Humanitext Reader

斯特拉波 · 地理学 §17.1.1-17.1.2

尼罗河的流向与梅罗埃岛周边的部族

第 542 段,共 577 段 · 希腊语

内容简介

作者转入对埃及、埃塞俄比亚和利比亚的地理描述,首先引入了埃拉托斯特尼关于尼罗河形状(类似于反写的字母N)、其支流以及梅罗埃岛周边民族(如塞姆布里泰人、梅加巴罗伊人和努巴人)分布的论述。

§17.1.1Ἐπεὶ δὲ τὴν Ἀραβίαν ἐφοδεύοντες καὶ τοὺς κόλπους συμπεριελάβομεν τοὺς σφίγγοντας αὐτὴν καὶ ποιοῦντας χερρόνησον, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον, τούτῳ δέ τινα συμπεριωδεύθη καὶ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, τὰ τῶν Τρωγλοδυτῶν καὶ τῶν ἑξῆς μέχρι τῶν ἐσχάτων τῆς κινναμωμοφόρου·
当我们在游历阿拉伯时,也把紧缩它并使之成为半岛的波斯湾和阿拉伯湾一并纳入了范围,而伴随着这一点,埃及和埃塞俄比亚的部分地区——即穴居人的土地以及直至产肉桂之地的尽头的后续地区——也一同被游历了。
τὰ λειπόμενα καὶ συνεχῆ τοῖς ἔθνεσι τούτοις, ταῦτα δʼ ἐστὶ τὰ περὶ τὸν Νεῖλον, ἐκθετέον·
因此,我们必须阐述这些民族中剩余的、且与之相邻的地区,即尼罗河周围的地区。
μετὰ δὲ ταῦτα τὴν Λιβύην ἔπιμεν, ἥπερ ἐστὶ λοιπὴ τῆς συμπάσης γεωγραφίας.
在此之后,我们将继续前往利比亚,这是整个地理志的其余部分。
κἀνταῦθα δʼ Ἐρατοσθένους ἀποφάσεις προεκθετέον.
在此处我们也必须首先阐述埃拉托斯特尼的言论。
§17.1.2φησὶ δὴ τοῦ Ἀραβίου κόλπου πρὸς τὴν ἑσπέραν χιλίους σταδίους διέχειν τὸν Νεῖλον, παραπλήσιον ὄντα τῷ γράμματι τῷ Ν κειμένῳ ἀνάπαλιν.
他确实说过,尼罗河向西距离阿拉伯湾一千斯塔迪翁,且非常类似于反向书写的字母N。
ῥυεὶς γάρ, φησίν, ἀπὸ Μερόης ἐπὶ τὰς ἄρκτους ὡς δισχιλίους καὶ ἑπτακοσίους σταδίους, πάλιν ἀναστρέφει πρὸς μεσημβρίαν καὶ τὴν χειμερινὴν δύσιν ὡς τρισχιλίους καὶ ἑπτακοσίους σταδίους, καὶ σχεδόν ἀντάρας τοῖς κατὰ Μερόην τόποις καὶ εἰς τὴν Λιβύην πολὺ προπεσὼν καὶ τὴν ἑτέραν ἐπιστροφὴν ποιησάμενος πρὸς τὰς ἄρκτους φέρεται πεντακισχιλίους μὲν καὶ τριακοσίους σταδίους ἐπὶ τὸν μέγαν καταράκτην μικρὸν παρεπιστρέφων πρὸς τὴν ἕω, χιλίους δὲ καὶ διακοσίους τοὺς ἐπὶ τὸν ἐλάττω τὸν κατὰ Συήνην, πεντακισχιλίους δὲ ἄλλους καὶ τριακοσίους ἐπὶ τὴν θάλατταν.
因为他说,尼罗河从梅罗埃向北流经大约两千七百斯塔迪翁后,又折回向南和冬日落(西南)方向流经大约三千七百斯塔迪翁,在几乎达到了与梅罗埃周边地区相同的纬度,并深入到利比亚之后,它又第二次折向北,流经五千三百斯塔迪翁到达大瀑布,并稍微向东偏转,接着流经一千两百斯塔迪翁到达阿斯旺(塞恩)附近的较小瀑布,最后再流经五千三百斯塔迪翁到达大海。
ἐμβάλλουσι δʼ εἰς αὐτὸν δύο ποταμοί, φερόμενοι μὲν ἔκ τινων λιμνῶν ἀπὸ τῆς ἕω, περιλαμβάνοντες δὲ νῆσον εὐμεγέθη τὴν Μερόην· ὧν ὁ μὲν Ἀσταβόρας καλεῖται κατὰ τὸ πρὸς ἕω πλευρὸν ῥέων, ἅτερος δʼ Ἀστάπους·
有两条河注入其中,它们发源于东方的某些湖泊,并包围了梅罗埃这一巨大的岛屿;其中一条沿着东侧流淌,被称为阿斯塔博拉斯,另一条被称为阿斯塔普斯。
οἱ δʼ Ἀστασόβαν καλοῦσι, τὸν δʼ Ἀστάπουν ἄλλον εἶναι, ῥέοντα ἔκ τινων λιμνῶν ἀπὸ μεσημβρίας καὶ σχεδόν τὸ κατʼ εὐθεῖαν σῶμα τοῦ Νείλου τοῦτον ποιεῖν· τὴν δὲ πλήρωσιν αὐτοῦ τοὺς θερινοὺς ὄμβρους παρασκευάζειν.
但也有人将后者称为阿斯塔索巴斯,并说阿斯塔普斯是另一条发源于南方某些湖泊的河流,它几乎构成了尼罗河直行的干流,其夏季的降雨促成了该河的上涨。
ὑπὲρ δὲ τὰς συμβολὰς τοῦ Ἀσταβόρα καὶ τοῦ Νείλου σταδίοις ἑπτακοσίοις Μερόην εἶναι πόλιν ὁμώνυμον τῇ νήσῳ· ἄλλην δʼ εἶναι νῆσον ὑπὲρ τῆς Μερόης, ἣν ἔχουσιν οἱ Αἰγυπτίων φυγάδες οἱ ἀποστάντες ἀπὸ Ψαμμιτίχου, καλοῦνται δὲ Σεμβρῖται, ὡς ἂν ἐπήλυδες· βασιλεύονται δὲ ὑπὸ γυναικός, ὑπακούουσι δὲ τῶν ἐν Μερόῃ.
在阿斯塔博拉斯与尼罗河汇合处上方七百斯塔迪翁处,是与该岛同名的城市梅罗埃;而在梅罗埃上方还有另一个岛屿,由背叛了普萨米提科斯的埃及逃亡者所占领,他们被称为塞姆布里泰,意为外来移民;他们由一名女性统治,但服从梅罗埃的统治者。
τὰ δὲ κατωτέρω ἑκατέρωθεν Μερόης παρὰ μὲν τὸν Νεῖλον πρὸς τὴν Ἐρυθρὰν Μεγάβαροι καὶ Βλέμμυες, Αἰθιόπων ὑπακούοντες, Αἰγυπτίοις δʼ ὅμοροι· παρὰ θάλατταν δὲ Τρωγλοδύται· διεστᾶσι δὲ εἰς δέκα ἢ δώδεκα ἡμερῶν ὁδὸν οἱ κατὰ τὴν Μερόην Τρωγλοδύται τοῦ Νείλου.
在梅罗埃两旁的下游地区,沿着尼罗河朝向红海居住着梅加巴罗伊和布莱缪厄斯,他们服从埃塞俄比亚人,但与埃及人接壤;而沿着海边居住着穴居人;处于梅罗埃纬度上的那些穴居人,距离尼罗河有十天或十二天的行程。
ἐξ ἀριστερῶν δὲ τῆς ῥύσεως τοῦ Νείλου Νοῦβαι κατοικοῦσιν ἐν τῇ Λιβύῃ, μέγα ἔθνος, ἀπὸ τῆς Μερόης ἀρξάμενοι μέχρι τῶν ἀγκώνων, οὐχ ὑποταττόμενοι τοῖς Αἰθίοψιν, ἀλλʼ ἰδίᾳ κατὰ πλείους βασιλείας διειλημμένοι.
在尼罗河水流的左侧,努巴人居住在利比亚,这是一个伟大的民族,他们从梅罗埃开始一直延伸到河弯处,不臣属于埃塞俄比亚人,而是各自独立分布在几个王国里。
τῆς δʼ Αἰγύπτου τὸ παρὰ τὴν θάλαττάν ἐστιν ἀπὸ τοῦ Πηλουσιακοῦ στόματος πρὸς τὸ Κανωβικὸν στάδιοι χίλιοι τριακόσιοι.
埃及沿海的部分从佩鲁西昂河口到卡诺博斯河口,共计一千三百斯塔迪翁。

词汇与语法注释

  1. 17.1.1τούτῳ δέ τινα συμπεριωδεύθη — 中性单数与格指示代词 `τούτῳ` 指代前文对阿拉伯的游历,在此作伴随与格。句子主语是中性复数主格代词 `τινα`(某些部分),后面接部分属格 `τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας`。被动语态动词 `συμπεριωδεύθη` 采用了单数形式,以与中性复数主语相一致。
  2. 17.1.2ἀντάρας τοῖς κατὰ Μερόην τόποις — 动词 `ἀνταίρω`(升起对等、达到)的第一不定过去时主动分词(单数阳性主格),修饰主语尼罗河(`ὁ Νεῖλος`)。与格 `τοῖς κατὰ Μερόην τόποις` 表示与之对照或等同的对象(达到与梅罗埃周边地区相同的纬度)。
  3. 17.1.2τὸν δʼ Ἀστάπουν ἄλλον εἶναι — 对格主语 `τὸν Ἀστάπουν` 和不定式 `εἶναι` 连同转折小词 `δέ`,构成了取决于前文动词 `καλοῦσι`(或由其引申出的“声称/主张”)的间接引语(对格不定式结构)。

引用这一段

斯特拉波, 地理学 §17.1.1-17.1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.1-17.1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。