Humanitext Reader

ストラボン · 地理誌 §16.4.18

アラビア湾東岸の地形と金塊を産する部族

536 / 577 箇所 · ギリシア語

要旨

アルテミドロスは、トログロデュテスに隣接するアラビア半島の西海岸地域を描写し、ポセイディオンのヤシ林から各湾、オリーブの無人島、遊牧部族を網羅し、豊富な金塊を素朴に取引する温和な部族を紹介する。

§16.4.18ταῦτʼ εἰπὼν περὶ τῶν Τρωγλοδυτῶν καὶ τῶν προσχώρων Αἰθιόπων ἐπάνεισιν ἐπὶ τοὺς Ἄραβας·
これらのことをトログロデュテスと隣接するアイティオピア人について述べた後、彼はアラビア人へと戻る。
καὶ πρώτους ἔπεισι τοὺς τὸν Ἀράβιον κόλπον ἀφορίζοντας καὶ ἀντικειμένους τοῖς Τρωγλοδύταις, ἀρξάμενος ἀπὸ τοῦ Ποσειδίου.
そして、ポセイディオンから始めて、アラビア湾を画定しトログロデュテスと向かい合っている者たちを最初に巡る。
φησὶ δὲ ἐνδοτέρω κεῖσθαι τοῦτο τοῦ μυχοῦ·
彼は、これが湾の最奥部よりもさらに内側に位置していると言う。
συνεχῆ δὲ τοῦ Ποσειδίου φοινικῶνα εἶναι εὔυδρον, τιμᾶσθαί τε κομιδῆ διὰ τὸ πᾶσαν τὴν κύκλῳ καυματηράν τε καὶ ἄνυδρον καὶ ἄσκιον ὑπάρχειν, ἐνταῦθα δὲ καὶ τὴν εὐκαρπίαν τῶν φοινίκων εἶναι θαυμαστήν·
ポセイディオンに隣接して、水に恵まれたナツメヤシの林があり、周囲全体が暑く、水もなく、日陰もない状態であるのに対し、ここではナツメヤシの豊饒さが驚くべきものであるために、非常に尊ばれている。
προεστήκασι δὲ τοῦ ἄλσους ἀνὴρ καὶ γυνὴ διὰ γένους ἀποδεδειγμένοι δερματοφόροι, τροφὴν ἀπὸ τῶν φοινίκων ἔχοντες·
世襲によって任命された一組の男女が、獣皮をまとってこの聖林を管理しており、ナツメヤシから食物を得ている。
κοιτάζονται δʼ ἐπὶ δένδρων καλυβοποιησάμενοι διὰ τὸ πλῆθος τῶν θηρίων.
そして、猛獣が多いために、樹木の上に小屋を作ってそこで眠る。
εἶθʼ ἑξῆς ἔστι νῆσος φωκῶν, ἀπὸ τοῦ πλήθους τῶν θηρίων τούτων ὠνομασμένη.
その次に、これらの動物(アザラシ)が多数いることから名付けられたアザラシ島がある。
πλησίον δʼ αὐτῆς ἀκρωτήριον, ὃ διατείνει πρὸς τὴν Πέτραν τὴν τῶν Ναβαταίων καλουμένων Ἀράβων καὶ τὴν Παλαιστίνην χώραν, εἰς ἣν Μιναῖοί τε καὶ Γερραῖοι καὶ πάντες οἱ πλησιόχωροι τὰ τῶν ἀρωμάτων φορτία κομίζουσιν.
その近くには岬があり、それはナバタイ人と呼ばれるアラビア人のペトラ、およびパレスティナ地方へと延びており、そこへミナ人やゲラ人、および近隣のすべての民が香料の積荷を運んでくる。
εἶτʼ ἄλλη παραλία πρότερον μὲν Μαρανιτῶν καλουμένη, ὧν οἳ μὲν ἦσαν γεωργοὶ τινὲς δὲ σκηνῖται, νῦν δὲ Γαρινδαίων ἀνελόντων ἐκείνους δόλῳ·
次にあるのは、かつてはマラニタイ人のものと呼ばれていた別の海岸地方である。 彼らのうち、ある者は農民であり、ある者は天幕生活者(遊牧民)であったが、現在は彼らを謀略によって滅ぼしたガリンダイオイ人のものとなっている。
ἐπέθεντο γὰρ αὐτοῖς πενταετηρικήν τινα πανήγυριν ἐπιτελοῦσι, καὶ τούτους τε διέφθειραν καὶ τοὺς ἄλλους ἐπελθόντες ἄρδην διελυμήναντο.
というのも、ガリンダイオイ人は、彼らが五年ごとの祝祭を執り行っている最中に襲いかかり、そこにいた者たちを殺戮しただけでなく、他の者たちをも襲って根こそぎ滅ぼしたからである。
εἶθʼ ὁ Αἰλανίτης κόλπος καὶ ἡ Ναβαταίων, πολύανδρος οὖσα χώρα καὶ εὔβοτος·
その次にはアイラニテス湾とナバタイ人の国があり、そこは人口が多く、牧草に富んだ土地である。
οἰκοῦσι δὲ καὶ νήσους προκειμένας πλησίον·
彼らは近くに横たわる島々にも住んでいる。
οἳ πρότερον μὲν καθʼ ἡσυχίαν ἦσαν, ὕστερον δὲ σχεδίαις ἐλῄζοντο τοὺς ἐκ τῆς Αἰγύπτου πλέοντας·
彼らは以前は穏やかに暮らしていたが、後には筏(いかだ)を使ってエジプトから航海してくる者たちを略奪するようになった。
δίκας δʼ ἔτισαν ἐπελθόντος στόλου καὶ ἐκπορθήσαντος αὐτούς.
しかし、艦隊が押し寄せて彼らを討ち滅ぼしたとき、彼らはその罰を受けた。
ἑξῆς δʼ ἐστὶ πεδίον εὔδενδρόν τε καὶ εὔυδρον καὶ βοσκημάτων παντοίων μεστὸν ἄλλων τε καὶ ἡμιόνων·
その次には、樹木と水に恵まれ、他ならぬミューラ(ラバ)をはじめとする、あらゆる種類の家畜が満ちている平野がある。
καὶ καμήλων ἀγρίων καὶ ἐλάφων καὶ δορκάδων πλῆθος ἐν αὐτῷ, λέοντές τε καὶ παρδάλεις καὶ λύκοι συχνοί.
その中には野生のラクダや鹿、ガゼルが多数おり、ライオンやヒョウ、オオカミも数多くいる。
πρόκειται δὲ νῆσος καλουμένη Δία·
その前方にはディアと呼ばれる島がある。
εἶτα κόλπος ὅσον πεντακοσίων σταδίων ὄρεσι περικλειόμενος καὶ δυσεισβόλῳ στόματι·
次に、山々に囲まれ、侵入しにくい入り口を持つ、およそ五百スタディオンの湾がある。
περιοικοῦσι δὲ θηρευτικοὶ ἄνδρες τῶν χερσαίων ἀγρευμάτων.
その周囲には、陸上の獲物を狩る猟師たちが住んでいる。
εἶτʼ ἔρημοι τρεῖς νῆσοι πλήρεις ἐλαιῶν, οὐ τῶν παρʼ ἡμῖν ἀλλὰ τῶν ἐντοπίων, ἃς καλοῦμεν Αἰθιοπικάς, ὧν τὸ δάκρυον καὶ ἰατρικῆς δυνάμεώς ἐστιν.
その次に、オリーブ(私たちの国のオリーブではなく、私たちがアイティオピア・オリーブと呼ぶ現地のもの)が繁茂する三つの無人島がある。 その分泌液(ゴム・樹脂)は医薬としての効能を持っている。
ἐφεξῆς δʼ ἐστὶν αἰγιαλὸς λιθώδης, καὶ μετὰ τοῦτον τραχεῖα καὶ δυσπαράπλευστος ὅσον χιλίων σταδίων παραλία σπάνει λιμένων καὶ ἀγκυροβολίων·
その次には石の多い海岸があり、その後に、港や停泊地が乏しいために航行が困難な、およそ千スタディオンに及ぶ険しい海岸地帯が続く。
ὄρος γὰρ παρατείνει τραχὺ καὶ ὑψηλόν· εἶθʼ ὑπώρειαι σπιλαδώδεις μέχρι τῆς θαλάττης, τοῖς ἐτησίαις μάλιστα καὶ ταῖς τότε ἐπομβρίαις ἀβοήθητον παρέχουσαι τὸν κίνδυνον.
というのも、険しく高い山が沿って延びており、その麓の岩がちな傾斜地が海まで達しているため、特にエテシア風の時期やその頃の豪雨の際には、救いようのない危険をもたらすからである。
ἑξῆς δʼ ἐστὶ κόλπος νήσους ἔχων σποράδας, καὶ συνεχῶς θῖνες ψάμμου μελαίνης τρεῖς ἄγαν ὑψηλοί, καὶ μετὰ τούτους Χαρμοθᾶς λιμὴν ὅσον σταδίων τὸν κύκλον ἑκατόν, στενὸν καὶ ἐπικίνδυνον ἔχων τὸν εἴσπλουν παντὶ σκάφει, ῥεῖ δὲ καὶ ποταμὸς εἰς αὐτόν· ἐν μέσῳ δὲ νῆσος εὔδενδρος καὶ γεωργήσιμος.
その次には散在する島々を持つ湾があり、それに続いて極めて高い黒い砂の砂丘が三つある。 その後ろには、周囲およそ百スタディオンのハルモタス港があり、いかなる船にとっても狭く危険な進入路を持っている。 また、川もそこへ流れ込んでおり、中央には樹木が豊かで耕作可能な島がある。
εἶτʼ ἐστὶ παραλία τραχεῖα καὶ μετὰ ταύτην κόλποι τινὲς καὶ χώρα νομάδων ἀπὸ καμήλων ἐχόντων τὸν βίον·
その次に険しい海岸があり、その後にいくつかの湾と、ラクダによって生計を立てている遊牧民の国がある。
καὶ γὰρ πολεμοῦσιν ἀπʼ αὐτῶν καὶ ὁδεύουσι καὶ τρέφονται τῷ τε γάλακτι χρώμενοι καὶ ταῖς σαρξί.
実際、彼らはラクダの上から戦い、ラクダで旅をし、その牛乳と肉を利用して食料としている。
ῥεῖ δὲ ποταμὸς διʼ αὐτῶν ψῆγμα χρυσοῦ καταφέρων, οὐκ ἴσασι δʼ αὐτὸ κατεργάζεσθαι·
また、彼らの土地を川が流れており、砂金を運んでくるが、彼らはそれを加工する方法を知らない。
καλοῦνται δὲ Δέβαι, οἱ μὲν νομάδες οἱ δὲ καὶ γεωργοί.
彼らはデバイと呼ばれ、ある者は遊牧民であり、ある者は農民でもある。
οὐ λέγω δὲ τῶν ἐθνῶν τὰ ὀνόματα τὰ πολλὰ διὰ τὴν ἀδοξίαν καὶ ἅμα ἀτοπίαν τῆς ἐκφορᾶς αὐτῶν.
私は、これらの部族の多くの名前を、その無名さと、同時にその発音の奇妙さのゆえに言わないでおく。
ἐχόμενοι δʼ εἰσὶν ἡμερώτεροι τούτων ἄνδρες εὐκρατοτέραν οἰκοῦντες γῆν·
これに隣接して、より温和な土地に住む、これらよりも穏やかな人々がいる。
καὶ γὰρ εὔυδρός ἐστι καὶ εὔομβρος·
というのも、そこは水に恵まれ、雨も多いからである。
χρυσός τε ὀρυκτὸς γίνεται παρʼ αὐτοῖς οὐ ψήγματος ἀλλὰ βωλαρίων χρυσοῦ καθάρσεως οὐ πολλῆς δεομένων, μέγεθος δʼ ἐχόντων ἐλάχιστον μὲν πυρῆνος μέσον δὲ μεσπίλου μέγιστον δὲ καρύου·
また、彼らのところでは掘り出される金が産出するが、それは砂金ではなく、多くの精錬を必要としない金塊であり、その大きさは、最小のもので果実の種、中くらいのものでセイヨウカリン、最大のものでクルミほどである。
τηρήσαντες δὲ ταῦτα ἐναλλὰξ λίθοις διαφανέσιν ὅρμους ποιοῦνται διείροντες λίνον, περιτίθενται δὲ περὶ τοὺς τραχήλους καὶ καρπούς·
彼らはこれらに穴を開け、透明な石と交互に麻糸に通して首飾りを作り、首や手首に巻きつけている。
πωλοῦσι δὲ καὶ πρὸς τοὺς ἀστυγείτονας εὔωνον τὸν χρυσόν, τριπλάσιον ἀντιδιδόντες τοῦ χαλκοῦ, διπλάσιον δὲ τοῦ * ἀργύρου, διά τε τὴν ἀπειρίαν τῆς ἐργασίας καὶ τὴν σπάνιν τῶν ἀντιλαμβανομένων, ὧν ἡ χρεία πρὸς τοὺς βίους ἀναγκαιοτέρα.
また、近隣の住民に金を安値で販売しており、銅の3倍、*銀の2倍の量と交換して与えているが、それは加工の技術がないことと、代わりに受け取るものの不足のためであり、それら(銅や銀)の必要性のほうが彼らの生活にとってより切実だからである。

語釈・文法注

  1. 16.4.18διὰ τὸ πᾶσαν τὴν κύκλῳ καυματηράν τε καὶ ἄνυδρον καὶ ἄσκιον ὑπάρχειν — 前置詞 διὰ と冠詞付き不定詞の対格 τὸ ὑπάρχειν による因果関係の表現。不定詞の意味上の主語である対格の名詞句 πᾶσαν τὴν κύκλῳ において、女性名詞 χώραν(土地、地域)が省略されている。
  2. 16.4.18νῦν δὲ Γαρινδαίων ἀνελόντων — 接続詞 δέ を伴う属格独立構文(genitive absolute)であり、直前の παραλία(海岸)の所有状態の変化を時間的・因果的に説明している。意味上「今やガリンダイオイ人が彼らを滅ぼしたので」と訳される。
  3. 16.4.18τηρήσαντες — 写本伝承の τηρήσαντες(守って、観察して)は文脈(金塊に紐を通して首飾りを作る)に適合しないため、古典学の校訂において τερήσαντες(穿孔して、穴をあけて)の誤記とみなされる。翻訳はこの校定に基づいている。

この箇所を引用する

ストラボン, 地理誌 §16.4.18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。