§17.1.26πλησίον δὲ τῆς Ἀρσινόης καὶ ἡ τῶν Ἡρώων ἐστὶ πόλις καὶ ἡ Κλεοπατρὶς ἐν τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου τῷ πρὸς Αἴγυπτον καὶ λιμένες καὶ κατοικίαι διώρυγές τε πλείους καὶ λίμναι πλησιάζουσαι τούτοις·
アルシノエの近くには、ヘロオンの市もあり、エジプト側のアラビア湾の最奥部にはクレオパトリスがあり、これらに近接して、港や居住地、多くの運河、および湖がある。
ἐνταῦθα δʼ ἐστὶ καὶ ὁ Φαγρωριοπολίτης νομὸς καὶ πόλις Φαγρωριόπολις.
そこにはファグロリオポリス県とファグロリオポリス市もある。
ἡ δὲ ἀρχὴ τῆς διώρυγος τῆς ἐκδιδούσης εἰς τὴν Ἐρυθρὰν ἀπὸ κώμης ἄρχεται Φακούσης, ᾗ συνεχής ἐστι καὶ ἡ Φίλωνος κώμη·
紅海へと流れ出る運河の起点はファクーサという村から始まっており、これにフィロンの村も隣接している。
πλάτος δʼ ἔχει πηχῶν ἑκατὸν ἡ διῶρυξ, βάθος δʼ ὅσον ἀρκεῖν μυριοφόρῳ νηί·
この運河は幅が100ペキュスあり、深さは1万タレント積みの船に十分なほどである。
οὗτοι δʼ οἱ τόποι πλησιάζουσι τῇ κορυφῇ τοῦ Δέλτα.
これらの地域はデルタの頂点に近い。
§17.1.27αὐτοῦ δὲ καὶ ἡ Βούβαστος πόλις καὶ ὁ Βουβαστίτης νομὸς καὶ ὑπὲρ αὐτὸν ὁ Ἡλιοπολίτης νομός.
まさにそこに、ブバストス市とブバストス県があり、その上流にはヘリオポリス県がある。
ἐνταῦθα δʼ ἐστὶν ἡ τοῦ Ἡλίου πόλις ἐπὶ χώματος ἀξιολόγου κειμένη, τὸ ἱερὸν ἔχουσα τοῦ Ἡλίου καὶ τὸν βοῦν τὸν Μνεῦιν ἐν σηκῷ τινι τρεφόμενον, ὃς παρʼ αὐτοῖς νενόμισται θεός, ὥσπερ καὶ ἐν Μέμφει ὁ Ἆπις.
そこにはヘリオポリスがあり、際立った盛土の上に位置し、太陽の神殿と、ある檻で飼育されている牡牛ムネウイスを有している。 この牡牛は、メンフィスにおけるアピスと同じように、彼らの間で神とみなされている。
πρόκεινται δὲ τοῦ χώματος λίμναι τὴν ἀνάχυσιν ἐκ τῆς πλησίον διώρυγος ἔχουσαι.
盛土の前方には、近くの運河から流れ込む湖水がある。
νυνὶ μὲν οὖν ἐστι πανέρημος ἡ πόλις, τὸ ἱερὸν ἔχουσα τῷ Αἰγυπτίῳ τρόπῳ κατεσκευασμένον ἀρχαῖον, ἔχον πολλὰ τεκμήρια τῆς Καμβύσου μανίας καὶ ἱεροσυλίας, ὃς τὰ μὲν πυρὶ τὰ δὲ σιδήρῳ διελωβᾶτο τῶν ἱερῶν, ἀκρωτηριάζων καὶ περικαίων, καθάπερ καὶ τοὺς ὀβελίσκους, ὧν δύο καὶ εἰς Ῥώμην ἐκομίσθησαν οἱ μὴ κεκακωμένοι τελέως, ἄλλοι δʼ εἰσὶ κἀκεῖ καὶ ἐν Θήβαις, τῇ νῦν Διοσπόλει, οἱ μὲν ἑστῶτες ἀκμὴν πυρίβρωτοι οἱ δὲ καὶ κείμενοι.
さて、現在ではこの都市は完全に荒廃しており、古代のエジプト様式で建てられた神殿を残すのみである。 この神殿にはカンビュセスの狂気と神殿荒らしの多くの証拠が残されており、彼は神殿のいくつかを火で、他を鉄で破壊し、切り刻み、焼き焦がした。 それはオベリスクも同様であり、そのうち完全に損なわれていなかった2本はローマへと運ばれたが、他のものはローマにも、現在のディオスポリスであるテーバイにもあり、あるものは火に焼かれた跡を留めて直立し、またあるものは倒れている。
§17.1.28τῆς δὲ κατασκευῆς τῶν ἱερῶν ἡ διάθεσις τοιαύτη·
神殿の建築の配置は次のようである。
κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸ τέμενος λιθόστρωτόν ἐστιν ἔδαφος, πλάτος μὲν ὅσον πλεθριαῖον ἢ καὶ ἔλαττον, μῆκος δὲ καὶ τριπλάσιον καὶ τετραπλάσιον, ἔστιν ὅπου καὶ μεῖζον·
聖域への入り口には石畳の床があり、幅は1プレトロンほどかそれ以下、長さは幅の3倍、4倍、あるいはそれ以上の場所もある。
καλεῖται δὲ τοῦτο δρόμος, καθάπερ Καλλίμαχος εἴρηκεν
ὁ δρόμος ἱερὸς οὗτος Ἀνούβιδος.
これは参道と呼ばれる。 カリマコスがこう詠んでいるように。
διὰ δὲ τοῦ μήκους παντὸς ἑξῆς ἐφʼ ἑκάτερα τοῦ πλάτους σφίγγες ἵδρυνται λίθιναι, πήχεις εἴκοσιν ἢ μικρῷ πλείους ἀπʼ ἀλλήλων διέχουσαι, ὥσθʼ ἕνα μὲν ἐκ δεξιῶν εἶναι στίχον τῶν σφιγγῶν ἕνα δʼ ἐξ εὐωνύμων·
「アヌビスのこの聖なる参道」その長さの全体にわたって、幅の両側に、互いに20ペキュスかそれより少し広い間隔を開けて、石造りのスフィンクスが並んで設置されており、その結果、スフィンクスの列が右側に1列、左側に1列あることになる。
μετὰ δὲ τὰς σφίγγας πρόπυλον μέγα, εἶτʼ ἄλλο προελθόντι πρόπυλον, εἶτʼ ἄλλο·
スフィンクスの後には大きな前門があり、さらに進むと別の前門、さらに別の前門がある。
οὐκ ἔστι δὲ διωρισμένος ἀριθμὸς οὔτε τῶν προπύλων οὔτε τῶν σφιγγῶν· ἄλλα δʼ ἐν ἄλλοις ἱεροῖς, ὥσπερ καὶ τὰ μήκη καὶ τὰ πλάτη τῶν δρόμων.
前門の数もスフィンクスの数も決まった数はなく、参道の長さや幅と同様に、神殿ごとに異なっている。
μετὰ δὲ τὰ προπύλαια ὁ νεὼς πρόναον ἔχων μέγα καὶ ἀξιόλογον, τὸν δὲ σηκὸν σύμμετρον, ξόανον δʼ οὐδέν, ἢ οὐκ ἀνθρωπόμορφον, ἀλλὰ τῶν ἀλόγων ζῴων τινός·
前門群の先には、大きくて立派な前室を持つ神殿があり、内陣はそれに見合った大きさであるが、木像はなく、あるいはあっても人間形態ではなく、理性のない動物の何らかのものである。
τοῦ δὲ προνάου παρʼ ἑκάτερον πρόκειται τὰ λεγόμενα πτερά·
前室の両側には、いわゆる「翼」が前方に突き出ている。
ἔστι δὲ ταῦτα ἰσοϋψῆ τῷ νεῷ τείχη δύο, κατʼ ἀρχὰς μὲν ἀφεστῶτα ἀπʼ ἀλλήλων μικρὸν πλέον ἢ τὸ πλάτος ἐστὶ τῆς κρηπῖδος τοῦ νεώ, ἔπειτʼ εἰς τὸ πρόσθεν προϊόντι κατʼ ἐπινευούσας γραμμὰς μέχρι πηχῶν πεντήκοντα ἢ ἑξήκοντα·
これらは神殿と同じ高さの2枚の壁で、最初は互いに神殿の土台の幅より少し広い間隔で離れているが、さらに前方に進むにつれて、50ないし 60ペキュスの間、互いに傾斜する線に沿って延びている。
ἀναγλυφὰς δʼ ἔχουσιν οἱ τοῖχοι οὗτοι μεγάλων εἰδώλων, ὁμοίων τοῖς Τυρρηνικοῖς καὶ τοῖς ἀρχαίοις σφόδρα τῶν παρὰ τοῖς Ἕλλησι δημιουργημάτων.
これらの壁には大きな偶像の浮彫があり、それらはエトルリアの作品や、ギリシア人の極めて古い工芸品に似ている。
ἔστι δέ τις καὶ πολύστυλος οἶκος, καθάπερ ἐν Μέμφει, βαρβαρικὴν ἔχων τὴν κατασκευήν·
また、メンフィスにおけるように、多くの柱を持つ広間もあり、異民族風の建築様式をしている。
πλὴν γὰρ τοῦ * μεγάλων εἶναι καὶ πολλῶν καὶ πολυστίχων τῶν στύλων οὐδὲν ἔχει χαρίεν οὐδὲ γραφικόν, ἀλλὰ ματαιοπονίαν ἐμφαίνει μᾶλλον.
というのも、柱が大きく、数が多く、何列にも並んでいること以外には、優雅なところも絵になるところもなく、むしろ徒労を示しているからである。