Humanitext Reader

ストラボン · 地理誌 §17.1.16-17.1.18

カノボス運河沿いの都市とデルタ諸河口の地理

552 / 577 箇所 · ギリシア語

要旨

アレクサンドリア東方の運河沿いの居住地エレウシス、スケディア、カノボスを紹介し、その享楽的な風土を描写する。さらに、ナイル川デルタの各河口(カノボス口、ボルビティノン口、セベンニュティコン口など)およびその周辺のサイスなどの都市の地理を概説する。

§17.1.16Ἐν δεξιᾷ δὲ τῆς Κανωβικῆς πύλης ἐξιόντι ἡ διῶρυξ ἔστιν ἡ ἐπὶ Κάνωβον συνάπτουσα τῇ λίμνῃ·
カノボス門を出て右手に、カノボスへと通じ、湖に合流する運河がある。
ταύτῃ δὲ καὶ ἐπὶ Σχεδίαν ὁ πλοῦς ἐπὶ τὸν μέγαν ποταμὸν καὶ ἐπὶ τὸν Κάνωβον, πρῶτον δὲ ἐπὶ τὴν Ἐλευσῖνα·
この運河に沿って、大河へと至るスケディアへの航路、またカノボスへの航路があり、まずはエレウシスへと至る。
ἔστι δʼ αὕτη κατοικία πλησίον τῆς τε Ἀλεξανδρείας καὶ τῆς Νικοπόλεως ἐπʼ αὐτῇ τῇ Κανωβικῇ διώρυγι κειμένη, διαίτας ἔχουσα καὶ ἀπόψεις τοῖς καπυρίζειν βουλομένοις καὶ ἀνδράσι καὶ γυναιξίν, ἀρχή τις Κανωβισμοῦ καὶ τῆς ἐκεῖ λαμυρίας.
このエレウシスはアレクサンドリアとニコポリスの近くに位置し、カノボス運河そのものの傍らにある居住地であり、享楽にふけりたいと願う男女に宿舎や展望を提供している。 そこは一種の「カノボス的生き方」と、かの地の放蕩の始まりである。
ἀπὸ δὲ τῆς Ἐλευσῖνος προελθοῦσι μικρὸν ἐν δεξιᾷ ἐστιν ἡ διῶρυξ ἀνάγουσα ἐπὶ τὴν Σχεδίαν·
エレウシスから少し進んだ人にとって、右手にはスケディアへと導く運河がある。
διέχει δὲ τετράσχοινον τῆς Ἀλεξανδρείας ἡ Σχεδία, κατοικία πόλεως, ἐν ᾗ τὸ ναύσταθμον τῶν θαλαμηγῶν πλοίων, ἐφʼ οἷς οἱ ἡγεμόνες εἰς τὴν ἄνω χώραν ἀναπλέουσιν·
スケディアはアレクサンドリアから四スコーイノス離れており、都市のような居住地であり、そこには、統治者たちが上流地方へと遡航する際に用いる客室付きの舟の係留所がある。
ἐνταῦθα δὲ καὶ τὸ τελώνιον τῶν ἄνωθεν καταγομένων καὶ ἀναγομένων·
また、ここには上流から下ってくる貨物、および上流へ上っていく貨物の税関がある。
οὗ χάριν καὶ σχεδία ἔζευκται ἐπὶ τῷ ποταμῷ, ἀφʼ ἧς καὶ τοὔνομα τῷ τόπῳ.
そのために川には平底船の橋が架けられており、そのことからこの場所に名前がついた。
μετὰ δὲ τὴν διώρυγα τὴν ἐπὶ Σχεδίαν ἄγουσαν ὁ ἑξῆς ἐπὶ τὸν Κάνωβον πλοῦς ἐστι παράλληλος τῇ παραλίᾳ τῇ ἀπὸ Φάρου μέχρι τοῦ Κανωβικοῦ στόματος·
スケディアへと通じる運河の先では、カノボスへのその後の航路は、ファロスからカノボス口に至る海岸線に並行している。
στενὴ γάρ τις ταινία μεταξὺ διήκει τοῦ τε πελάγους καὶ τῆς διώρυγος, ἐν ᾗ ἔστιν ἥ τε μικρὰ Ταπόσειρις μετὰ τὴν Νικόπολιν καὶ τὸ Ζεφύριον, ἄκρα ναΐσκον ἔχουσα Ἀρσινόης Ἀφροδίτης·
なぜなら、外海と運河の間にはある狭い帯状の陸地が延びており、その上にはニコポリスに次いで「小さなタポセイリス」があり、またアルシノエ・アプロディテの小神殿を持つ岬であるゼピュリオンがあるからである。
τὸ δὲ παλαιὸν καὶ Θῶνίν τινα πόλιν ἐνταῦθά φασιν, ἐπώνυμον τοῦ βασιλέως τοῦ δεξαμένου Μενέλαόν τε καὶ Ἑλένην ξενίᾳ.
また古代には、メネラオスとヘレネを客人として迎えた王の名にちなんだ、トニスという都市もここにあったと言われている。
περὶ οὖν τῶν τῆς Ἑλένης φαρμάκων φησὶν οὕτως ὁ ποιητής ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις.
それゆえ、詩人はヘレネの薬について次のように述べている。 「トニスの妻ポリュダムナが彼女に与えた、優れた薬。
§17.1.17Κάνωβος δʼ ἐστὶ πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἐπώνυμος Κανώβου τοῦ Μενελάου κυβερνήτου ἀποθανόντος αὐτόθι, ἔχουσα τὸ τοῦ Σαράπιδος ἱερὸν πολλῇ ἁγιστείᾳ τιμώμενον καὶ θεραπείας ἐκφέρον, ὥστε καὶ τοὺς ἐλλογιμωτάτους ἄνδρας πιστεύειν καὶ ἐγκοιμᾶσθαι αὐτοὺς ὑπὲρ ἑαυτῶν ἢ ἑτέρους.
」カノボスは、徒歩で行く者にとってはアレクサンドリアから百二十スタディオンの距離にある都市であり、そこで死んだメネラオスの舵手カノボスの名にちなんで名付けられている。 そこには、多大なる畏敬をもって崇められ、治癒をもたらすサラピスの神殿があり、最も高名な人々でさえそれを信じ、自分自身のために、あるいは他の人々が彼らの代わりに(神殿に籠もって)眠るほどである。
συγγράφουσι δέ τινες καὶ τὰς θεραπείας, ἄλλοι δὲ ἀρετὰς τῶν ἐνταῦθα λογίων.
ある人々はその治癒の顛末を記録し、他の人々は当地の神託の力を記録している。
ἀντὶ πάντων δʼ ἐστὶν ὁ τῶν πανηγυριστῶν ὄχλος τῶν ἐκ τῆς Ἀλεξανδρείας κατιόντων τῇ διώρυγι·
しかし何よりも勝るのは、運河を下ってくるアレクサンドリアからの祭礼の群衆である。
πᾶσα γὰρ ἡμέρα καὶ πᾶσα νὺξ πληθύει τῶν ἐν τοῖς πλοιαρίοις καταυλουμένων καὶ κατορχουμένων ἀνέδην μετὰ τῆς ἐσχάτης ἀκολασίας καὶ ἀνδρῶν καὶ γυναικῶν, τῶν δʼ ἐν αὐτῷ τῷ Κανώβῳ καταγωγὰς ἐχόντων ἐπικειμένας τῇ διώρυγι εὐφυεῖς πρὸς τὴν τοιαύτην ἄνεσιν καὶ εὐωχίαν.
なぜなら、昼も夜も、小舟の中で極限の放蕩にふけりながら、気ままに笛を吹かれ踊り狂う男女で満ち溢れているからである。 また、カノボスそのものに、このような休息や宴会に適した、運河に面して建てられた宿を持つ人々でも溢れている。
§17.1.18μετὰ δὲ τὸν Κάνωβον ἔστι τὸ Ἡράκλειον Ἡρακλέους ἔχον ἱερόν· εἶτα τὸ Κανωβικὸν στόμα καὶ ἡ ἀρχὴ τοῦ Δέλτα.
カノボスの先には、ヘラクレスの神殿があるヘラクレオンがあり、次いでカノボス口、そしてデルタの始まりがある。
τὰ δʼ ἐν δεξιᾷ τῆς Κανωβικῆς διώρυγος ὁ Μενελαΐτης ἐστὶ νομὸς ἀπὸ τοῦ ἀδελφοῦ τοῦ πρώτου Πτολεμαίου καλούμενος, οὐ μὰ Δία ἀπὸ τοῦ ἥρωος, ὡς ἔνιοί φασιν ὧν καὶ Ἀρτεμίδωρος.
カノボス運河の右手にある地域はメネライス県であり、これは最初のプトレマイオスの兄弟にちなんで名付けられたもので、誓って言うが、一部の人々(アルテミドロスもその一人である)が主張するように、英雄にちなんだものではない。
μετὰ δὲ τὸ Κανωβικὸν στόμα ἔστι τὸ Βολβιτικόν, εἶτα τὸ Σεβεννυτικὸν καὶ τὸ Φατνιτικόν, τρίτον ὑπάρχον τῷ μεγέθει παρὰ τὰ πρῶτα δύο, οἷς ὥρισται τὸ Δέλτα·
カノボス口の次はボルビティノン口、次いでセベンニュティコン口、そしてファトニティコン口があり、これはデルタを画定している最初の二つに次いで、大きさにおいては三番目である。
καὶ γὰρ οὐ πόρρω τῆς κορυφῆς σχίζεται εἰς τὸ ἐντὸς τοῦ Δέλτα.
なぜなら、それは頂点から遠くないところで、デルタの内部へと分岐しているからである。
τῷ δὲ Φατνιτικῷ συνάπτει τὸ Μενδήσιον, εἶτα τὸ Τανιτικὸν καὶ τελευταῖον τὸ Πηλουσιακόν.
ファトニティコン口にはメンデシオン口が隣接し、次いでタニティコン口、そして最後にペルーシオン口がある。
ἔστι δὲ καὶ ἄλλα τούτων μεταξὺ ὡς ἂν ψευδοστόματα ἀσημότερα.
これらの間には、いわば偽の河口のような、それほど重要でない他の河口もある。
ἔχει μὲν οὖν εἰσαγωγὰς τὰ στόματα, ἀλλʼ οὐκ εὐφυεῖς οὐδὲ μεγάλοις πλοίοις ἀλλʼ ὑπηρετικοῖς διὰ τὸ βραχέα εἶναι καὶ ἑλώδη.
したがって、これらの河口には進入路があるが、水深が浅く湿地であるため、適しておらず、大きな船のためではなく小舟のためのものである。
μάλιστα μέντοι τῷ Κανωβικῷ στόματι ἐχρῶντο ὡς ἐμπορίῳ, τῶν κατʼ Ἀλεξάνδρειαν λιμένων ἀποκεκλειμένων, ὡς προείπομεν.
しかしながら、前に述べたように、アレクサンドリアの諸港が閉ざされていたときには、彼らは主にカノボス口を商業地として利用していた。
μετὰ δὲ τὸ Βολβίτινον στόμα ἐπὶ πλέον ἔκκειται ταπεινὴ καὶ ἀμμώδης ἄκρα·
ボルビティノン口の先には、低くて砂がちな岬がさらに突き出ている。
καλεῖται δὲ Ἀγνοῦ κέρας·
これはアグノスの角と呼ばれている。
εἶθʼ ἡ Περσέως σκοπὴ καὶ τὸ Μιλησίων τεῖχος·
次いで、ペルセウスの物見櫓と、ミレトス人の城壁がある。
πλεύσαντες γὰρ ἐπὶ Ψαμμιτίχου τριάκοντα ναυσὶ Μιλήσιοι (κατὰ Κυαξάρη δʼ οὗτος ἦν τὸν Μῆδον) κατέσχον εἰς τὸ στόμα τὸ Βολβίτινον, εἶτʼ ἐκβάντες ἐτείχισαν τὸ λεχθὲν κτίσμα·
というのも、プサミティコス(彼はメディア人のキアクサレスの時代の人であった)の治世に、ミレトス人たちが三十隻の船で航海してボルビティノン口に到着し、上陸して上記の建造物を築いたからである。
χρόνῳ δʼ ἀναπλεύσαντες εἰς τὸν Σαϊτικὸν νομὸν καταναυμαχήσαντες Ἰνάρων πόλιν ἔκτισαν Ναύκρατιν οὐ πολὺ τῆς Σχεδίας ὕπερθεν.
のちに、彼らはサイス県へと遡航し、海戦でイナロスを破って、スケディアからそれほど遠くない上流にナウクラティスという都市を建設した。
μετὰ δὲ τὸ τῶν Μιλησίων τεῖχος ἐπὶ τὸ Σεβεννυτικὸν προϊόντι στόμα λίμναι εἰσίν, ὧν ἡ ἑτέρα Βουτικὴ καλεῖται ἀπὸ Βούτου πόλεως, καὶ ἡ Σεβεννυτικὴ δὲ πόλις καὶ ἡ Σάις, μητρόπολις τῆς κάτω χώρας, ἐν ᾗ τιμῶσι τὴν Ἀθηνᾶν·
ミレトス人の城壁の先、セベンニュティコン口へと進む者にとって、いくつかの湖があり、その一方はブトス市にちなんでブティケと呼ばれている。 また、セベンニュトス市と、下エジプトの首都でありアテナが崇拝されているサイス市もある。
ἐν δὲ τῷ ἱερῷ αὐτῆς ἡ θήκη κεῖται τοῦ Ψαμμιτίχου·
彼女の神殿の中には、プサミティコスの墓がある。
περὶ δὲ τὴν Βοῦτον καὶ Ἑρμοῦ πόλις ἐν νήσῳ κειμένη·
ブトスの付近には、島の上に位置するヘルモポリスもある。
ἐν δὲ τῇ Βούτῳ Λητοῦς ἐστι μαντεῖον.
またブトスにはレトの神託所がある。

語釈・文法注

  1. 17.1.16ἐξιόντι — カノボス門を出ていく人物を想定した「判断の与格」(または関係の与格)。「(門から)出て行く人にとって右手には」という基準の視点を示している。
  2. 17.1.17αὐτοὺς ὑπὲρ ἑαυτῶν ἢ ἑτέρους — 不定詞 `ἐγκοιμᾶσθαι` の意味上の主語として、対格の `αὐτούς`(高名な人々自身)と `ἑτέρους`(他の人々、代理人)が対照的に並置されている。前者は「自分自身のために自ら眠る」こと、後者は「(彼らのために)他の人々が眠る」ことを意味する。
  3. 17.1.17τῶν ... καταυλουμένων — 動詞 `πληθύει`(〜で満ちている)が支配する属格。`καταυλουμένων` は `καταυλέω`(フルートを吹く)の受動相分詞であり、「フルートの演奏を聴かされている、フルート演奏を伴って楽しんでいる」という意味を表す。
  4. 17.1.18προϊόντι — 移動する主体の視点を設定する「判断の与格」。`ἐπὶ τὸ Σεβεννυτικὸν ... στόμα`(セベンニュティコン口へと)進んでいく人にとって、という地理的関係を示している。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.16-17.1.18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.16-17.1.18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。