§17.1.23̔υπὲρ δὲ Μωμέμφεώς εἰσι δύο νιτρίαι πλεῖστον νίτρον ἔχουσαι καὶ νομὸς Νιτριώτης.
モメンフィスの南には、大量のソーダを産する2つのソーダ採掘地と、ニトリア県がある。
τιμᾶται δʼ ἐνταῦθα ὁ Σάραπις καὶ παρὰ μόνοις τούτοις θύεται ἐν Αἰγύπτῳ πρόβατον·
そこではサラピスが崇拝されており、エジプトで彼らだけが羊を犠牲に捧げる。
πλησίον δὲ καὶ ἐνταῦθα πόλις Μενέλαος, ἐν ἀριστερᾷ δὲ ἐν τῷ Δέλτα ἐπὶ μὲν τῷ ποταμῷ Ναύκρατις, ἀπὸ δὲ τοῦ ποταμοῦ δίσχοινον διέχουσα ἡ Σάις καὶ μικρὸν ταύτης ὕπερθε τὸ τοῦ Ὀσίριδος ἄσυλον, ἐν ᾧ κεῖσθαι τὸν Ὄσιρίν φασιν.
その近くには、ここにもメネラオスという都市があり、またデルタの中の左手、川沿いにはナウクラティスがあり、川から2スコイノス離れてサイスがあり、その少し上流にはオシリスの庇護所があって、そこにはオシリスが葬られていると言われている。
ἀμφισβητοῦσι δὲ τούτου πολλοί, καὶ μάλιστα οἱ τὰς Φιλὰς οἰκοῦντες τὰς ὑπὲρ Συήνης καὶ τῆς Ἐλεφαντίνης.
しかし、多くの人々、特にシエネやエレファンティネの上流にあるフィラエの住民はこれに異議を唱えている。
μυθεύουσι γὰρ δὴ διότι ἡ Ἶσις κατὰ πολλοὺς τόπους κατὰ γῆς θείη σοροὺς τοῦ Ὀσίριδος (μία δὲ τούτων ἦν ἔχουσα τὸν Ὄσιριν ἀφανὴς πᾶσι), τοῦτο δὲ πράξειε λαθεῖν βουλομένη τὸν Τυφῶνα, μὴ ἐπελθὼν ἐκρίψειε τὸ σῶμα τῆς θήκης.
彼らの語る神話によれば、イシスは多くの場所にオシリスの柩を地中に埋め(そのうち1つだけが本物のオシリスを含んでおり、すべての人から隠されていた)、これは、テュポンが襲って棺から遺体を投げ捨てることのないよう、彼を欺くことを望んで行ったことだという。
§17.1.24Ἀπὸ μὲν δὴ τῆς Ἀλεξανδρείας ἐπὶ τὴν τοῦ Δέλτα κορυφὴν αὕτη ἡ περιήγησις.
アレクサンドリアからデルタの頂点に至るまでの概説は以上の通りである。
φησὶ δʼ ὁ Ἀρτεμίδωρος σχοίνων ὀκτὼ καὶ εἴκοσι τὸν ἀνάπλουν, τοῦτο δʼ εἶναι σταδίους ὀκτακοσίους τετταράκοντα, λογιζόμενος τριακονταστάδιον τὴν σχοῖνον·
アルテミドロスは、遡航の距離を28スコイノスとし、これは1スコイノスを30スタディオンと計算して、840スタディオンにあたると言っている。
ἡμῖν μέντοι πλέουσιν ἄλλοτʼ ἄλλῳ μέτρῳ χρώμενοι τῶν σχοίνων ἀπεδίδοσαν τὰ διαστήματα, ὥστε καὶ τετταρακοντασταδίους καὶ ἔτι μείζους κατὰ τόπους ὁμολογεῖσθαι παρʼ αὐτῶν.
しかし、私たちが船旅をしたときには、場所によって異なるスコイノスの尺度を用いて距離を告げられたため、場所によっては40スタディオンやそれ以上であることも、現地の人々自身によって認められていた。
καὶ διότι παρὰ τοῖς Αἰγυπτίοις ἄστατόν ἐστι τὸ τῆς σχοίνου μέτρον, αὐτὸς ὁ Ἀρτεμίδωρος ἐν τοῖς ἑξῆς δηλοῖ.
また、エジプト人においてスコイノスの尺度が一定でないことは、アルテミドロス自身もこれに続く記述で明らかにしている。
ἀπὸ μὲν γὰρ Μέμφεως μέχρι Θηβαΐδος τὴν σχοῖνον ἑκάστην φησὶν εἶναι σταδίων ἑκατὸν εἴκοσιν, ἀπὸ δὲ τῆς Θηβαΐδος μέχρι Συήνης ἑξήκοντα, ἀπὸ δὲ Πηλουσίου πρὸς τὴν αὐτὴν ἀναπλέουσι κορυφὴν σχοίνους μὲν πέντε καὶ εἴκοσί φησι σταδίους δὲ ἑπτακοσίους πεντήκοντα, τῷ αὐτῷ μέτρῳ χρησάμενος.
すなわち、メンフィスからテーバイスまでは各スコイノスを120スタディオンとし、テーバイスからシエネまでは60スタディオンとし、ペルーシオンから同じ頂点へと遡る者にとっては、同じ尺度を用いて、25スコイノス、すなわち750スタディオンであると言っているからである。
πρώτην δʼ ἐκ τοῦ Πηλουσίου προελθοῦσιν εἶναι διώρυγα τὴν πληροῦσαν τὰς κατὰ τὰ ἕλη καλουμένας λίμνας, αἳ δύο μέν εἰσιν, ἐν ἀριστερᾷ δὲ κεῖνται τοῦ μεγάλου ποταμοῦ ὑπὲρ τὸ Πηλούσιον ἐν τῇ Ἀραβίᾳ·
また、ペルーシオンから進んで最初に出会う運河は、いわゆる「湿地の湖水」を満たしているものであり、これらの湖は2つあって、ペルーシオンの上流の、大河の左手、アラビアに位置している。
καὶ ἄλλας δὲ λέγει λίμνας καὶ διώρυγας ἐν τοῖς αὐτοῖς μέρεσιν ἔξω τοῦ Δέλτα.
彼はまた、同じ地域にあるデルタの外部の、他の湖や運河についても述べている。
ἔστι δὲ καὶ νομὸς Σεθρωίτης παρὰ τὴν ἑτέραν λίμνην· ἕνα δὲ τῶν δέκα τῶν ἐν τῷ Δέλτα διαριθμεῖται καὶ τοῦτον·
また別の湖の傍らにはセスロイテス県があり、彼はこれもデルタ内の10県のうちの1つに数えている。
εἰς δὲ τὰς αὐτὰς λίμνας συμβάλλουσι καὶ ἄλλαι δύο διώρυγες.
そして同じ湖には別の2つの運河も合流している。
§17.1.25ἄλλη δʼ ἐστὶν ἐκδιδοῦσα εἰς τὴν Ἐρυθρὰν καὶ τὸν Ἀράβιον κόλπον κατὰ πόλιν Ἀρσινόην ἣν ἔνιοι Κλεοπατρίδα καλοῦσι.
また別の運河は、紅海およびアラビア湾の、アルシノエ(一部の者がクレオパトリスと呼ぶ都市)の近くへと流出している。
διαρρεῖ δὲ καὶ διὰ τῶν πικρῶν καλουμένων λιμνῶν, αἳ πρότερον μὲν ἦσαν πικραί, τμηθείσης δὲ τῆς διώρυγος τῆς λεχθείσης μετεβάλοντο τῇ κράσει τοῦ ποταμοῦ, καὶ νῦν εἰσιν εὔοψοι, μεσταὶ δὲ καὶ τῶν λιμναίων ὀρνέων.
これはまた、いわゆる「苦湖」を流れており、これらの湖はかつては苦かったが、上述の運河が掘削されたことによって、川の水の混合により性質が変化し、現在では魚が豊富で、湖沼の鳥類も満ちている。
ἐτμήθη δὲ ἡ διῶρυξ κατʼ ἀρχὰς μὲν ὑπὸ Σεσώστριος πρὸ τῶν Τρωικῶν, οἱ δὲ ὑπὸ τοῦ Ψαμμιτίχου παιδός, ἀρξαμένου μόνον, εἶτʼ ἐκλιπόντος τὸν βίον, ὕστερον δὲ ὑπὸ Δαρείου τοῦ πρώτου, διαδεξαμένου τὸ ἑξῆς ἔργον.
この運河は、最初はトロイア戦争以前にセソストリスによって掘削され、あるいはプサミティコスの息子が掘削を始めたものの、その後に世を去り、のちにダレイオス1世がその後の工事を引き継いで掘削したとも言われる。
καὶ οὗτος δὲ δόξῃ ψευδεῖ πεισθεὶς ἀφῆκε τὸ ἔργον περὶ συντέλειαν ἤδη·
しかし彼も誤った意見を信じたために、完成間際で工事を中止した。
ἐπείσθη γὰρ μετεωροτέραν εἶναι τὴν Ἐρυθρὰν θάλατταν τῆς Αἰγύπτου καὶ εἰ διακοπείη πᾶς ὁ μεταξὺ ἰσθμός, ἐπικλυσθήσεσθαι τῇ θαλάττῃ τὴν Αἴγυπτον·
というのも、紅海はエジプトよりも水位が高く、もし中間の地峡がすべて切り開かれれば、エジプトが海によって浸水してしまうと説得されたからである。
οἱ μέντοι Πτολεμαϊκοὶ βασιλεῖς διακόψαντες κλειστὸν ἐποίησαν τὸν εὔριπον ὥστε ὅτε βούλοιντο ἐκπλεῖν ἀκωλύτως εἰς τὴν ἔξω θάλατταν καὶ εἰσπλεῖν πάλιν.
しかし、プトレマイオス朝の王たちはそこを切り開いて閘門付きの海峡を造ったため、外海へと妨げなく出航し、再び入航したいときにはいつでもそうすることができた。
εἴρηται δὲ καὶ περὶ τῆς τῶν ὑδάτων ἐπιφανείας καὶ ἐν τοῖς πρώτοις ὑπομνήμασι.
水面の高低については、最初の覚書でも既に述べられている。