Humanitext Reader

斯特拉波 · 地理学 §17.1.37-17.1.38

莫伊里斯湖、迷宫与神圣鳄鱼

第 559 段,共 577 段 · 希腊语

内容简介

文中描述了莫伊里斯湖的水位调节功能、堪比金字塔的“迷宫”宏伟建筑结构及其供各县举行仪式的中庭,并记叙了在阿尔西诺伊市(前鳄鱼城)给神圣鳄鱼苏科斯喂食的亲身经历。

§17.1.37̔η δʼ οὖν Μοίριδος λίμνη διὰ τὸ μέγεθος καὶ τὸ βάθος ἱκανή ἐστι κατὰ τὰς ἀναβάσεις τὴν πλημμυρίδα φέρειν καὶ μὴ ὑπερπολάζειν εἰς τὰ οἰκούμενα καὶ πεφυτευμένα, εἶτα ἐν τῇ ἀποβάσει τὸ πλεονάζον ἀποδοῦσα τῇ αὐτῇ διώρυγι κατὰ θάτερον τῶν στομάτων ἔχειν ὑπολειπόμενον τὸ χρήσιμον πρὸς τὰς ἐποχετείας καὶ αὐτὴ καὶ ἡ διῶρυξ.
因此,莫伊里斯湖由于其面积和深度,足以在河水上涨时承受洪水,而不使其溢出到有人居住和种植的地区,然后,在水位下降时,通过两个口中的一个将多余的水退回到同一条运河中,从而使湖泊自身和运河都保留着对灌溉有用的剩余水源。
ταῦτα μὲν φυσικά, ἐπίκειται δὲ τοῖς στόμασιν ἀμφοτέροις τῆς διώρυγος κλεῖθρα οἷς ταμιεύουσιν οἱ ἀρχιτέκτονες τό τε εἰσρέον ὕδωρ καὶ τὸ ἐκρέον.
这些都是自然的现象,但在运河的两个口上都设有闸门,工程师们通过这些闸门来调节流入和流出的水量。
πρὸς δὲ τούτοις ἡ τοῦ λαβυρίνθου κατασκευὴ πάρισον ταῖς πυραμίσιν ἐστὶν ἔργον καὶ ὁ παρακείμενος τάφος τοῦ κατασκευάσαντος βασιλέως τὸν λαβύρινθον.
除这些之外,迷宫(ラビュリントス)的建筑是一项可与金字塔媲美的工程,旁边还坐落着建造这座迷宫的国王的陵墓。
ἔστι δὲ κατὰ τὸν πρῶτον εἴσπλουν τὸν εἰς τὴν διώρυγα προελθόντι ὅσον τριάκοντα ἢ τετταράκοντα σταδίους ἐπίπεδόν τι τραπεζῶδες χωρίον, ἔχον κώμην τε καὶ βασίλειον μέγα ἐκ πολλῶν βασιλείων, ὅσοι πρότερον ἦσαν νομοί· τοσαῦται γάρ εἰσιν αὐλαὶ περίστυλοι συνεχεῖς ἀλλήλαις ἐφʼ ἕνα στίχον πᾶσαι καὶ ἐφʼ ἑνὸς τοίχου ὡς ἂν τείχους μακροῦ προκειμένας ἔχοντος τὰς αὐλάς· αἱ δʼ εἰς αὐτὰς ὁδοὶ καταντικρὺ τοῦ τείχους εἰσί·
沿着进入运河的第一条水道前行约三十或四十斯塔迪翁,有一片平坦如台地的场所,那里有一个村庄和一座由许多宫殿组成的巨大宫殿,其数量与以前的县(诺莫斯)一样多;因为有同样数量的、由列柱环绕的中庭,它们全都互相连接并排成一列,面对着同一面墙,就像是一面长墙将这些中庭置于其前方一样;而通往这些中庭的通道就位于该墙的正对面。
πρόκεινται δὲ τῶν εἰσόδων κρυπταί τινες μακραὶ καὶ πολλαί, διʼ ἀλλήλων ἔχουσαι σκολιὰς τὰς ὁδοὺς ὥστε χωρὶς ἡγεμόνος μηδενὶ τῶν ξένων εἶναι δυνατὴν τὴν εἰς ἑκάστην αὐλὴν πάροδόν τε καὶ ἔξοδον.
在入口的前方躺着一些长而众多的隐秘通道,它们彼此之间有着曲折的道路,以至于没有向导的话,任何外邦人都无法进出每一个中庭。
τὸ δὲ θαυμαστόν, ὅτι αἱ στέγαι τῶν οἴκων ἑκάστου μονόλιθοι, καὶ τῶν κρυπτῶν τὰ πλάτη μονολίθοις ὡσαύτως ἐστέγασται πλαξὶν ὑπερβαλλούσαις τὸ μέγεθος, ξύλων οὐδαμοῦ καταμεμιγμένων οὐδʼ ἄλλης ὕλης οὐδεμιᾶς·
而令人惊叹的是,每个房间的屋顶都由单块巨石(独石)构成,隐秘通道的顶部也同样由尺寸极大的独石板覆盖,其中没有掺杂任何木材或任何其他材料。
ἀναβάντα τε ἐπὶ τὸ στέγος οὐ μεγάλῳ ὕψει ἅτε μονοστέγῳ ἔστιν ἰδεῖν πεδίον λίθινον ἐκ τηλικούτων λίθων, ἐντεῦθεν δὲ πάλιν εἰς τὰς αὐλὰς ἐκπίπτοντα ἑξῆς ὁρᾶν κειμένας ὑπὸ μονολίθων κιόνων ὑπηρεισμένας ἑπτὰ καὶ εἴκοσι· καὶ οἱ τοῖχοι δὲ οὐκ ἐξ ἐλαττόνων τῷ μεγέθει λίθων σύγκεινται.
登上并不算高的屋顶——因为它是单层的——可以看到一片由如此巨大的石头构成的石质平原,从那里再向下看去,可以看见中庭依次排列,由二十七根独石柱支撑着;而墙壁也是由同样巨大的石头砌成的。
ἐπὶ τέλει δὲ τῆς οἰκοδομίας ταύτης πλέον ἢ στάδιον ἐπεχούσης ὁ τάφος ἐστί, πυραμὶς τετράγωνος, ἑκάστην τετράπλεθρον πως ἔχουσα τὴν πλευρὰν καὶ τὸ ἴσον ὕψος· Ἰμάνδης δʼ ὄνομα ὁ ταφείς.
在这座延伸超过一斯塔迪翁的建筑的尽头是陵墓,它是一个方形的金字塔,每边大约有四普勒特龙,高度也与此相等;埋葬于此的人名字叫作伊曼德斯。
πεποιῆσθαι δέ φασι τὰς αὐλὰς τοσαύτας, ὅτι τοὺς νομοὺς ἔθος ἦν ἐκεῖσε συνέρχεσθαι πάντας ἀριστίνδην μετὰ τῶν οἰκείων ἱερέων καὶ ἱερειῶν, θυσίας τε καὶ δικαιοδοσίας περὶ τῶν μεγίστων χάριν· κατήγετο δὲ τῶν νομῶν ἕκαστος εἰς τὴν ἀποδειχθεῖσαν αὐλὴν αὐτῷ.
据说建造这么多中庭是因为,过去各县习惯由其最高贵的人士带着各自的男祭司和女祭司聚集于此,为了进行祭祀活动以及对最重大的事务进行审判;而每个县都会被引导至分派给它的那个中庭。
§17.1.38παραπλεύσαντι δὲ ταῦτα ἐφʼ ἑκατὸν σταδίους πόλις ἐστὶν Ἀρσινόη· κροκοδείλων δὲ πόλις ἐκαλεῖτο πρότερον, σφόδρα γὰρ ἐν τῷ νομῷ τούτῳ τιμῶσι τὸν κροκόδειλον, καὶ ἔστιν ἱερὸς παρʼ αὐτοῖς ἐν λίμνῃ καθʼ αὑτὸν τρεφόμενος, χειροήθης τοῖς ἱερεῦσι·
在乘船经过这些地方行进一百斯塔迪翁之后,有一座城市叫作阿尔西诺伊;它以前被称为克罗科迪洛波利斯(鳄鱼城),因为在这个县里,人们极度崇拜鳄鱼,他们有一只神圣的鳄鱼独自在湖中饲养,对祭司们十分驯服。
καλεῖται δὲ Σοῦχος· τρέφεται δὲ σιτίοις καὶ κρέασι καὶ οἴνῳ, προσφερόντων ἀεὶ τῶν ξένων τῶν ἐπὶ τὴν θέαν ἀφικνουμένων.
它被叫作苏科斯(Suchus);它以谷物(面包)、肉和葡萄酒为食,这些食物总是由前来观看它的外邦人带来并献上的。
ὁ γοῦν ἡμέτερος ξένος, ἀνὴρ τῶν ἐντίμων, αὐτόθι μυσταγωγῶν ἡμᾶς, συνῆλθεν ἐπὶ τὴν λίμνην, κομίζων ἀπὸ τοῦ δείπνου πλακουντάριόν τι καὶ κρέας ὀπτὸν καὶ προχοίδιόν τι μελικράτου· εὕρομεν δὲ ἐπὶ τῷ χείλει κείμενον τὸ θηρίον·
总之,我们的东道主(一位当地的体面人士,并在那里做导游接待我们)和我们一起去了湖边,带去了他晚餐中的一小块蛋糕、一些烤肉和一小罐蜜水;我们发现那只野兽正躺在湖边。
προσιόντες δὲ οἱ ἱερεῖς οἱ μὲν διέστησαν αὐτοῦ τὸ στόμα, ὁ δὲ ἐνέθηκε τὸ πέμμα καὶ πάλιν τὸ κρέας, εἶτα τὸ μελίκρατον κατήρασε·
祭司们走上前去,其中一些人掰开它的嘴,另一个人放进糕点,接着放进肉,然后灌下蜜水。
καθαλόμενος δὲ εἰς τὴν λίμνην διῇξεν εἰς τὸ πέραν·
接着它便跳进湖里,窜到了对岸。
ἐπελθόντος δὲ καὶ ἄλλου τῶν ξένων κομίζοντος ὁμοίως ἀπαρχήν, λαβόντες περιῆλθον δρόμῳ καὶ καταλαβόντες προσήνεγκαν ὁμοίως τὰ προσενεχθέντα.
而当另一位外邦人同样携带着祭品到来时,祭司们接过来,跑步绕到湖的另一侧,追上那只鳄鱼,并以同样的方式喂给它送来的食物。

词汇与语法注释

  1. §17.1.37ἔχειν ὑπολειπόμενον — 不定词 ἔχειν 隶属于句首的 ἱκανή ἐστι。分词 ὑπολειπόμενον 作为 ἔχειν 的直接宾语 τὸ χρήσιμον 的宾语補足语,表示“保持其作为残留物”这一结果性状态。
  2. §17.1.37προελθόντι — 不定过去时主动分词与格。此为所谓的“地理学与格”或“观察者与格”(dativus iudicantis),指示“对于前行之人而言”这一伴随移动的视角与空间位置关系。
  3. §17.1.37ὡς ἂν τείχους μακροῦ προκειμένας ἔχοντος τὰς αὐλάς — 由 ὡς ἄν 引导的属格绝对结构。它表达的是一种假设性或比喻性的比较(“就像是一面长墙将这些中庭置于其前方一样”),而非客观事实。ἔχοντος 的直接宾语是 τὰς αὐλάς,而 προκειμένας 是其宾语补足语(述语性形容词)。
  4. §17.1.37ὑπηρεισμένας ἑπτὰ καὶ εἴκοσι — 完成时被动分词 ὑπηρεισμένας(阴性复数)修饰前文的 αὐλάς(中庭,阴性名词)。数词 ἑπτὰ καὶ εἴκοσι(二十七)具体指明了中庭的数量,反映了古埃及在特定时期设有27个县(诺莫斯)的历史背景。
  5. §17.1.38προσφερόντων ἀεὶ τῶν ξένων τῶν ἐπὶ τὴν θέαν ἀφικνουμένων — 由分词 προσφερόντων 和名词 τῶν ξένων 构成的属格绝对结构。它为支配主句(τρέφεται δέ...)的行为提供了恒常的背景原因或伴随状况(“因为前来观看它的外邦人总是带来并献上这些食物”)。

引用这一段

斯特拉波, 地理学 §17.1.37-17.1.38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.37-17.1.38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。