§17.1.19Ἐν δὲ τῇ μεσογείῳ τῇ ὑπὲρ τοῦ Σεβεννυτικοῦ καὶ Φατνιτικοῦ στόματος Ξόις ἐστὶ καὶ νῆσος καὶ πόλις ἐν τῷ Σεβεννυτικῷ νομῷ.
在塞本尼提科斯和法特尼提科斯河口上游的内陆,有克索伊斯,它是塞本尼托斯行省的一个岛屿兼城市。
ἔστι δὲ καὶ Ἑρμοῦ πόλις καὶ Λύκου πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τῶν ζῴων τράγον· ὡς δὲ Πίνδαρός φησιν, οἱ τράγοι ἐνταῦθα γυναιξὶ μίγνυνται.
这里还有赫尔莫波利斯、吕科波利斯和门德斯,在门德斯人们崇拜潘神,并在动物中崇拜公山羊;正如宾达罗斯所说,那里的公山羊与女人交合。
πλησίον δὲ Μένδητος καὶ Διὸς πόλις καὶ αἱ περὶ αὐτὴν λίμναι καὶ Λεοντόπολις· εἶτʼ ἀπωτέρω ἡ Βούσιρις πόλις ἐν τῷ Βουσιρίτῃ νομῷ καὶ Κυνὸς πόλις.
在门德斯附近还有迪奥斯波利斯及其周围的湖泊,以及莱翁托波利斯;然后更远的地方是布西里特行省的布西里斯市和キュノス波利斯(犬城)。
φησὶ δʼ Ἐρατοσθένης κοινὸν μὲν εἶναι τοῖς βαρβάροις πᾶσιν ἔθος τὴν ξενηλασίαν, τοὺς δʼ Αἰγυπτίους ἐλέγχεσθαι διὰ τῶν περὶ τὸν Βούσιριν μεμυθευμένων ἐν τῷ Βουσιρίτῃ νομῷ, διαβάλλειν τὴν ἀξενίαν βουλομένων τοῦ τόπου τούτου τῶν ὕστερον, οὐ βασιλέως μὰ Δία οὐδὲ τυράννου γενομένου τινὸς Βουσίριδος· προσεπιφημισθῆναι δὲ καὶ τὸ
Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε,
προσλαμβάνοντος πρὸς τοῦτο πάμπολυ καὶ τοῦ ἀλιμένου καὶ τοῦ μηδὲ τὸν ὄντα λιμένα ἀνεῖσθαι τὸν πρὸς τῇ Φάρῳ, φρουρεῖσθαι δʼ ὑπὸ βουκόλων λῃστῶν ἐπιτιθεμένων τοῖς προσορμιζομένοις, Καρχηδονίους δὲ καταποντοῦν εἴ τις τῶν ξένων εἰς Σαρδὼ παραπλεύσειεν ἢ ἐπὶ στήλας· διὰ δὲ ταῦτʼ ἀπιστεῖσθαι τὰ πολλὰ τῶν ἑσπερίων· καὶ τοὺς Πέρσας δὲ κακῶς ἡγεῖσθαι τοῖς πρέσβεσι τὰς ὁ δοὺς κύκλῳ καὶ διὰ δυσκόλων.
埃拉托斯特尼说,驱逐外邦人虽然是所有蛮族的共同习俗,但埃及人却因布西里特行省内关于布西里斯的传说而被诬指,这是因为后世的人们想要诽谤这个地方的不友善,而发誓实际上从未存在过名为布西里斯的国王或僭主;并且还被额外附加上了这样的传言: “去往埃及的路途遥远而艰难,” 对此,缺乏港口起到了极大的作用,而且连法罗斯现有的港口也没有开放,而是由袭击靠岸者的牧民强盗防守着;而且,如果任何外邦人乘船经过前往撒丁岛或赫拉克勒斯之柱,迦太基人就会将其投入海中淹死;由于这些原因,西方的大多数传闻都不为人所信;波斯人也同样恶劣地引导使节,让他们走绕远且艰难的路。
§17.1.20συνάπτει δὲ καὶ ὁ Ἀθριβίτης νομὸς καὶ Ἄθριβις πόλις καὶ ἔτι ὁ Προσωπίτης νομός, ἐν ᾧ Ἀφροδίτης πόλις.
此外,阿特里比斯行省和阿特里比斯城也与之相连,还有普罗索皮蒂斯行省,其中有阿芙罗狄蒂波利斯。
ὑπὲρ δὲ τὸ Μενδήσιον στόμα καὶ τὸ Τανιτικὸν λίμνη μεγάλη καὶ ὁ Μενδήσιός ἐστι νομὸς καὶ ὁ Λεοντοπολίτης καὶ πόλις Ἀφροδίτης καὶ ὁ Φαρβητίτης νομός· εἶτα τὸ Τανιτικὸν στόμα ὅ τινες Σαϊτικὸν λέγουσι, καὶ ὁ Τανίτης νομὸς καὶ πόλις ἐν αὐτῷ μεγάλη Τάνις.
在门德西翁和塔尼蒂科斯河口上游有一个大湖,还有门德斯行省、莱翁托波利斯行省、阿芙罗狄蒂之城以及帕尔贝蒂斯行省;接着是塔尼蒂科斯河口,有人称之为塞伊提科斯河口,还有塔尼斯行省,其中有一座大城市塔尼斯。
§17.1.21μεταξὺ δὲ τοῦ Τανιτικοῦ καὶ τοῦ Πηλουσιακοῦ λίμναι καὶ ἕλη μεγάλα καὶ συνεχῆ κώμας πολλὰς ἔχοντα· καὶ αὐτὸ δὲ τὸ Πηλούσιον κύκλῳ περικείμενα ἔχει ἕλη, ἅ τινες βάραθρα καλοῦσι, καὶ τέλματα· ᾤκισται δʼ ἀπὸ θαλάττης ἐν πλείοσιν ἢ εἴκοσι σταδίοις, τὸν δὲ κύκλον ἔχει τοῦ τείχους σταδίων εἴκοσιν· ὠνόμασται δʼ ἀπὸ τοῦ πηλοῦ καὶ τῶν τελμάτων.
在塔尼蒂科斯和佩鲁西翁河口之间,有湖泊和巨大的连续沼泽,其中有许多村庄;佩鲁西翁本身周围也有沼泽(有人称之为深渊)和泥潭;它建在距离大海二十多斯塔迪翁的地方,城墙周长为二十斯塔迪翁;它的得名源于泥土和泥潭。
ταύτῃ δὲ καὶ δυσείσβολός ἐστιν ἡ Αἴγυπτος ἐκ τῶν ἑωθινῶν τόπων τῶν κατὰ Φοινίκην καὶ τὴν Ἰουδαίαν· καὶ ἐκ τῆς Ἀραβίας δὲ τῆς Ναβαταίων ἥπερ ἐστὶ προσεχής, διὰ τούτων ἐπὶ τὴν Αἴγυπτον ἡ ὁδός.
在这一侧,埃及很难从靠近腓尼基和犹太的东部地区进入;同样,从与之相邻的纳巴泰人的阿拉伯地区,通往埃及的道路也经过这些地方。
ἡ δὲ μεταξὺ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου Ἀραβία μέν ἐστι, καὶ ἐπί γε τῶν ἄκρων αὐτῆς ἵδρυται τὸ Πηλούσιον· ἀλλʼ ἔρημος ἅπασά ἐστι καὶ ἄβατος στρατοπέδῳ.
尼罗河和阿拉伯湾之间的地区是阿拉伯,佩鲁西翁就建立在其边缘;但那里全都是荒漠,军队无法通行。
ὁ δὲ μεταξὺ ἰσθμὸς Πηλουσίου καὶ τοῦ μυχοῦ τοῦ καθʼ Ἡρώων πόλιν χιλίων μέν ἐστι σταδίων, ὡς δὲ Ποσειδώνιός φησιν ἐλαττόνων ἢ χιλίων καὶ πεντακοσίων· πρὸς δὲ τῷ ἄνυδρος εἶναι καὶ ἀμμώδης ἑρπετῶν πλῆθος ἔχει τῶν ἀμμοδυτῶν.
佩鲁西翁与靠近赫罗翁波利斯的内湾最深处之间的地峡宽一千斯塔迪翁,但正如波塞多尼奥斯所说,少于一千五百斯塔迪翁;除了缺水和多沙之外,这里还有大量潜沙的爬行动物。
§17.1.22Ἀπὸ δὲ Σχεδίας ἀναπλέουσιν ἐπὶ Μέμφιν ἐν δεξιᾷ μέν εἰσι πάμπολλαι κῶμαι μέχρι τῆς Μαρείας λίμνης, ὧν ἐστι καὶ ἡ Χαβρίου κώμη καλουμένη· ἐπὶ δὲ τῷ ποταμῷ Ἑρμοῦ πόλις ἐστίν· εἶτα Γυναικῶν πόλις καὶ νομὸς Γυναικοπολίτης· ἐφεξῆς δὲ Μώμεμφις καὶ Μωμεμφίτης νομός· μεταξὺ δὲ διώρυγες πλείους εἰς τὴν Μαρεῶτιν.
对于从斯克迪亚逆流而上前往孟斐斯的人来说,右侧有非常多的村庄,一直延伸到马雷亚湖,其中也有被称为“卡布里亚斯之村”的村庄;河畔有赫尔莫波利斯;接着是居奈科波利斯和居奈科波利斯行省;再接着是莫门菲斯和莫门菲斯行省;其间有数条通往马雷奥蒂斯湖的运河。
οἱ δὲ Μωμεμφῖται τὴν Ἀφροδίτην τιμῶσι, καὶ τρέφεται θήλεια βοῦς ἱερά, καθάπερ ἐν Μέμφει ὁ Ἆπις, ἐν Ἡλίου δὲ πόλει ὁ Μνεῦις· οὗτοι μὲν οὖν θεοὶ νομίζονται, οἱ δὲ παρὰ τοῖς ἄλλοις, παρὰ πολλοῖς γὰρ δὴ ἔν τε τῷ Δέλτα καὶ ἔξω αὐτοῦ τοῖς μὲν ἄρρην τοῖς δὲ θήλεια τρέφεται, οὗτοι δὲ θεοὶ μὲν οὐ νομίζονται ἱεροὶ δέ.
莫门菲斯人崇拜阿芙罗狄蒂,并饲养着一头神圣的牝牛,就像孟斐斯的阿皮斯和赫里奥波利斯的姆涅维斯一样;这些确实被视为神,而其他许多人在三角洲内外饲养的——因为在许多人中间,有的饲养雄性,有的饲养雌性——这些并不被视为神,而是被视为圣物。