Humanitext Reader

ストラボン · 地理誌 §17.1.1-17.1.2

ナイル川の流路とメロエ島周辺の諸民族

542 / 577 箇所 · ギリシア語

要旨

著者はエジプト、エチオピア、リビアの地誌記述へと進むにあたり、まずエラトステネスによるナイル川の形状(反転したN字型)やその支流、およびメロエ島とその周辺地域の住民分布(セムブリタイ、メガバロイ、ヌーバ人など)に関する見解を導入する。

§17.1.1Ἐπεὶ δὲ τὴν Ἀραβίαν ἐφοδεύοντες καὶ τοὺς κόλπους συμπεριελάβομεν τοὺς σφίγγοντας αὐτὴν καὶ ποιοῦντας χερρόνησον, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον, τούτῳ δέ τινα συμπεριωδεύθη καὶ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, τὰ τῶν Τρωγλοδυτῶν καὶ τῶν ἑξῆς μέχρι τῶν ἐσχάτων τῆς κινναμωμοφόρου·
アラビアを巡歴するに際して、我々はアラビアを締め付けて半島にしている湾、すなわちペルシア湾とアラビア湾を併せて含めたが、これに伴ってエジプトとエチオピアの一部、すなわち穴居人の地と、それに続いて肉桂産地の最果てに至るまでの地も併せて巡ることになった。
τὰ λειπόμενα καὶ συνεχῆ τοῖς ἔθνεσι τούτοις, ταῦτα δʼ ἐστὶ τὰ περὶ τὸν Νεῖλον, ἐκθετέον·
したがって、これらの民族に残り、かつ隣接する地域、すなわちナイル川の周辺の事柄を提示しなければならない。
μετὰ δὲ ταῦτα τὴν Λιβύην ἔπιμεν, ἥπερ ἐστὶ λοιπὴ τῆς συμπάσης γεωγραφίας.
その後に、全地理誌の残りの部分であるリビアに進むことにしよう。
κἀνταῦθα δʼ Ἐρατοσθένους ἀποφάσεις προεκθετέον.
ここでもまた、エラトステネスの言説をあらかじめ提示しておかなければならない。
§17.1.2φησὶ δὴ τοῦ Ἀραβίου κόλπου πρὸς τὴν ἑσπέραν χιλίους σταδίους διέχειν τὸν Νεῖλον, παραπλήσιον ὄντα τῷ γράμματι τῷ Ν κειμένῳ ἀνάπαλιν.
彼(エラトステネス)は、ナイル川はアラビア湾の西に千スタディオン離れており、逆向きに置かれた文字Nに非常によく似ていると言う。
ῥυεὶς γάρ, φησίν, ἀπὸ Μερόης ἐπὶ τὰς ἄρκτους ὡς δισχιλίους καὶ ἑπτακοσίους σταδίους, πάλιν ἀναστρέφει πρὸς μεσημβρίαν καὶ τὴν χειμερινὴν δύσιν ὡς τρισχιλίους καὶ ἑπτακοσίους σταδίους, καὶ σχεδόν ἀντάρας τοῖς κατὰ Μερόην τόποις καὶ εἰς τὴν Λιβύην πολὺ προπεσὼν καὶ τὴν ἑτέραν ἐπιστροφὴν ποιησάμενος πρὸς τὰς ἄρκτους φέρεται πεντακισχιλίους μὲν καὶ τριακοσίους σταδίους ἐπὶ τὸν μέγαν καταράκτην μικρὸν παρεπιστρέφων πρὸς τὴν ἕω, χιλίους δὲ καὶ διακοσίους τοὺς ἐπὶ τὸν ἐλάττω τὸν κατὰ Συήνην, πεντακισχιλίους δὲ ἄλλους καὶ τριακοσίους ἐπὶ τὴν θάλατταν.
というのも、ナイル川は、メロエから北に向かって約2700スタディオン流れた後、再び南と冬の日の入り(南西)の方向に向きを変えて約3700スタディオン流れ、メロエのあたりの地域とほぼ同じ緯度に達し、リビアへと大きく突き進み、さらに第二の方向転換を行って北へと向かい、東の方へとわずかに曲がりながら大滝まで5300スタディオン流れ、さらにシエネ付近の小滝まで1200スタディオン、そして海までさらに別の5300スタディオン流れる、と彼が言うからである。
ἐμβάλλουσι δʼ εἰς αὐτὸν δύο ποταμοί, φερόμενοι μὲν ἔκ τινων λιμνῶν ἀπὸ τῆς ἕω, περιλαμβάνοντες δὲ νῆσον εὐμεγέθη τὴν Μερόην·
そして、いくつかの湖から東の方から流れ、かなり大きな島であるメロエを挟み込んでいる二つの川が、ナイル川に合流している。
ὧν ὁ μὲν Ἀσταβόρας καλεῖται κατὰ τὸ πρὸς ἕω πλευρὸν ῥέων, ἅτερος δʼ Ἀστάπους·
その一方は東側の側面に沿って流れておりアスタボラスと呼ばれ、他方はアスタプスと呼ばれる。
οἱ δʼ Ἀστασόβαν καλοῦσι, τὸν δʼ Ἀστάπουν ἄλλον εἶναι, ῥέοντα ἔκ τινων λιμνῶν ἀπὸ μεσημβρίας καὶ σχεδόν τὸ κατʼ εὐθεῖαν σῶμα τοῦ Νείλου τοῦτον ποιεῖν· τὴν δὲ πλήρωσιν αὐτοῦ τοὺς θερινοὺς ὄμβρους παρασκευάζειν.
しかし、ある人々はこれをアスタソバスと呼び、アスタプスは別の川であって、南の方のいくつかの湖から流れ、ナイルの本流をほぼ形づくっているのがこれであり、その増水をもたらすのは夏の降雨である、と言っている。
ὑπὲρ δὲ τὰς συμβολὰς τοῦ Ἀσταβόρα καὶ τοῦ Νείλου σταδίοις ἑπτακοσίοις Μερόην εἶναι πόλιν ὁμώνυμον τῇ νήσῳ·
そして、アスタボラス川とナイル川の合流点の上流700スタディオンのところに、島と同名の都市メロエがある。
ἄλλην δʼ εἶναι νῆσον ὑπὲρ τῆς Μερόης, ἣν ἔχουσιν οἱ Αἰγυπτίων φυγάδες οἱ ἀποστάντες ἀπὸ Ψαμμιτίχου, καλοῦνται δὲ Σεμβρῖται, ὡς ἂν ἐπήλυδες·
また、メロエの上流にはもう一つの島があり、そこをプサミティコスから離反したエジプト人の逃亡者たちが占有しており、彼らは「移住者」を意味するセムブリタイと呼ばれている。
βασιλεύονται δὲ ὑπὸ γυναικός, ὑπακούουσι δὲ τῶν ἐν Μερόῃ.
彼らは一人の女性によって統治されているが、メロエの支配者たちに従属している。
τὰ δὲ κατωτέρω ἑκατέρωθεν Μερόης παρὰ μὲν τὸν Νεῖλον πρὸς τὴν Ἐρυθρὰν Μεγάβαροι καὶ Βλέμμυες, Αἰθιόπων ὑπακούοντες, Αἰγυπτίοις δʼ ὅμοροι·
メロエの両側のさらに下流では、ナイル川沿いで紅海に向けてメガバロイとブレッミュエスが住んでおり、彼らはエチオピア人たちに従属しているが、エジプト人たちと隣接している。
παρὰ θάλατταν δὲ Τρωγλοδύται·
海沿いには穴居人が住んでいる。
διεστᾶσι δὲ εἰς δέκα ἢ δώδεκα ἡμερῶν ὁδὸν οἱ κατὰ τὴν Μερόην Τρωγλοδύται τοῦ Νείλου.
メロエの経度における穴居人たちは、ナイル川から10日または12日の旅程の距離だけ離れている。
ἐξ ἀριστερῶν δὲ τῆς ῥύσεως τοῦ Νείλου Νοῦβαι κατοικοῦσιν ἐν τῇ Λιβύῃ, μέγα ἔθνος, ἀπὸ τῆς Μερόης ἀρξάμενοι μέχρι τῶν ἀγκώνων, οὐχ ὑποταττόμενοι τοῖς Αἰθίοψιν, ἀλλʼ ἰδίᾳ κατὰ πλείους βασιλείας διειλημμένοι.
また、ナイル川の流れの左手のリビアにはヌーバ人が住んでおり、彼らは大民族であって、メロエから屈曲部まで広がっており、エチオピア人には服従せず、自ら複数の王国に分かれている。
τῆς δʼ Αἰγύπτου τὸ παρὰ τὴν θάλαττάν ἐστιν ἀπὸ τοῦ Πηλουσιακοῦ στόματος πρὸς τὸ Κανωβικὸν στάδιοι χίλιοι τριακόσιοι.
エジプトの海に面した部分は、ペルシオン口からカノボス口まで1300スタディオンである。

語釈・文法注

  1. 17.1.1τούτῳ δέ τινα συμπεριωδεύθη — 指示代名詞の与格 `τούτῳ`(中性単数)は前文のアラビアの巡歴を指しており、随伴の与格として機能している。主語は中性複数主格の代名詞 `τινα`(いくつかの部分、事物)であり、属格 `τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας`(エジプトとエチオピアの)が部分属格としてこれに係る。受動態動詞 `συμπεριωδεύθη`(併せて巡られた)は、複数中性主格の主語に伴って単数形をとっている。
  2. 17.1.2ἀντάρας τοῖς κατὰ Μερόην τόποις — 動詞 `ἀνταίρω`(対等に持ち上げる、達する)の第1アオリスト能動態分詞(男性単数主格)で、主語のナイル川(`ὁ Νεῖλος`)に係る。与格 `τοῖς κατὰ Μερόην τόποις` は対抗や比較の対象(〜と同じ高さ・緯度に)を表している。
  3. 17.1.2τὸν δʼ Ἀστάπουν ἄλλον εἶναι — 対格主語 `τὸν Ἀστάπουν` と不定詞 `εἶναι` は、対立を示す接続小辞 `δέ` とともに、前文の動詞 `καλοῦσι`(呼んでいる、あるいはそこから含意される「主張している」)から導かれる間接話法(対格不定詞構文)を構成している。

この箇所を引用する

ストラボン, 地理誌 §17.1.1-17.1.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.1-17.1.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。