Humanitext Reader

ストラボン · 地理誌 §17.1.37-17.1.38

モイリス湖とラビュリントス及び聖なるワニ

559 / 577 箇所 · ギリシア語

要旨

モイリス湖の水位管理機能、ピラミッドに匹敵する「ラビュリントス」の壮大な建築構造と各県の儀礼用の中庭について語られ、さらにワニを崇拝するアルシノエ市(旧名クロコディロン・ポリス)で神聖なワニに給餌する体験が描写される。

§17.1.37̔η δʼ οὖν Μοίριδος λίμνη διὰ τὸ μέγεθος καὶ τὸ βάθος ἱκανή ἐστι κατὰ τὰς ἀναβάσεις τὴν πλημμυρίδα φέρειν καὶ μὴ ὑπερπολάζειν εἰς τὰ οἰκούμενα καὶ πεφυτευμένα, εἶτα ἐν τῇ ἀποβάσει τὸ πλεονάζον ἀποδοῦσα τῇ αὐτῇ διώρυγι κατὰ θάτερον τῶν στομάτων ἔχειν ὑπολειπόμενον τὸ χρήσιμον πρὸς τὰς ἐποχετείας καὶ αὐτὴ καὶ ἡ διῶρυξ.
さて、モイリス湖はその大きさと深さのために、増水期には洪水を吸収して居住地や耕作地に溢れ出さないようにし、次いで減水期には二つの口の一方から同じ運河へと余分な水を戻すことで、湖自体も運河も灌漑に有用な水を残して保持するのに十分な能力を持っている。
ταῦτα μὲν φυσικά, ἐπίκειται δὲ τοῖς στόμασιν ἀμφοτέροις τῆς διώρυγος κλεῖθρα οἷς ταμιεύουσιν οἱ ἀρχιτέκτονες τό τε εἰσρέον ὕδωρ καὶ τὸ ἐκρέον.
これらは自然の事柄であるが、運河の両方の口には水門が設置されており、これらによって技術者たちは流入する水と流出する水を調節している。
πρὸς δὲ τούτοις ἡ τοῦ λαβυρίνθου κατασκευὴ πάρισον ταῖς πυραμίσιν ἐστὶν ἔργον καὶ ὁ παρακείμενος τάφος τοῦ κατασκευάσαντος βασιλέως τὸν λαβύρινθον.
これらに加えて、ラビュリントスの建造物はピラミッドに匹敵する大事業であり、それに隣接して、ラビュリントスを建設した王の墓がある。
ἔστι δὲ κατὰ τὸν πρῶτον εἴσπλουν τὸν εἰς τὴν διώρυγα προελθόντι ὅσον τριάκοντα ἢ τετταράκοντα σταδίους ἐπίπεδόν τι τραπεζῶδες χωρίον, ἔχον κώμην τε καὶ βασίλειον μέγα ἐκ πολλῶν βασιλείων, ὅσοι πρότερον ἦσαν νομοί·
運河への最初の進入路に沿って30ないし40スタディオンほど進むと、平坦な台地のような場所があり、そこには一つの村と、かつて存在した県と同じ数だけの多くの宮殿からなる、一つの巨大な宮殿(王宮群)がある。
τοσαῦται γάρ εἰσιν αὐλαὶ περίστυλοι συνεχεῖς ἀλλήλαις ἐφʼ ἕνα στίχον πᾶσαι καὶ ἐφʼ ἑνὸς τοίχου ὡς ἂν τείχους μακροῦ προκειμένας ἔχοντος τὰς αὐλάς·
というのも、それらと同数の、列柱に囲まれた中庭があり、それらはすべて互いに隣り合って一列に並び、あたかも長い壁がこれらの中庭を前に従えているかのように、一つの壁に面しているからである。
αἱ δʼ εἰς αὐτὰς ὁδοὶ καταντικρὺ τοῦ τείχους εἰσί·
そして、それらの中庭への道は壁の真向かいに位置している。
πρόκεινται δὲ τῶν εἰσόδων κρυπταί τινες μακραὶ καὶ πολλαί, διʼ ἀλλήλων ἔχουσαι σκολιὰς τὰς ὁδοὺς ὥστε χωρὶς ἡγεμόνος μηδενὶ τῶν ξένων εἶναι δυνατὴν τὴν εἰς ἑκάστην αὐλὴν πάροδόν τε καὶ ἔξοδον.
入り口の前には、長く多数の隠された通路が横たわっており、それらは互いの間に曲がりくねった道を持っているため、案内人なしには、異邦人の誰にとっても個々の中庭への進入も退出も不可能である。
τὸ δὲ θαυμαστόν, ὅτι αἱ στέγαι τῶν οἴκων ἑκάστου μονόλιθοι, καὶ τῶν κρυπτῶν τὰ πλάτη μονολίθοις ὡσαύτως ἐστέγασται πλαξὶν ὑπερβαλλούσαις τὸ μέγεθος, ξύλων οὐδαμοῦ καταμεμιγμένων οὐδʼ ἄλλης ὕλης οὐδεμιᾶς·
驚くべきことに、個々の部屋の屋根は一枚岩からなり、隠された通路の天井も同様に、格別に巨大な一枚岩の板石で覆われており、木材やその他のいかなる材料も、どこにも一切使われていない。
ἀναβάντα τε ἐπὶ τὸ στέγος οὐ μεγάλῳ ὕψει ἅτε μονοστέγῳ ἔστιν ἰδεῖν πεδίον λίθινον ἐκ τηλικούτων λίθων, ἐντεῦθεν δὲ πάλιν εἰς τὰς αὐλὰς ἐκπίπτοντα ἑξῆς ὁρᾶν κειμένας ὑπὸ μονολίθων κιόνων ὑπηρεισμένας ἑπτὰ καὶ εἴκοσι·
平屋であるためにそれほど高くない屋根の上に登ってみると、巨大な石からなる石の平原を目にすることができ、そこから再び中庭へと視線を落とすと、それらが一列に並び、27本の一枚岩の柱に支えられて位置しているのを見ることができる。
καὶ οἱ τοῖχοι δὲ οὐκ ἐξ ἐλαττόνων τῷ μεγέθει λίθων σύγκεινται.
また、壁もこれらに劣らぬ大きさの石で組み立てられている。
ἐπὶ τέλει δὲ τῆς οἰκοδομίας ταύτης πλέον ἢ στάδιον ἐπεχούσης ὁ τάφος ἐστί, πυραμὶς τετράγωνος, ἑκάστην τετράπλεθρον πως ἔχουσα τὴν πλευρὰν καὶ τὸ ἴσον ὕψος·
1スタディオン以上の長さに及ぶこの建物の端には墓があり、それは四角いピラミッドで、各辺が約4プレトロンで、高さもそれに等しい。
Ἰμάνδης δʼ ὄνομα ὁ ταφείς.
そこに葬られている者の名はイマンデスである。
πεποιῆσθαι δέ φασι τὰς αὐλὰς τοσαύτας, ὅτι τοὺς νομοὺς ἔθος ἦν ἐκεῖσε συνέρχεσθαι πάντας ἀριστίνδην μετὰ τῶν οἰκείων ἱερέων καὶ ἱερειῶν, θυσίας τε καὶ δικαιοδοσίας περὶ τῶν μεγίστων χάριν·
これほど多くの中庭が作られたのは、すべての県が、それぞれの神官や巫女を伴い、最も優秀な代表者たちを率いて、犠牲式と最も重大な事柄に関する裁判のためにそこに集まるのが習慣であったからだと言われている。
κατήγετο δὲ τῶν νομῶν ἕκαστος εἰς τὴν ἀποδειχθεῖσαν αὐλὴν αὐτῷ.
各県は、自身に割り当てられた中庭へと案内されたのであった。
§17.1.38παραπλεύσαντι δὲ ταῦτα ἐφʼ ἑκατὸν σταδίους πόλις ἐστὶν Ἀρσινόη·
これらを通り過ぎて100スタディオンほど船で進むと、アルシノエという市がある。
κροκοδείλων δὲ πόλις ἐκαλεῖτο πρότερον, σφόδρα γὰρ ἐν τῷ νομῷ τούτῳ τιμῶσι τὸν κροκόδειλον, καὶ ἔστιν ἱερὸς παρʼ αὐτοῖς ἐν λίμνῃ καθʼ αὑτὸν τρεφόμενος, χειροήθης τοῖς ἱερεῦσι·
そこは以前は「クロコディロン・ポリス(ワニの市)」と呼ばれていた。 というのも、この県ではワニを非常に崇拝しており、彼らにとって神聖な一頭のワニがそれ自体のために湖の中で飼育されており、神官たちに手なずけられているからである。
καλεῖται δὲ Σοῦχος·
そのワニはスコスと呼ばれている。
τρέφεται δὲ σιτίοις καὶ κρέασι καὶ οἴνῳ, προσφερόντων ἀεὶ τῶν ξένων τῶν ἐπὶ τὴν θέαν ἀφικνουμένων.
それは、見物にやって来る異邦人たちが常に持参して差し出す穀物(パン)や肉、ワインで養われている。
ὁ γοῦν ἡμέτερος ξένος, ἀνὴρ τῶν ἐντίμων, αὐτόθι μυσταγωγῶν ἡμᾶς, συνῆλθεν ἐπὶ τὴν λίμνην, κομίζων ἀπὸ τοῦ δείπνου πλακουντάριόν τι καὶ κρέας ὀπτὸν καὶ προχοίδιόν τι μελικράτου·
私たちのホストであり、現地の有力者の一人として私たちを案内してくれた人物が、一緒に湖へとやって来たが、彼は夕食から取っておいた小さなケーキと焼き肉、そして水割り蜜の入った小さな水差しを携えていた。
εὕρομεν δὲ ἐπὶ τῷ χείλει κείμενον τὸ θηρίον·
私たちは、その獣が岸辺に横たわっているのを見つけた。
προσιόντες δὲ οἱ ἱερεῖς οἱ μὲν διέστησαν αὐτοῦ τὸ στόμα, ὁ δὲ ἐνέθηκε τὸ πέμμα καὶ πάλιν τὸ κρέας, εἶτα τὸ μελίκρατον κατήρασε·
神官たちが近づき、そのうちの数人が口をこじ開け、別の者が菓子を、次いで肉を投げ入れ、それから水割り蜜を注ぎ込んだ。
καθαλόμενος δὲ εἰς τὴν λίμνην διῇξεν εἰς τὸ πέραν·
ワニは湖へと飛び込んで、対岸へと泳ぎ去った。
ἐπελθόντος δὲ καὶ ἄλλου τῶν ξένων κομίζοντος ὁμοίως ἀπαρχήν, λαβόντες περιῆλθον δρόμῳ καὶ καταλαβόντες προσήνεγκαν ὁμοίως τὰ προσενεχθέντα.
別の異邦人も同様にお供え物を携えてやって来ると、神官たちはそれを受け取って走って回り込み、ワニを捕まえて、同様に差し出されたものを与えた。

語釈・文法注

  1. §17.1.37ἔχειν ὑπολειπόμενον — 不定詞 ἔχειν は、文頭の ἡ Μοίριδος λίμνη ... ἱκανή ἐστι に係る。分詞 ὑπολειπόμενον は、ἔχειν の直接目的語である τὸ χρήσιμον に対する述語的補語として機能し、「〜を(残された状態として)保持し続ける」という結果的な状態を表す。
  2. §17.1.37προελθόντι — アオリスト能動態与格分詞。いわゆる「地理的与格」または「判断者の与格」(dativus iudicantis)であり、「(そこへ)進んで行く人にとって、〜がある」という移動に伴う視点と空間的位置関係を示す。
  3. §17.1.37ὡς ἂν τείχους μακροῦ προκειμένας ἔχοντος τὰς αὐλάς — 接続詞 ὡς ἄν を伴う属格絶対構文。客観的事実ではなく、比喩的・仮定的な比較(「あたかも長い壁がこれらの中庭を前に従えているかのようである」)を表現する。ἔχοντος の直接目的語は τὰς αὐλάς であり、προκειμένας はその述語的形容詞。
  4. §17.1.37ὑπηρεισμένας ἑπτὰ καὶ εἴκοσι — 完了受動分詞 ὑπηρεισμένας(女性複数)は、先行する αὐλάς(中庭、女性名詞)を修飾する。数詞 ἑπτὰ καὶ εἴκοσι(27)は、中庭の具体的な数が27であることを示しており、これはエジプトの県(ノモス)の数が時代によって27とされた歴史的背景を反映している。
  5. §17.1.38προσφερόντων ἀεὶ τῶν ξένων τῶν ἐπὶ τὴν θέαν ἀφικνουμένων — 分詞 προσφερόντων と名詞 τῶν ξένων による属格絶対構文。主節(τρέφεται δὲ...)の動詞に対して、背景となる恒常的な理由や付帯状況(「見物に訪れる異邦人たちが常に持参して差し出すので」)を説明している。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.37-17.1.38. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.37-17.1.38

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。