Humanitext Reader

ストラボン · 地理誌 §17.1.39-17.1.42

諸県の動物崇拝とアビュドスのメムノニオン

560 / 577 箇所 · ギリシア語

要旨

エジプトの各県における動物崇拝(ワニとイチニューモンの対立、アヌビスやオクシュリュンコス等)の多様性と、テバイード地方の各都市、およびアビュドスのメムノニオンの壮麗な建築について記述している。

§17.1.39μετὰ δὲ τὸν Ἀρσινοΐτην καὶ τὸν Ἡρακλεωτικὸν νομὸν Ἡρακλέους πόλις, ἐν ᾗ ὁ ἰχνεύμων τιμᾶται ὑπεναντίως τοῖς Ἀρσινοΐταις·
アルシノエ県とヘラクレオポリス県の次にはヘラクレスの市があり、そこではイチニューモンが、アルシノエ県の人々とは正反対のやり方で崇拝されている。
οἱ μὲν γὰρ τοὺς κροκοδείλους τιμῶσι, καὶ διὰ τοῦτο ἥ τε διῶρυξ αὐτῶν ἐστι μεστὴ τῶν κροκοδείλων καὶ ἡ τοῦ Μοίριδος λίμνη·
というのも、アルシノエの人々はワニを崇拝しており、そのため彼らの運河もモイリス湖もワニで満ちているからである。
σέβονται γὰρ καὶ ἀπέχονται αὐτῶν·
彼らはワニを敬い、それに手を触れない。
οἱ δὲ τοὺς ἰχνεύμονας τοὺς ὀλεθριωτάτους τοῖς κροκοδείλοις, καθάπερ καὶ ταῖς ἀσπίσι·
これに対して後者は、イチニューモンを崇拝しているが、これはコブラに対すると同様に、ワニに対しても最も致命的な天敵である。
καὶ γὰρ τὰ ὠὰ διαφθείρουσιν αὐτῶν καὶ αὐτὰ τὰ θηρία, τῷ πηλῷ θωρακισθέντες·
というのも、それらは泥の鎧を身にまとって、ワニの卵やその獣自体を破滅させるからである。
κυλισθέντες γὰρ ἐν αὐτῷ ξηραίνονται πρὸς τὸν ἥλιον, εἶτα τὰς ἀσπίδας μὲν ἢ τῆς κεφαλῆς ἢ τῆς οὐρᾶς λαβόμενοι κατασπῶσιν εἰς τὸν ποταμὸν καὶ διαφθείρουσι·
彼らは泥の中で転がり、太陽に向かって乾かし、それからコブラに対しては、頭か尾を捕まえて川へと引きずり込んで殺す。
τοὺς δὲ κροκοδείλους ἐνεδρεύσαντες, ἡνίκʼ ἂν ἡλιάζωνται κεχηνότες, ἐμπίπτουσιν εἰς τὰ χάσματα καὶ διαφαγόντες τὰ σπλάγχνα καὶ τὰς γαστέρας ἐκδύνουσιν ἐκ νεκρῶν τῶν σωμάτων.
またワニに対しては、ワニが口を開けて日光浴をしているときに待ち伏せし、その口の中に飛び込んで内臓と腹を食い破り、死んだ体から這い出てくるのである。
§17.1.40̔εξῆς δʼ ἐστὶν ὁ Κυνοπολίτης νομὸς καὶ Κυνῶν πόλις, ἐν ᾗ ὁ Ἄνουβις τιμᾶται καὶ τοῖς κυσὶ τιμὴ καὶ σίτισις τέτακταί τις ἱερά.
次にキュノポリス県とキュノン・ポリスがあり、そこではアヌビスが崇拝され、犬に対しても敬意とある種の神聖な食事が定められている。
ἐν δὲ τῇ περαίᾳ Ὀξύρυγχος πόλις καὶ νομὸς ὁμώνυμος·
対岸にはオクシュリュンコス市と同名の県がある。
τιμῶσι δὲ τὸν ὀξύρυγχον καὶ ἔστιν αὐτοῖς ἱερὸν ὀξυρύγχου, καίτοι καὶ τῶν ἄλλων Αἰγυπτίων κοινῇ τιμώντων τὸν ὀξύρυγχον.
彼らはオクシュリュンコスを崇拝しており、そこにはオクシュリュンコスの神殿がある。 もっとも、他のエジプト人たちも共同でオクシュリュンコスを崇拝しているのだが。
τινὰ μὲν γὰρ τῶν ζῴων ἅπαντες κοινῇ τιμῶσιν Αἰγύπτιοι, καθάπερ τῶν μὲν πεζῶν τρία, βοῦν κύνα αἴλουρον, τῶν δὲ πτηνῶν δύο, ἱέρακα καὶ ἶβιν, τῶν δʼ ἐνύδρων δύο, λεπιδωτὸν ἰχθὺν καὶ ὀξύρυγχον·
というのも、ある種の動物はエジプト人全員が共同で崇拝しているからであり、たとえば陸生動物では牛、犬、猫の三種、鳥類ではハヤブサとトキの二種、水生動物では鱗のある魚とオクシュリュンコスの二種である。
ἄλλα δʼ ἐστὶν ἃ τιμῶσι καθʼ ἑαυτοὺς ἕκαστοι, καθάπερ Σα̈ῖται πρόβατον καὶ Θηβα̈ῖται, λάτον δὲ τῶν ἐν τῷ Νείλῳ τινὰ ἰχθὺν Λατοπολῖται, λύκον τε Λυκοπολῖται, κυνοκέφαλον δὲ Ἑρμοπολῖται, κῆβον δὲ Βαβυλώνιοι οἱ κατὰ Μέμφιν·
しかし、他はそれぞれ独自に崇拝するものがあり、たとえばサイス県の人々とテーベ県の人々は羊を、ラトポリス県の人々はナイル川の魚の一種であるラトスを、リュコポリス県の人々は狼を、ヘルモポリス県の人々はヒヒを、メンフィス近郊のバビロンの人々はケーボスを崇拝している。
ἔστι δʼ ὁ κῆβος τὸ μὲν πρόσωπον ἐοικὼς σατύρῳ, τἆλλα δὲ κυνὸς καὶ ἄρκτου μεταξύ, γεννᾶται δʼ ἐν Αἰθιοπίᾳ·
ケーボスは顔がサテュロスに似ており、他の部分は犬と熊の中間であり、エチオピアで生まれる。
ἀετὸν δὲ Θηβαῖοι, λέοντα δὲ Λεοντοπολῖται, αἶγα δὲ καὶ τράγον Μενδήσιοι, μυγαλῆν δὲ Ἀθριβῖται, ἄλλοι δʼ ἄλλο τι·
また、テーベの人々はワシを、レオントポリス県の人々はライオンを、メンデス県の人々は雌ヤギと雄ヤギを、アトリビス県の人々はトガリネズミを、他の人々はまた別のものを崇拝している。
τὰς δʼ αἰτίας οὐχ ὁμολογουμένας λέγουσιν.
その理由は、一致しない諸説が語られている。
§17.1.41ἑξῆς δʼ ἐστὶν Ἑρμοπολιτικὴ φυλακή, τελώνιόν τι τῶν ἐκ τῆς Θηβαΐδος καταφερομένων·
次にヘルモポリスの関所があり、これはテーバイス地方から下ってくる荷物の税関である。
ἐντεῦθεν ἀρχὴ τῶν ἑξηκοντασταδίων σχοίνων ἕως Συήνης καὶ Ἐλεφαντίνης·
ここからシエネとエレファンティネにいたる60スタディオンの長さのスコイノスが始まる。
εἶτα ἡ Θηβαϊκὴ φυλακὴ καὶ διῶρυξ φέρουσα ἐπὶ Τάνιν·
次いでテバイの関所と、タニスへと通じる運河がある。
εἶτα Λύκων πόλις καὶ Ἀφροδίτης καὶ Πανῶν πόλις, λινουργῶν καὶ λιθουργῶν κατοικία παλαιά.
次いでリュコン・ポリス、アプロディテス・ポリス、パノン・ポリスがあり、ここは亜麻織物職人と石工の古い居住地である。
§17.1.42ἔπειτα Πτολεμαϊκὴ πόλις, μεγίστη τῶν ἐν τῇ Θηβαΐδι καὶ οὐκ ἐλάττων Μέμφεως, ἔχουσα καὶ σύστημα πολιτικὸν ἐν τῷ ἑλληνικῷ τρόπῳ.
それからプトレマイス市があり、これはテーバイス地方で最大のもので、メンフィスに劣らず、ギリシア風の国制を持っている。
ὑπὲρ δὲ ταύτης ἡ Ἄβυδος, ἐν ᾗ τὸ Μεμνόνιον βασίλειον θαυμαστῶς κατεσκευασμένον ὁλόλιθον τῇ αὐτῇ κατασκευῇ ᾗπερ τὸν λαβύρινθον ἔφαμεν, οὐ πολλαπλοῦν δέ·
その上方にはアビュドスがあり、そこには、我々がラビュリントスについて語ったのと全く同じ建築方式で、驚くべき仕方で一枚岩で建てられたメムノニオンと呼ばれる宮殿があるが、それほど複雑ではない。
καὶ κρήνη ἐν βάθει κειμένη ὥστε καταβαίνειν εἰς αὐτὴν * κατακαμφθεισῶν ψαλίδων διὰ μονολίθων ὑπερβαλλόντων τῷ μεγέθει καὶ τῇ κατασκευῇ.
また、非常に深い位置にある泉があり、極めて巨大で優れた造りの一枚岩によって造られた、下向きに曲がった丸天井を通じてそこへと下りていくようになっている。
ἔστι δὲ διῶρυξ ἄγουσα ἐπὶ τὸν τόπον ἀπὸ τοῦ μεγάλου ποταμοῦ.
大河からこの場所へと通じる運河がある。
περὶ δὲ τὴν διώρυγα ἀκανθῶν τῶν Αἰγυπτίων ἄλσος ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος.
運河の周囲には、エジプト・アカシアの木からなるアポロンの神聖な森がある。
ἔοικε δὲ ὑπάρξαι ποτὲ ἡ Ἄβυδος πόλις μεγάλη, δευτερεύουσα μετὰ τὰς Θήβας, νυνὶ δʼ ἐστὶ κατοικία μικρά·
アビュドスはかつてテーベに次ぐ大都市であったと思われるが、現在は小さな集落である。
εἰ δʼ ὥς φασιν ὁ Μέμνων ὑπὸ τῶν Αἰγυπτίων Ἰσμάνδης λέγεται, καὶ ὁ λαβύρινθος Μεμνόνιον ἂν εἴη καὶ τοῦ αὐτοῦ ἔργον οὗπερ καὶ τὰ ἐν Ἀβύδῳ καὶ τὰ ἐν Θήβαις·
もし言われているように、メムノンがエジプト人によってイスマンデスと呼ばれているのであれば、ラビュリントスもメムノニオンということになり、アビュドスのものやテーベのものと同じ人物の作品ということになるだろう。
καὶ γὰρ ἐκεῖ λέγεταί τινα Μεμνόνια.
というのも、あちらでもいくつかメムノニオンと呼ばれているものがあるからである。
κατὰ δὲ τὴν Ἄβυδον ἔστιν ἡ πρώτη αὔασις ἐκ τῶν λεχθεισῶν τριῶν ἐν τῇ Λιβύῃ, διέχουσα ὁδὸν ἡμερῶν ἑπτὰ ἐνθένδε διʼ ἐρημίας, εὔυδρός τε κατοικία καὶ εὔοινος καὶ τοῖς ἄλλοις ἱκανή, δευτέρα δʼ ἡ κατὰ τὴν Μοίριδος λίμνην, τρίτη δὲ ἡ κατὰ τὸ μαντεῖον τὸ ἐν Ἄμμωνι·
アビュドスの方向には、リビアにあると言われた三つのオアシスのうち最初のものがあり、ここから砂漠を通って7日間の道のりで離れている。 そこは水が豊かでワインに恵まれ、その他の物資も十分な居住地である。 第二のものはモイリス湖の近くのもの、第三のものはアンモンの神託所の近くのものである。
καὶ αὗται δὲ κατοικίαι εἰσὶν ἀξιόλογοι.
これらも注目すべき居住地である。

語釈・文法注

  1. §17.1.39οἱ δὲ τοὺς ἰχνεύμονας τοὺς ὀλεθριωτάτους... — 動詞 τιμῶσι が省略されており、前の οἱ μὲν γὰρ τοὺς κροκοδείλους τιμῶσι と対比されている。また、τοὺς ὀλεθριωτάτους は ἰχνεύμονας に対する同格の名詞句で、後続の καθάπερ καὶ ταῖς ἀσπίσι と同様に、与格の τοῖς κροκοδείλοις を支配している。
  2. §17.1.39τῷ πηλῷ θωρακισθέντες· κυλισθέντες γὰρ ἐν αὐτῷ... — 複数主格分詞 θωρακισθέντες および κυλισθέντες の意味上の主語は、前文の ἰχνεύμονας(対格)が指す動物(イチニューモン)である。文法的には、前文の主語である οἱ δέ(ヘラクレオポリスの人々)と不一致になるが、動物自身の行動を直接主格分詞によって説明している。
  3. §17.1.42* κατακαμφθεισῶν ψαλίδων διὰ μονολίθων... — 写本の欠損または崩壊を示すアスタリスク(*)が置かれている。κατακαμφθεισῶν ψαλίδων は属格独立構文(または後続する διὰ μονολίθων と同格の修飾句)であり、泉へと下りるための下向きに曲がった丸天井(アーチ)の構造を説明している。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.39-17.1.42. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.39-17.1.42

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。