プレゼントされる前に、娼婦としての期間の後に、彼女のために喪が服される。