§17.1.35μετὰ δὲ Μέμφιν Ἄκανθος πόλις ὁμοίως ἐν τῇ Λιβύῃ καὶ τὸ τοῦ Ὀσίριδος ἱερὸν καὶ τὸ τῆς ἀκάνθης ἄλσος τῆς Θηβαϊκῆς ἐξ ἧς τὸ κόμμι.
メンフィスの後には、同様にリビア側にアカントス市があり、オシリスの神殿、そしてゴムの採れるテーベのアカンサス(アカシア)の聖樹の森がある。
εἶθʼ ὁ Ἀφροδιτοπολίτης νομὸς καὶ ἡ ὁμώνυμος πόλις ἐν τῇ Ἀραβίᾳ, ἐν ᾗ λευκὴ βοῦς ἱερὰ τρέφεται.
それから、アラビア側にアプロディトポリス県と同名の市があり、そこでは白い聖牛が飼育されている。
εἶθʼ ὁ Ἡρακλεώτης νομὸς ἐν νήσῳ μεγάλῃ, καθʼ ἣν ἡ διῶρύξ ἐστιν ἐν δεξιᾷ εἰς τὴν Λιβύην ἐπὶ τὸν Ἀρσινοΐτην νομόν, ὥστε καὶ δίστομον εἶναι τὴν διώρυγα, μεταξὺ μέρους τινὸς τῆς νήσου παρεμπίπτοντος.
それから、大きな島の中にあるヘラクレオポリス県。 その島に沿って、右手にリビア側のアルシノエ県へと至る運河があり、その島の一部分がその間に割り込んでいるために、その運河は二つの口を持つものとなっている。
ἔστι δʼ ὁ νομὸς οὗτος ἀξιολογώτατος τῶν ἁπάντων κατά τε τὴν ὄψιν καὶ τὴν ἀρετὴν καὶ τὴν κατασκευήν·
この県は、景観、肥沃さ、そして設備において、すべての県の中で最も注目に値する。
ἐλαιόφυτός τε γὰρ μόνος ἐστὶ μεγάλοις καὶ τελείοις δένδρεσι καὶ καλλικάρποις, εἰ δὲ συγκομίζοι καλῶς τις, καὶ εὐέλαιος·
なぜなら、そこは大きくて十分に育った、見事な実をつけるオリーブの木が植えられている唯一の土地であり、もし適切に収穫するなら、良質な油が得られるからである。
ὀλιγωροῦντες δὲ τούτου πολὺ μὲν ποιοῦσιν ἔλαιον, μοχθηρὸν δὲ κατὰ τὴν ὀδμήν·
しかし、このことを怠ると、油は多く生産するものの、臭いは悪くなる。
ἡ δʼ ἄλλη Αἴγυπτος ἀνέλαιός ἐστι πλὴν τῶν κατʼ Ἀλεξάνδρειαν κήπων, οἳ μέχρι τοῦ ἐλαίαν χορηγεῖν ἱκανοί εἰσιν, ἔλαιον δʼ οὐχ ὑπουργοῦσιν·
一方、他のエジプトは、アレクサンドリア近郊の庭園を除いてオリーブの木を欠いており、それらの庭園はオリーブの実を供給するのには十分であるが、油はもたらさない。
οἶνόν τε οὐκ ὀλίγον ἐκφέρει σῖτόν τε καὶ ὄσπρια καὶ τὰ ἄλλα σπέρματα πάμπολλα.
また、この県は少なからぬワインを産出し、穀物や豆類、その他の多種多様な種子をも極めて豊富に産出する。
θαυμαστὴν δὲ καὶ τὴν λίμνην ἔχει τὴν Μοίριδος καλουμένην, πελαγίαν τῷ μεγέθει καὶ τῇ χρόᾳ θαλαττοειδῆ·
さらに、そこにはモイリスと呼ばれる驚くべき湖があり、その大きさにおいては広大であり、その色においても海のようである。
καὶ τοὺς αἰγιαλοὺς δὲ ἔστιν ὁρᾶν ἐοικότας τοῖς θαλαττίοις, ὡς ὑπονοεῖν τὰ αὐτὰ περὶ τῶν κατὰ Ἄμμωνα τόπων καὶ τούτων (καὶ γὰρ οὐδὲ πάμπολυ ἀφεστᾶσιν ἀλλήλων καὶ τοῦ Παραιτονίου) μὴ ὥσπερ τὸ ἱερὸν ἐκεῖνο εἰκάζειν ἔστι πρότερον ἐπὶ τῇ θαλάττῃ ἱδρῦσθαι διὰ τὸ πλῆθος τῶν τεκμηρίων, καὶ ταῦθʼ ὁμοίως τὰ χωρία πρότερον ἐπὶ τῇ θαλάττῃ ὑπῆρχεν, ἡ δὲ κάτω Αἴγυπτος καὶ τὰ μέχρι τῆς λίμνης τῆς Σιρβωνίτιδος πέλαγος ἦν, σύρρουν τυχὸν ἴσως τῇ Ἐρυθρᾷ τῇ κατὰ Ἡρώων πόλιν καὶ τὸν Αἰλανίτην μυχόν.
その岸辺も海の岸辺に似ているのを見ることができ、アモンの周辺の土地とこれらの土地について同様のことを推測させるほどである(実際、それらは互いに、またパライトニオンからも極端に離れているわけではない)。 すなわち、多くの証拠のおかげであの神殿がかつて海辺に建てられていたと推測できるのと同様に、これらの地域もかつて海辺に存在していたのではないか、と推測させるほどである。 そして、下エジプトおよびシルボニス湖に至る地域は海であり、おそらくヘロオン・ポリス近郊の紅海やアイラニテス湾とつながっていたのであろう。
§17.1.36εἴρηται δὲ περὶ τούτων διὰ πλειόνων ἐν τῷ πρώτῳ ὑπομνήματι τῆς γεωγραφίας, καὶ νῦν δʼ ἐπὶ τοσοῦτον ὑπομνηστέον τῆς φύσεως ἅμα καὶ τὸ τῆς προνοίας ἔργον εἰς ἓν συμφέροντας·
これらのことについては『地理誌』の第1巻においてより詳細に述べられているが、今も、自然の働きとプロノイア(摂理)の働きとを一つの目的に統合しつつ、それらについてこれくらいは思い起こしておくべきである。
τὸ μὲν τῆς φύσεως, ὅτι τῶν πάντων ὑφʼ ἓν συννευόντων τὸ τοῦ ὅλου μέσον καὶ σφαιρουμένων περὶ τοῦτο, τὸ μὲν πυκνότατον καὶ μεσαίτατόν ἐστιν ἡ γῆ, τὸ δʼ ἧττον τοιοῦτον καὶ ἐφεξῆς τὸ ὕδωρ, ἑκάτερον δὲ σφαῖρα, ἡ μὲν στερεά, ἡ δὲ κοίλη ἐντὸς ἔχουσα τὴν γῆν·
まず自然の働きについては次の通りである。 すなわち、すべてのものが宇宙全体の中心へと向かって一様に引き合い、その周りで球体を形成している中で、最も密で最も中心にあるのが地であり、それより密でなくそれに隣接しているのが水であって、それぞれが球体であり、一方は固体の球体、他方は内部に地を包含する中空の球体である。
τὸ δὲ τῆς προνοίας, ὅτι βεβούληται καὶ αὐτὴ ποικίλτριά τις οὖσα καὶ μυρίων ἔργων δημιουργὸς ἐν τοῖς πρώτοις ζῷα γεννᾶν ὡς πολὺ διαφέροντα τῶν ἄλλων καὶ τούτων τὰ κράτιστα θεούς τε καὶ ἀνθρώπους, ὧν ἕνεκεν καὶ τὰ ἄλλα συνέστηκε.
次にプロノイアの働きについては次の通りである。 すなわち、それ自身が多様な美を凝らす者であり万千の作品の創造者であるプロノイアは、何よりもまず、他のものとは大いに異なる生き物たちを、そしてその中でも最も優れたものである神々と人間(彼らのために他のすべてのものは構成されているのだが)を生み出そうと欲したのである。
τοῖς μὲν οὖν θεοῖς ἀπέδειξε τὸν οὐρανὸν τοῖς δʼ ἀνθρώποις τὴν γῆν, τὰ ἄκρα τῶν τοῦ κόσμου μερῶν·
そこで、神々には天を、人間には地を割り当てた。 これらは宇宙の部分の極限である。
ἄκρα δὲ τῆς σφαίρας τὸ μέσον καὶ τὸ ἐξωτάτω.
球体の極限とは、中心と、最も外側の部分のことである。
ἀλλʼ ἐπειδὴ τῇ γῇ περίκειται τὸ ὕδωρ, οὐκ ἔστι δʼ ἔνυδρον ζῷον ὁ ἄνθρωπος, ἀλλὰ χερσαῖον καὶ ἐναέριον καὶ πολλοῦ κοινωνικὸν φωτός, ἐποίησεν ἐξοχὰς ἐν τῇ γῇ πολλὰς καὶ εἰσοχάς, ὥστʼ ἐν αἷς μὲν ἀπολαμβάνεσθαι τὸ σύμπαν ἢ καὶ τὸ πλέον ὕδωρ ἀποκρύπτον τὴν ὑπʼ αὐτῷ γῆν, ἐν αἷς δʼ ἐξέχειν τὴν γῆν ἀποκρύπτουσαν ὑφʼ ἑαυτῇ τὸ ὕδωρ, πλὴν ὅσον χρήσιμον τῷ ἀνθρωπείῳ γένει καὶ τοῖς περὶ αὐτὸ ζῴοις καὶ φυτοῖς.
しかし、地には水が取り巻いており、人間は水生動物ではなく、陸生かつ空気の動物であり、多くの光を共有するものであるため、プロノイアは地の上に多くの隆起と窪みを作り、それによって、ある窪みにはすべての、あるいは大部分の水が収容されてその下にある地を覆い隠すようにし、またある隆起においては、地が突き出て、その下に水を覆い隠すようにした。 ただし、人類やその周囲の動物、植物に有用な分だけの水は除いて。
ἐπεὶ δʼ ἐν κινήσει συνεχεῖ τὰ σύμπαντα καὶ μεταβολαῖς μεγάλαις (οὐ γὰρ οἷόν τε ἄλλως τὰ τοιαῦτα καὶ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῷ κόσμῳ διοικεῖσθαι), ὑποληπτέον μήτε τὴν γῆν ἀεὶ συμμένειν οὕτως ὥστʼ ἀεὶ τηλικαύτην εἶναι μηδὲν προστιθεῖσαν ἑαυτῇ μηδʼ ἀφαιροῦσαν, μήτε τὸ ὕδωρ, μηδὲ τὴν ἕδραν ἔχειν τὴν αὐτὴν ἑκάτερον, καὶ ταῦτα εἰς ἄλληλα φυσικωτάτης οὔσης καὶ ἐγγυτάτω τῆς μεταπτώσεως, ἀλλὰ καὶ τῆς γῆς πολλὴν εἰς ὕδωρ μεταβάλλειν, καὶ τῶν ὑδάτων πολλὰ χερσοῦσθαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τῇ γῇ, καθʼ ἣν αὐτὴν τοσαῦται διαφοραί·
そして、万物は絶え間ない運動と大きな変化の中にあるので(なぜなら、そのように多様で、多く、かつ巨大なものが、他の方法で宇宙において管理されることは不可能だからである)、地も常にそのままで留まり、自身に何も加えず、また何も引くことなく、常に同じ大きさであるわけではなく、水もまた同様であり、双方が同じ位置を保ち続けるわけでもないと想定しなければならない。 しかも、これらが互いへと移行することは極めて自然であり、極めて間近に起こることなのである。 むしろ、地の多くが水へと変化し、水の多くが陸地化するのであり、それは地自体においてもそれ自体の中に非常に多くの相違があるのと同様である。
ἡ μὲν γὰρ εὔθρυπτος ἡ δὲ στερεὰ καὶ πετρώδης καὶ σιδηρῖτις καὶ οὕτως ἐπὶ τῶν ἄλλων.
というのも、ある地は崩れやすく、ある地は固く、岩がちで、鉄を含んでおり、他のものについても同様だからである。
ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγρᾶς οὐσίας, ἡ μὲν ἁλμυρὶς ἡ δὲ γλυκεῖα καὶ πότιμος, ἡ δὲ φαρμακώδης καὶ σωτήριος καὶ ὀλέθριος καὶ ψυχρὰ καὶ θερμή.
液体の性質についても同様であり、あるものは塩辛く、あるものは甘くて飲用可能であり、あるものは薬効があり、有益であったり有害であったり、冷たかったり熱かったりする。
τί οὖν θαυμαστὸν εἴ τινα μέρη τῆς γῆς ἃ νῦν οἰκεῖται θαλάττῃ πρότερον κατείχετο, τὰ δὲ νῦν πελάγη πρότερον ᾠκεῖτο;
それゆえ、現在人が住んでいる地のある部分がかつては海に占められており、現在の海がかつては人が住む土地であったとしても、何の不思議があるだろうか。
καθάπερ καὶ πηγὰς τὰς πρότερον ἐκλιπεῖν συνέβη, τὰς δʼ ἀνεῖσθαι, καὶ ποταμοὺς καὶ λίμνας, οὕτω δὲ καὶ ὄρη καὶ πεδία εἰς ἄλληλα μεταπίπτειν· περὶ ὧν καὶ πρότερον εἰρήκαμεν πολλὰ καὶ νῦν εἰρήσθω.
かつてあった泉が涸れ、新たな泉が湧き出ることがあり、川や湖についても同様であるように、そのように山と平野もまた互いへと移り変わるのである。 これらのことについては、以前にも多くを語ったが、今もこれくらい語っておくこととしよう。