Humanitext Reader

斯特拉波 · 地理学 §17.1.23-17.1.25

碱区行省与塞伊斯及红海运河之修建

第 554 段,共 577 段 · 希腊语

内容简介

斯特拉波阐述了莫门菲斯上游的碱区行省、塞伊斯以及菲莱关于奥西里斯安葬之所的传说,并解释了测量至三角洲顶点距离时“斯霍伊诺斯”单位的不固定性。此外,他还详细说明了佩鲁西翁周边以及连接红海(途经苦湖)的运河修筑历史。

§17.1.23̔υπὲρ δὲ Μωμέμφεώς εἰσι δύο νιτρίαι πλεῖστον νίτρον ἔχουσαι καὶ νομὸς Νιτριώτης.
在莫门菲斯上游有两处产有极多天然碱的碱区,以及碱区行省(尼特里奥特行省)。
τιμᾶται δʼ ἐνταῦθα ὁ Σάραπις καὶ παρὰ μόνοις τούτοις θύεται ἐν Αἰγύπτῳ πρόβατον·
萨拉皮斯在那里受到崇拜,并且在全埃及只有他们向其献祭绵羊。
πλησίον δὲ καὶ ἐνταῦθα πόλις Μενέλαος, ἐν ἀριστερᾷ δὲ ἐν τῷ Δέλτα ἐπὶ μὲν τῷ ποταμῷ Ναύκρατις, ἀπὸ δὲ τοῦ ποταμοῦ δίσχοινον διέχουσα ἡ Σάις καὶ μικρὸν ταύτης ὕπερθε τὸ τοῦ Ὀσίριδος ἄσυλον, ἐν ᾧ κεῖσθαι τὸν Ὄσιρίν φασιν.
在附近也有名为梅内劳斯的城市;在三角洲的左侧,河畔有瑙克拉蒂斯,而塞伊斯距离河流两斯霍伊诺斯,在塞伊斯稍上游有奥西里斯的庇护所,据说奥西里斯葬于其中。
ἀμφισβητοῦσι δὲ τούτου πολλοί, καὶ μάλιστα οἱ τὰς Φιλὰς οἰκοῦντες τὰς ὑπὲρ Συήνης καὶ τῆς Ἐλεφαντίνης.
但许多人对此持有异议,尤其是居住在希恩和埃勒凡蒂内上游的菲莱居民。
μυθεύουσι γὰρ δὴ διότι ἡ Ἶσις κατὰ πολλοὺς τόπους κατὰ γῆς θείη σοροὺς τοῦ Ὀσίριδος (μία δὲ τούτων ἦν ἔχουσα τὸν Ὄσιριν ἀφανὴς πᾶσι), τοῦτο δὲ πράξειε λαθεῖν βουλομένη τὸν Τυφῶνα, μὴ ἐπελθὼν ἐκρίψειε τὸ σῶμα τῆς θήκης.
因为他们讲述神话说,伊西斯在许多地方将奥西里斯的柩埋入地下(其中只有一个藏有奥西里斯,且不为所有人所见),她这样做是希望瞒过提丰,以免他前来将尸体从墓中扔出去。
§17.1.24Ἀπὸ μὲν δὴ τῆς Ἀλεξανδρείας ἐπὶ τὴν τοῦ Δέλτα κορυφὴν αὕτη ἡ περιήγησις.
以上是从亚历山大到三角洲顶点的概叙。
φησὶ δʼ ὁ Ἀρτεμίδωρος σχοίνων ὀκτὼ καὶ εἴκοσι τὸν ἀνάπλουν, τοῦτο δʼ εἶναι σταδίους ὀκτακοσίους τετταράκοντα, λογιζόμενος τριακονταστάδιον τὴν σχοῖνον· ἡμῖν μέντοι πλέουσιν ἄλλοτʼ ἄλλῳ μέτρῳ χρώμενοι τῶν σχοίνων ἀπεδίδοσαν τὰ διαστήματα, ὥστε καὶ τετταρακοντασταδίους καὶ ἔτι μείζους κατὰ τόπους ὁμολογεῖσθαι παρʼ αὐτῶν.
阿尔特米多罗斯说,逆流而上的航程为二十八斯霍伊诺斯,计算得出为八百四十斯塔迪翁,他将一斯霍伊诺斯算作三十斯塔迪翁;然而,我们在航行时,他们不时用不同的斯霍伊诺斯尺度来向我们提供距离,以至于在某些地方,四十斯塔迪翁甚至更大的尺度也得到了他们自身的认可。
καὶ διότι παρὰ τοῖς Αἰγυπτίοις ἄστατόν ἐστι τὸ τῆς σχοίνου μέτρον, αὐτὸς ὁ Ἀρτεμίδωρος ἐν τοῖς ἑξῆς δηλοῖ.
而且,阿尔特米多罗斯自己在接下来的叙述中也表明,在埃及人中斯霍伊诺斯的尺度是不固定的。
ἀπὸ μὲν γὰρ Μέμφεως μέχρι Θηβαΐδος τὴν σχοῖνον ἑκάστην φησὶν εἶναι σταδίων ἑκατὸν εἴκοσιν, ἀπὸ δὲ τῆς Θηβαΐδος μέχρι Συήνης ἑξήκοντα, ἀπὸ δὲ Πηλουσίου πρὸς τὴν αὐτὴν ἀναπλέουσι κορυφὴν σχοίνους μὲν πέντε καὶ εἴκοσί φησι σταδίους δὲ ἑπτακοσίους πεντήκοντα, τῷ αὐτῷ μέτρῳ χρησάμενος.
因为他说,从孟斐斯到底拜斯,每个斯霍伊诺斯为一百二十斯塔迪翁,而从底拜斯到希恩为六十,对于从佩鲁西翁向同一顶点逆流而上的人,他说为二十五斯霍伊诺斯,即七百五十斯塔迪翁,使用的是同一尺度。
πρώτην δʼ ἐκ τοῦ Πηλουσίου προελθοῦσιν εἶναι διώρυγα τὴν πληροῦσαν τὰς κατὰ τὰ ἕλη καλουμένας λίμνας, αἳ δύο μέν εἰσιν, ἐν ἀριστερᾷ δὲ κεῖνται τοῦ μεγάλου ποταμοῦ ὑπὲρ τὸ Πηλούσιον ἐν τῇ Ἀραβίᾳ· καὶ ἄλλας δὲ λέγει λίμνας καὶ διώρυγας ἐν τοῖς αὐτοῖς μέρεσιν ἔξω τοῦ Δέλτα.
他还说,从佩鲁西翁出发的人遇到的第一条运河是注入被称为湿地湖泊的那条,这些湖泊有两个,位于佩鲁西翁上游、大河左侧的阿拉伯境内;他还在三角洲外部的相同地区提到了其他湖泊和运河。
ἔστι δὲ καὶ νομὸς Σεθρωίτης παρὰ τὴν ἑτέραν λίμνην· ἕνα δὲ τῶν δέκα τῶν ἐν τῷ Δέλτα διαριθμεῖται καὶ τοῦτον· εἰς δὲ τὰς αὐτὰς λίμνας συμβάλλουσι καὶ ἄλλαι δύο διώρυγες.
在另一个湖旁还有塞斯罗伊特斯行省;他也将这一行省算作三角洲内十个行省之一;另有两条运河也汇入这些湖泊。
§17.1.25ἄλλη δʼ ἐστὶν ἐκδιδοῦσα εἰς τὴν Ἐρυθρὰν καὶ τὸν Ἀράβιον κόλπον κατὰ πόλιν Ἀρσινόην ἣν ἔνιοι Κλεοπατρίδα καλοῦσι.
还有另一条运河在阿西诺亚市(有人称之为克列奥帕特里斯)附近注入红海和阿拉伯湾。
διαρρεῖ δὲ καὶ διὰ τῶν πικρῶν καλουμένων λιμνῶν, αἳ πρότερον μὲν ἦσαν πικραί, τμηθείσης δὲ τῆς διώρυγος τῆς λεχθείσης μετεβάλοντο τῇ κράσει τοῦ ποταμοῦ, καὶ νῦν εἰσιν εὔοψοι, μεσταὶ δὲ καὶ τῶν λιμναίων ὀρνέων.
它还流经被称为苦湖的湖泊,这些湖泊以前是苦的,但开凿了上述运河后,因河水的混合而发生改变,现在这里鱼类丰富,也飞满了湖泊鸟类。
ἐτμήθη δὲ ἡ διῶρυξ κατʼ ἀρχὰς μὲν ὑπὸ Σεσώστριος πρὸ τῶν Τρωικῶν, οἱ δὲ ὑπὸ τοῦ Ψαμμιτίχου παιδός, ἀρξαμένου μόνον, εἶτʼ ἐκλιπόντος τὸν βίον, ὕστερον δὲ ὑπὸ Δαρείου τοῦ πρώτου, διαδεξαμένου τὸ ἑξῆς ἔργον.
这条运河最早是在特洛伊战争之前由塞索斯特里斯开凿的,或者也有人说是普萨米蒂科斯的儿子开凿的(他只是开始,随后便去世了),后来由达赖乌斯一世继承接下来的工程而开凿。
καὶ οὗτος δὲ δόξῃ ψευδεῖ πεισθεὶς ἀφῆκε τὸ ἔργον περὶ συντέλειαν ἤδη· ἐπείσθη γὰρ μετεωροτέραν εἶναι τὴν Ἐρυθρὰν θάλατταν τῆς Αἰγύπτου καὶ εἰ διακοπείη πᾶς ὁ μεταξὺ ἰσθμός, ἐπικλυσθήσεσθαι τῇ θαλάττῃ τὴν Αἴγυπτον·
然而,他也因相信了错误的意见,在工程行将完工时放弃了它;因为他被说服,认为红海的水位高于埃及,如果将中间的地峡全部打通,埃及就会被海水淹没。
οἱ μέντοι Πτολεμαϊκοὶ βασιλεῖς διακόψαντες κλειστὸν ἐποίησαν τὸν εὔριπον ὥστε ὅτε βούλοιντο ἐκπλεῖν ἀκωλύτως εἰς τὴν ἔξω θάλατταν καὶ εἰσπλεῖν πάλιν.
然而,普托莱迈奥斯王朝的国王们打通了它,并建造了可封闭的海峡(船闸运河),以便他们想要的时候能毫无阻碍地航行到外海并再次航行回来。
εἴρηται δὲ καὶ περὶ τῆς τῶν ὑδάτων ἐπιφανείας καὶ ἐν τοῖς πρώτοις ὑπομνήμασι.
关于水面的高度,在最初的备忘录(前两卷)中也已进行过探讨。

词汇与语法注释

  1. §17.1.23μυθεύουσι γὰρ δὴ διότι ἡ Ἶσις κατὰ πολλοὺς τόπους κατὰ γῆς θείη σοροὺς τοῦ Ὀσίριδος... τοῦτο δὲ πράξειε λαθεῖν βουλομένη τὸν Τυφῶνα, μὴ ἐπελθὼν ἐκρίψειε τὸ σῶμα τῆς θήκης. — 过去叙事时间下的间接引语偏斜祈愿式(oblique optative)。由于主句动词 `μυθεύουσι`(他们述说神话)具有历史现在时的功能,引导过去的传闻,因此从句(`διότι` 从句)中的动词 `θείη`(`τίθημι` 的不定过去时主动祈愿式第三人称单数)和 `πράξειε`(`πράσσω` 的不定过去时主动祈愿式第三人称单数),以及否定目的从句中 `μὴ` 之后的 `ἐκρίψειε`(`ἐκρίπτω` 的不定过去时主动祈愿式第三人称单数),均由直陈式或虚拟式转为祈愿式。
  2. §17.1.24ἡμῖν μέντοι πλέουσιν ἄλλοτʼ ἄλλῳ μέτρῳ χρώμενοι τῶν σχοίνων ἀπεδίδοσαν τὰ διαστήματα — 主格复数阳性分词 `χρώμενοι` 修饰主句动词 `ἀπεδίδοσαν`(他们提供)中省略的主语(当地的向导或提供信息者),表示“他们使用不同的尺度”。这与句首的与格短语 `ἡμῖν ... πλέουσιν`(“对航行中的我们”)在句法上形成对比,清晰地区分了动作的发出者与承受者。
  3. §17.1.25οἱ δὲ ὑπὸ τοῦ Ψαμμιτίχου παιδός — 承接前半句被动动词 `ἐτμήθη`(被开凿)的省略表达。带虚词的复数主格冠词 `οἱ δὲ` 引入了另一种不同的传闻:“而其他人(说是)由普萨米蒂科斯的儿子(开凿的)”。

引用这一段

斯特拉波, 地理学 §17.1.23-17.1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.23-17.1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。