Humanitext Reader

ストラボン · 地理誌 §17.1.19-17.1.22

デルタ東部とメンフィスへの航路沿いの都市

553 / 577 箇所 · ギリシア語

要旨

デルタ東部および内陸部の諸都市や、ペルーシオン周辺の湿地帯・地峡の地理的特徴を説明し、さらにスケディアからメンフィスへ至る遡航路沿いの町と、その聖獣信仰について述べている。

§17.1.19Ἐν δὲ τῇ μεσογείῳ τῇ ὑπὲρ τοῦ Σεβεννυτικοῦ καὶ Φατνιτικοῦ στόματος Ξόις ἐστὶ καὶ νῆσος καὶ πόλις ἐν τῷ Σεβεννυτικῷ νομῷ.
内陸部のセベンニュティコン口とファトニティコン口の上流には、セベンニュトス県に属する島であり都市でもあるクソイスがある。
ἔστι δὲ καὶ Ἑρμοῦ πόλις καὶ Λύκου πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τῶν ζῴων τράγον·
またヘルモポリス、リュコポリス、メンデスもあり、そこではパンと、動物の中では牡山羊が崇拝されている。
ὡς δὲ Πίνδαρός φησιν, οἱ τράγοι ἐνταῦθα γυναιξὶ μίγνυνται.
ピンダロスが言うには、そこでは牡山羊が女性たちと交わる。
πλησίον δὲ Μένδητος καὶ Διὸς πόλις καὶ αἱ περὶ αὐτὴν λίμναι καὶ Λεοντόπολις·
メンデスの近くにはディオスポリスとその周囲の湖水、およびレオントポリスがある。
εἶτʼ ἀπωτέρω ἡ Βούσιρις πόλις ἐν τῷ Βουσιρίτῃ νομῷ καὶ Κυνὸς πόλις.
次いで、さらに遠くにブシリス県に属するブシリス市とキュノスポリスがある。
φησὶ δʼ Ἐρατοσθένης κοινὸν μὲν εἶναι τοῖς βαρβάροις πᾶσιν ἔθος τὴν ξενηλασίαν, τοὺς δʼ Αἰγυπτίους ἐλέγχεσθαι διὰ τῶν περὶ τὸν Βούσιριν μεμυθευμένων ἐν τῷ Βουσιρίτῃ νομῷ, διαβάλλειν τὴν ἀξενίαν βουλομένων τοῦ τόπου τούτου τῶν ὕστερον, οὐ βασιλέως μὰ Δία οὐδὲ τυράννου γενομένου τινὸς Βουσίριδος·
エラトステネスが言うには、異邦人を排除することはすべての異民族に共通の慣習であるが、エジプト人は、ブシリス県におけるブシリスに関する神話によって不当に非難されている。 これは後世の人々がこの場所の不親切さを誹謗しようと望んだためであって、誓って言うが、ブシリスという王や僭主が実際に存在したわけではない。
προσεπιφημισθῆναι δὲ καὶ τὸ Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε, προσλαμβάνοντος πρὸς τοῦτο πάμπολυ καὶ τοῦ ἀλιμένου καὶ τοῦ μηδὲ τὸν ὄντα λιμένα ἀνεῖσθαι τὸν πρὸς τῇ Φάρῳ, φρουρεῖσθαι δʼ ὑπὸ βουκόλων λῃστῶν ἐπιτιθεμένων τοῖς προσορμιζομένοις, Καρχηδονίους δὲ καταποντοῦν εἴ τις τῶν ξένων εἰς Σαρδὼ παραπλεύσειεν ἢ ἐπὶ στήλας·
さらに、次のような詩句も付け加えられて噂された。 「エジプトへと至る道は長く、そして険しい。 」これには、港がないこと、またファロスに存在する唯一の港さえも開放されておらず、停泊しようとする者を襲う牛飼いの賊によって警備されていたことが、非常に大きく寄与している。 また、カルタゴ人はもし異邦人がサルディニアへ、あるいは柱へと向けて航海してきたなら、彼らを海に投げ込んで溺死させたという。
διὰ δὲ ταῦτʼ ἀπιστεῖσθαι τὰ πολλὰ τῶν ἑσπερίων·
このために、西方の人々に関する事柄の多くが信用されなくなったのである。
καὶ τοὺς Πέρσας δὲ κακῶς ἡγεῖσθαι τοῖς πρέσβεσι τὰς ὁ δοὺς κύκλῳ καὶ διὰ δυσκόλων.
またペルシア人も、使節たちに対して、道をわざと回り道させたり険しい場所を通らせたりして、不親切に案内したということである。
§17.1.20συνάπτει δὲ καὶ ὁ Ἀθριβίτης νομὸς καὶ Ἄθριβις πόλις καὶ ἔτι ὁ Προσωπίτης νομός, ἐν ᾧ Ἀφροδίτης πόλις.
またアトリビス県とアトリビス市、さらにプロソピティス県が隣接しており、その県にはアプロディテポリスがある。
ὑπὲρ δὲ τὸ Μενδήσιον στόμα καὶ τὸ Τανιτικὸν λίμνη μεγάλη καὶ ὁ Μενδήσιός ἐστι νομὸς καὶ ὁ Λεοντοπολίτης καὶ πόλις Ἀφροδίτης καὶ ὁ Φαρβητίτης νομός·
メンデシオン口とタニティコン口の上流には大きな湖があり、またメンデス県、レオントポリス県、アプロディテの都市、およびパルベティス県がある。
εἶτα τὸ Τανιτικὸν στόμα ὅ τινες Σαϊτικὸν λέγουσι, καὶ ὁ Τανίτης νομὸς καὶ πόλις ἐν αὐτῷ μεγάλη Τάνις.
次いで、一部の人々がサイティコン口と呼ぶタニティコン口があり、タニトス県と、その中にある大都市タニスがある。
§17.1.21μεταξὺ δὲ τοῦ Τανιτικοῦ καὶ τοῦ Πηλουσιακοῦ λίμναι καὶ ἕλη μεγάλα καὶ συνεχῆ κώμας πολλὰς ἔχοντα·
タニティコン口とペルーシオン口の間には、多くの村々を擁する、広大で連続した湖水と湿地がある。
καὶ αὐτὸ δὲ τὸ Πηλούσιον κύκλῳ περικείμενα ἔχει ἕλη, ἅ τινες βάραθρα καλοῦσι, καὶ τέλματα·
ペルーシオンそのものも、周囲に湿地――一部の者はこれを「深淵」と呼ぶ――や泥濘を取り囲んで持っている。
ᾤκισται δʼ ἀπὸ θαλάττης ἐν πλείοσιν ἢ εἴκοσι σταδίοις, τὸν δὲ κύκλον ἔχει τοῦ τείχους σταδίων εἴκοσιν·
それは海から二十スタディオン以上離れたところに築かれており、その城壁の周囲は二十スタディオンである。
ὠνόμασται δʼ ἀπὸ τοῦ πηλοῦ καὶ τῶν τελμάτων.
その名は「泥」と泥濘に由来して名付けられている。
ταύτῃ δὲ καὶ δυσείσβολός ἐστιν ἡ Αἴγυπτος ἐκ τῶν ἑωθινῶν τόπων τῶν κατὰ Φοινίκην καὶ τὴν Ἰουδαίαν·
この方向から、エジプトは、フェニキアやユダヤに接する東方の地域からの侵入が困難である。
καὶ ἐκ τῆς Ἀραβίας δὲ τῆς Ναβαταίων ἥπερ ἐστὶ προσεχής, διὰ τούτων ἐπὶ τὴν Αἴγυπτον ἡ ὁδός.
また、隣接するナバタイ人のアラビアからの場合も、これらの湿地を通ってエジプトへ至る道がある。
ἡ δὲ μεταξὺ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου Ἀραβία μέν ἐστι, καὶ ἐπί γε τῶν ἄκρων αὐτῆς ἵδρυται τὸ Πηλούσιον·
ナイル川とアラビア湾の間の地域はアラビアであり、その端にペルーシオンが建設されている。
ἀλλʼ ἔρημος ἅπασά ἐστι καὶ ἄβατος στρατοπέδῳ.
しかし、そこはすべて砂漠であり、軍隊が通行することはできない。
ὁ δὲ μεταξὺ ἰσθμὸς Πηλουσίου καὶ τοῦ μυχοῦ τοῦ καθʼ Ἡρώων πόλιν χιλίων μέν ἐστι σταδίων, ὡς δὲ Ποσειδώνιός φησιν ἐλαττόνων ἢ χιλίων καὶ πεντακοσίων·
ペルーシオンとヘローオンポリスの側の湾の最奥部との間の地峡は千スタディオンであるが、ポセイドニオスが言うには千五百スタディオン未満である。
πρὸς δὲ τῷ ἄνυδρος εἶναι καὶ ἀμμώδης ἑρπετῶν πλῆθος ἔχει τῶν ἀμμοδυτῶν.
水がなく砂だらけであることに加えて、砂に潜む多数の這う虫がいる。
§17.1.22Ἀπὸ δὲ Σχεδίας ἀναπλέουσιν ἐπὶ Μέμφιν ἐν δεξιᾷ μέν εἰσι πάμπολλαι κῶμαι μέχρι τῆς Μαρείας λίμνης, ὧν ἐστι καὶ ἡ Χαβρίου κώμη καλουμένη·
スケディアからメンフィスへと遡航する者にとって、右手にはマレイア湖に至るまで非常に多くの村々があり、その中には「カブリアスの村」と呼ばれるものもある。
ἐπὶ δὲ τῷ ποταμῷ Ἑρμοῦ πόλις ἐστίν· εἶτα Γυναικῶν πόλις καὶ νομὸς Γυναικοπολίτης· ἐφεξῆς δὲ Μώμεμφις καὶ Μωμεμφίτης νομός·
川沿いにはヘルモポリスがあり、次いでギュナイコンポリスとギュナイコポリス県、その次にはモメンフィスとモメンフィス県がある。
μεταξὺ δὲ διώρυγες πλείους εἰς τὴν Μαρεῶτιν.
その間には、マレオティス湖へと通じる多くの運河がある。
οἱ δὲ Μωμεμφῖται τὴν Ἀφροδίτην τιμῶσι, καὶ τρέφεται θήλεια βοῦς ἱερά, καθάπερ ἐν Μέμφει ὁ Ἆπις, ἐν Ἡλίου δὲ πόλει ὁ Μνεῦις·
モメンフィスの人々はアプロディテを崇拝しており、メンフィスのハピスやヘリオポリスのムネウイスのように、聖なる牝牛が飼育されている。
οὗτοι μὲν οὖν θεοὶ νομίζονται, οἱ δὲ παρὰ τοῖς ἄλλοις, παρὰ πολλοῖς γὰρ δὴ ἔν τε τῷ Δέλτα καὶ ἔξω αὐτοῦ τοῖς μὲν ἄρρην τοῖς δὲ θήλεια τρέφεται, οὗτοι δὲ θεοὶ μὲν οὐ νομίζονται ἱεροὶ δέ.
これらは神とみなされているが、他の多くの地域、すなわちデルタの内外において多くの人々のもとで、ある場所では牡が、別の場所では牝が飼育されている。 しかし、これらは神とはみなされず、聖なるものとみなされている。

語釈・文法注

  1. 17.1.19τοὺς δʼ Αἰγυπτίους ἐλέγχεσθαι — 間接話法の不定詞で、主動詞 φησὶν Ἐρατοσθένης に係っている。ἐλέγχω はここでは「論駁される」または「不当に糾弾される」の意で、エジプト人がブシリスの神話によって誤って不親切な国民として非難されていることを表す。
  2. 17.1.19προσλαμβάνοντος πρὸς τοῦτο πάμπολυ καὶ τοῦ ἀλιμένου — 独立属格(genitive absolute)構文。προσλαμβάνω は自動詞的に「貢献する、寄与する」の意。属格主語は後ろの καὶ τοῦ ἀλιμένου... および καὶ τοῦ μηδὲ τὸν ὄντα λιμένα ἀνεῖσθαι... の名詞節である。
  3. 17.1.21πρὸς δὲ τῷ ἄνυδρος εἶναι — 前置詞 πρὸς と与格の冠詞付き不定詞(τῷ εἶναι)の結合で、「〜であることに加えて(besides being...)」という追加・添加の意を表す。
  4. 17.1.22Ἀπὸ δὲ Σχεδίας ἀναπλέουσιν — 現在分詞 ἀναπλέουσιν は与格複数形で、「(〜へ)遡航する人々にとって」という関係の与格(dative of reference)。地理的記述において「〜へ向かう者にとって」という視点を設定する標準的な用法である。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.19-17.1.22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.19-17.1.22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。