§17.1.3Ἐρατοσθένης μὲν οὖν οὕτως.
エラトステネスについては以上の通りである。
δεῖ δὲ ἐπὶ πλέον εἰπεῖν καὶ πρῶτον τὰ περὶ τὴν Αἴγυπτον, ὅπως ἀπὸ τῶν γνωριμωτέρων ἐπὶ τὰ ἑξῆς προΐωμεν.
しかし、より詳細に、そしてまずエジプトに関する事柄を語らねばならない。 それは、より知られた事柄から、それに続く事柄へと進むためである。
κοινὰ μὲν γάρ τινα καὶ ταύτῃ τῇ χώρᾳ καὶ τῇ συνεχεῖ καὶ ὑπὲρ αὐτὴν τῇ τῶν Αἰθιόπων ὁ Νεῖλος παρασκευάζει, ποτίζων τε αὐτὰς κατὰ τὰς ἀναβάσεις καὶ τοῦτʼ οἰκήσιμον αὐτῶν τὸ μέρος ἀπολείπων μόνον τὸ καλυπτόμενον ἐν ταῖς πλημμυρίσι, τὸ δʼ ὑπερδέξιον καὶ μετεωρότερον τοῦ ῥεύματος πᾶν ἀοίκητον διεξιὼν ἑκατέρωθεν καὶ ἔρημον διὰ τὴν αὐτὴν ἀνυδρίαν.
というのも、ナイル川は、この地(エジプト)と、それに隣接しその上流にあるエチオピア人の地との双方に、ある共通の特徴をもたらしているからである。 すなわち、増水の際にそれらの地を潤し、そのうち洪水で覆われる部分だけを居住可能なものとして残し、水流より高い位置にある、より高台の全地域を、両側とも同じ乾燥のために、無人かつ不毛の地として通り抜けるのである。
ἀλλὰ τὴν μὲν Αἰθιοπίαν οὔτε πᾶσαν διέξεισιν ὁ Νεῖλος οὔτε μόνος οὔτʼ ἐπʼ εὐθείας οὔτʼ οἰκουμένην καλῶς·
しかし、ナイル川は、エチオピアを通り抜ける際には、全体を通り抜けるわけでもなく、単独で流れるわけでもなく、直進するわけでもなく、またエチオピアが良く開かれ住まわれているわけでもない。
τὴν δὲ Αἴγυπτον καὶ μόνος καὶ πᾶσαν καὶ ἐπʼ εὐθείας ἀπὸ τοῦ μικροῦ καταράκτου ὑπὲρ Συήνης καὶ Ἐλεφαντίνης ἀρξάμενος, οἵπερ εἰσὶν ὅροι τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ἕως τῶν ἐπὶ θάλατταν ἐκβολῶν.
これに対して、エジプトに対しては、単独で、その全体を、そして直進して流れる。 それは、エジプトとエチオピアの境界であるシエネとエレファンティネの上流にある小滝から始まって、海への河口に至るまでである。
καὶ μὴν οἵ γε Αἰθίοπες τὸ πλέον νομαδικῶς ζῶσι καὶ ἀπόρως διά τε τὴν λυπρότητα τῆς χώρας καὶ τὴν τῶν ἀέρων ἀσυμμετρίαν καὶ τὸν ἀφʼ ἡμῶν ἐκτοπισμόν, τοῖς δʼ Αἰγυπτίοις ἅπαντα τἀναντία συμβέβηκε·
さらに、エチオピア人たちは、土地の貧しさ、気候の不調和、そして我々からの距離のために、大半は遊牧的な、そして貧しい暮らしを送っている。 しかしエジプト人たちには、これと全く逆のことが生じている。
καὶ γὰρ πολιτικῶς καὶ ἡμέρως ἐξ ἀρχῆς ζῶσι καὶ ἐν γνωρίμοις ἵδρυνται τόποις, ὥστε καὶ αἱ διατάξεις αὐτῶν μνημονεύονται·
というのも、彼らは当初から市民組織を形成し穏やかに暮らしており、よく知られた場所に居住しているため、彼らの秩序は記憶に留められている。
καὶ ἐπαινοῦνταί γε δοκοῦντες ἀξίως χρήσασθαι τῇ τῆς χώρας εὐδαιμονίᾳ, μερίσαντές τε εὖ καὶ ἐπιμεληθέντες.
そして、彼らはその土地の豊かさを、見事に分配し管理することによって、それに値する形で活用したと見なされ、称賛されている。
βασιλέα γὰρ ἀποδείξαντες τριχῆ τὸ πλῆθος διεῖλον καὶ τοὺς μὲν στρατιώτας ἐκάλεσαν τοὺς δὲ γεωργοὺς τοὺς δὲ ἱερέας·
すなわち、彼らは王を任命した上で、民衆を3つの身分に分割し、一方を軍人、他方を農民、さらに他方を神官と呼んだのである。
καὶ τοὺς μὲν τῶν ἱερῶν ἐπιμελητὰς τοὺς δʼ ἄλλους τῶν περὶ τὸν ἄνθρωπον·
そして、ある者たちを神聖な事柄の管理者とし、他の者たちを人間に属する事柄の管理者とした。
καὶ τοὺς μὲν ἐν τῷ πολέμῳ τοὺς δʼ ὅσα ἐν εἰρήνῃ, γῆν τε καὶ τέχνας ἐργαζομένων·
また、ある者たちを戦争における事柄に、他の者たちを平和における諸事、すなわち土地の耕作や技術の従事にあてた。
ἀφʼ ὧνπερ καὶ αἱ πρόσοδοι συνήγοντο τῷ βασιλεῖ.
これらから、王の歳入が集められた。
οἱ δʼ ἱερεῖς καὶ φιλοσοφίαν ἤσκουν καὶ ἀστρονομίαν, ὁμιληταί τε τῶν βασιλέων ἦσαν.
神官たちは哲学と天文学をも修めており、王たちの相談相手でもあった。
ἡ δὲ χώρα τὴν μὲν πρώτην διαίρεσιν εἰς νομοὺς ἔσχε, δέκα μὲν ἡ Θηβαΐς, δέκα δʼ ἡ ἐν τῷ Δέλτα, ἑκκαίδεκα δʼ ἡ μεταξύ·
国土は、最初の分割においてノモスへと分けられた。 テバイスが10、デルタ地方が10、その中間が16であった。
ὡς δέ τινες, τοσοῦτοι ἦσαν οἱ σύμπαντες νομοὶ ὅσαι αἱ ἐν τῷ λαβυρίνθῳ αὐλαί· αὗται δʼ ἐλάττους τῶν τριάκοντα·
しかしある人々によると、ノモスの総数はラビュリントスの中の宮廷の数と同じであり、これらは30未満であるという。
πάλιν δʼ οἱ νομοὶ τομὰς ἄλλας ἔσχον·
そして、これらのノモスは再び他の分割を受けた。
εἰς γὰρ τοπαρχίας οἱ πλεῖστοι διῄρηντο, καὶ αὗται δʼ εἰς ἄλλας τομάς· ἐλάχισται δʼ αἱ ἄρουραι μερίδες.
なぜなら、大部分はトパルキアへと分割され、さらにこれらもまた別の分割を受け、最小の単位はアルラであったからである。
ἐδέησε δὲ τῆς ἐπʼ ἀκριβὲς καὶ κατὰ λεπτὸν διαιρέσεως διὰ τὰς συνεχεῖς τῶν ὅρων συγχύσεις ἃς ὁ Νεῖλος ἀπεργάζεται κατὰ τὰς αὐξήσεις, ἀφαιρῶν καὶ προστιθεὶς καὶ ἐναλλάττων τὰ σχήματα καὶ τἆλλα σημεῖα ἀποκρύπτων οἷς διακρίνεται τό τε ἀλλότριον καὶ τὸ ἴδιον·
そして、正確かつ細密な分割が必要となったのは、ナイル川が増水のたびに境界を絶えず混乱させるからであり、川は土地を削り取り、付け加え、形状を変え、他人の所有地と自己の所有地を区別するための他の標識を隠してしまう。
ἀνάγκη δὴ ἀναμετρεῖσθαι πάλιν καὶ πάλιν.
したがって、何度も何度も再測定することが必要となるのである。
ἐντεῦθεν δὲ καὶ τὴν γεωμετρίαν συστῆναί φασιν, ὡς τὴν λογιστικὴν καὶ ἀριθμητικὴν παρὰ Φοινίκων διὰ τὰς ἐμπορίας.
そして、このことから幾何学が成立したと言われており、それはフェニキア人において交易のために計算術や算術が発達したのと同様である。
τριχῆ δὲ διῄρητο ὥσπερ τὸ σύμπαν καὶ τὸ ἐν ἑκάστῳ τῷ νομῷ πλῆθος, εἰς τρία ἴσα μερισθείσης τῆς χώρας.
また、国全体がそうであったように、各ノモスにおける民衆も3つに分割されており、土地は3つの等分に分配されていた。
ἡ δὲ περὶ τὸν ποταμὸν πραγματεία διαφέρει τοσοῦτον ὅσον τῇ ἐπιμελείᾳ νικᾶν τὴν φύσιν.
川に関する管理は、人間の配慮によって自然を打ち破るほどに卓越している。
φύσει γὰρ πλείονα φέρει καρπὸν καὶ ποτισθεῖσα μᾶλλον φύσει δὲ καὶ ἡ μείζων ἀνάβασις τοῦ ποταμοῦ πλείω ποτίζει γῆν, ἀλλʼ ἡ ἐπιμέλεια πολλάκις καὶ τῆς φύσεως ἐξίσχυσεν ἐπιλιπούσης, ὥστε καὶ κατὰ τὰς ἐλάττους ἀναβάσεις τοσαύτην ποτισθῆναι γῆν ὅσην ἐν ταῖς μείζοσι, διά τε τῶν διωρύγων καὶ τῶν παραχωμάτων·
というのも、自然のままでも、よく潤された時にはより多くの実りをもたらすが、自然のままであれば川のより大きな増水がより多くの土地を潤すのである。 しかし、管理は、自然が不足している場合でも、しばしばそれに打ち勝つことがあり、その結果、運河や堤防のおかげで、より小さな増水の際にも、大きな増水の際と同じだけの土地が潤されることになる。
ἐπὶ γοῦν τῶν πρὸ Πετρωνίου χρόνων ἡ μεγίστη μὲν ἦν φορὰ καὶ ἀνάβασις, ἡνίκα ἐπὶ τεσσαρεσκαίδεκα πήχεις ἀνέβαινεν ὁ Νεῖλος, ἡνίκα δʼ ἐπʼ ὀκτώ, συνέβαινε λιμός·
少なくとも、ペトロニウス以前の時代には、ナイル川が14キュビットまで上昇した時に最大の収穫と増水があり、8キュビットの時には飢饉が生じていた。
ἐπʼ ἐκείνου δὲ ἄρξαντος τῆς χώρας καὶ δώδεκα μόνον πληρώσαντος πήχεις τοῦ Νείλου μέτρου, μεγίστη ἦν ἡ φορά, καὶ ὀκτώ ποτε μόνον πληρώσαντος λιμοῦ οὐδεὶς ᾔσθετο.
しかし、彼がその地を統治し、ナイル川が12キュビットの水位しか満たさなかった時にも、最大の収穫があり、かつて8キュビットしか満たさなかった時にも、誰も飢饉を感じなかった。
τοιαύτη μὲν ἡ διάταξις·
こうした配置については以上の通り。
τὰ δʼ ἑξῆς λέγωμεν νυνί.
次に続くことを、今から語ろう。