§16.4.18ταῦτʼ εἰπὼν περὶ τῶν Τρωγλοδυτῶν καὶ τῶν προσχώρων Αἰθιόπων ἐπάνεισιν ἐπὶ τοὺς Ἄραβας· καὶ πρώτους ἔπεισι τοὺς τὸν Ἀράβιον κόλπον ἀφορίζοντας καὶ ἀντικειμένους τοῖς Τρωγλοδύταις, ἀρξάμενος ἀπὸ τοῦ Ποσειδίου.
在叙述了关于穴居人和邻近埃塞俄比亚人的这些事情之后,他回到了阿拉伯人:并从波塞迪翁开始,首先巡历那些界定红海(阿拉伯湾)并与穴居人相对的人。
φησὶ δὲ ἐνδοτέρω κεῖσθαι τοῦτο τοῦ μυχοῦ·
他说此地位于海湾最深处更往里的地方。
συνεχῆ δὲ τοῦ Ποσειδίου φοινικῶνα εἶναι εὔυδρον, τιμᾶσθαί τε κομιδῆ διὰ τὸ πᾶσαν τὴν κύκλῳ καυματηράν τε καὶ ἄνυδρον καὶ ἄσκιον ὑπάρχειν, ἐνταῦθα δὲ καὶ τὴν εὐκαρπίαν τῶν φοινίκων εἶναι θαυμαστήν·
与波塞迪翁相连的是一片水源充足的椰枣林,由于周围一带全都炎热、无水且无阴凉,而这里椰枣的丰产令人惊叹,因此极受珍视。
προεστήκασι δὲ τοῦ ἄλσους ἀνὴρ καὶ γυνὴ διὰ γένους ἀποδεδειγμένοι δερματοφόροι, τροφὴν ἀπὸ τῶν φοινίκων ἔχοντες· κοιτάζονται δʼ ἐπὶ δένδρων καλυβοποιησάμενοι διὰ τὸ πλῆθος τῶν θηρίων.
由世袭任命的一男一女身穿兽皮守卫着这片圣林,他们以椰枣为食;由于野兽众多,他们在树上搭起棚子居住。
εἶθʼ ἑξῆς ἔστι νῆσος φωκῶν, ἀπὸ τοῦ πλήθους τῶν θηρίων τούτων ὠνομασμένη.
紧接着是海豹岛,因这种动物数量众多而得名。
πλησίον δʼ αὐτῆς ἀκρωτήριον, ὃ διατείνει πρὸς τὴν Πέτραν τὴν τῶν Ναβαταίων καλουμένων Ἀράβων καὶ τὴν Παλαιστίνην χώραν, εἰς ἣν Μιναῖοί τε καὶ Γερραῖοι καὶ πάντες οἱ πλησιόχωροι τὰ τῶν ἀρωμάτων φορτία κομίζουσιν.
海豹岛附近有一个岬角,一直延伸到被称为纳巴泰阿拉伯人的彼得拉以及巴勒斯坦地区,米奈人和杰拉人以及所有邻近的民族都将香料货物运送到那里。
εἶτʼ ἄλλη παραλία πρότερον μὲν Μαρανιτῶν καλουμένη, ὧν οἳ μὲν ἦσαν γεωργοὶ τινὲς δὲ σκηνῖται, νῦν δὲ Γαρινδαίων ἀνελόντων ἐκείνους δόλῳ· ἐπέθεντο γὰρ αὐτοῖς πενταετηρικήν τινα πανήγυριν ἐπιτελοῦσι, καὶ τούτους τε διέφθειραν καὶ τοὺς ἄλλους ἐπελθόντες ἄρδην διελυμήναντο.
然后是另一处海岸,以前被称为马拉尼塔人海岸,他们中有些是农民,有些是帐篷居住者(游牧民),但现在属于加林达伊人,因为后者用诡计消灭了他们:他们在这些人举行五年一次的节日盛会时发动袭击,不仅杀死了这些人,还袭击并彻底消灭了其余的人。
εἶθʼ ὁ Αἰλανίτης κόλπος καὶ ἡ Ναβαταίων, πολύανδρος οὖσα χώρα καὶ εὔβοτος· οἰκοῦσι δὲ καὶ νήσους προκειμένας πλησίον·
然后是艾拉尼特斯湾和纳巴泰人的土地,那是一个人口稠密、牧草丰美的地方;他们也居住在附近邻近的岛屿上。
οἳ πρότερον μὲν καθʼ ἡσυχίαν ἦσαν, ὕστερον δὲ σχεδίαις ἐλῄζοντο τοὺς ἐκ τῆς Αἰγύπτου πλέοντας· δίκας δʼ ἔτισαν ἐπελθόντος στόλου καὶ ἐκπορθήσαντος αὐτούς.
他们以前安分守己,但后来用木筏劫掠从埃及起航的船只;不过当一支舰队前来袭击并讨伐他们时,他们付出了代价。
ἑξῆς δʼ ἐστὶ πεδίον εὔδενδρόν τε καὶ εὔυδρον καὶ βοσκημάτων παντοίων μεστὸν ἄλλων τε καὶ ἡμιόνων· καὶ καμήλων ἀγρίων καὶ ἐλάφων καὶ δορκάδων πλῆθος ἐν αὐτῷ, λέοντές τε καὶ παρδάλεις καὶ λύκοι συχνοί.
接下去是一片树木繁茂、水源充足的平原,放满了各种牲畜,尤其是骡子;其中有许多野骆驼、鹿和羚羊,还有不少狮子、豹子和狼。
πρόκειται δὲ νῆσος καλουμένη Δία· εἶτα κόλπος ὅσον πεντακοσίων σταδίων ὄρεσι περικλειόμενος καὶ δυσεισβόλῳ στόματι· περιοικοῦσι δὲ θηρευτικοὶ ἄνδρες τῶν χερσαίων ἀγρευμάτων.
它的前方有一座被称为迪亚的岛屿;然后是一个约五百斯塔迪亚宽的海湾,被群山环抱,入口难以进入;周围居住着狩猎陆地猎物的猎人们。
εἶτʼ ἔρημοι τρεῖς νῆσοι πλήρεις ἐλαιῶν, οὐ τῶν παρʼ ἡμῖν ἀλλὰ τῶν ἐντοπίων, ἃς καλοῦμεν Αἰθιοπικάς, ὧν τὸ δάκρυον καὶ ἰατρικῆς δυνάμεώς ἐστιν.
然后是三座荒凉的岛屿,上面长满了橄榄树,不是我们这儿的那种,而是当地的品种(我们称之为埃塞俄比亚橄榄),其分泌的树脂具有药用功效。
ἐφεξῆς δʼ ἐστὶν αἰγιαλὸς λιθώδης, καὶ μετὰ τοῦτον τραχεῖα καὶ δυσπαράπλευστος ὅσον χιλίων σταδίων παραλία σπάνει λιμένων καὶ ἀγκυροβολίων· ὄρος γὰρ παρατείνει τραχὺ καὶ ὑψηλόν· εἶθʼ ὑπώρειαι σπιλαδώδεις μέχρι τῆς θαλάττης, τοῖς ἐτησίαις μάλιστα καὶ ταῖς τότε ἐπομβρίαις ἀβοήθητον παρέχουσαι τὸν κίνδυνον.
紧接着是一处多石的海岸,在此之后是一段约一千斯塔迪亚长、崎岖不平且难以航行的海岸,缺乏港口和锚地;因为有一座崎岖而高耸的山脉绵延其旁;其后是延伸至海边的岩石山麓,这在东北季风(埃特西亚风)特别是当时的暴雨期间,带来了无法求助的危险。
ἑξῆς δʼ ἐστὶ κόλπος νήσους ἔχων σποράδας, καὶ συνεχῶς θῖνες ψάμμου μελαίνης τρεῖς ἄγαν ὑψηλοί, καὶ μετὰ τούτους Χαρμοθᾶς λιμὴν ὅσον σταδίων τὸν κύκλον ἑκατόν, στενὸν καὶ ἐπικίνδυνον ἔχων τὸν εἴσπλουν παντὶ σκάφει, ῥεῖ δὲ καὶ ποταμὸς εἰς αὐτόν· ἐν μέσῳ δὲ νῆσος εὔδενδρος καὶ γεωργήσιμος.
接下去是一个拥有零星岛屿的海湾,随后是三个非常高的黑色沙丘,在这些之后是查莫塔斯港,周长约一百斯塔迪亚,对任何船只来说其入口都狭窄且危险,也有一条河流流入其中;在港口中央有一座树木繁茂、可供耕作的岛屿。
εἶτʼ ἐστὶ παραλία τραχεῖα καὶ μετὰ ταύτην κόλποι τινὲς καὶ χώρα νομάδων ἀπὸ καμήλων ἐχόντων τὸν βίον· καὶ γὰρ πολεμοῦσιν ἀπʼ αὐτῶν καὶ ὁδεύουσι καὶ τρέφονται τῷ τε γάλακτι χρώμενοι καὶ ταῖς σαρξί.
然后是崎岖的海岸,在此之后是一些海湾,以及依靠骆驼维持生计的游牧民的土地;因为他们既在骆驼上作战,也骑着它们旅行,并以其为食,食用它们的奶和肉。
ῥεῖ δὲ ποταμὸς διʼ αὐτῶν ψῆγμα χρυσοῦ καταφέρων, οὐκ ἴσασι δʼ αὐτὸ κατεργάζεσθαι· καλοῦνται δὲ Δέβαι, οἱ μὲν νομάδες οἱ δὲ καὶ γεωργοί.
有一条河流经他们的土地,带来砂金,但他们不知道如何加工它;他们被称为德拜人,其中一些是游牧民,另一些也是农民。
οὐ λέγω δὲ τῶν ἐθνῶν τὰ ὀνόματα τὰ πολλὰ διὰ τὴν ἀδοξίαν καὶ ἅμα ἀτοπίαν τῆς ἐκφορᾶς αὐτῶν.
由于这些部落大多默默无闻,且其名字发音怪异,我便不一一提及它们的名字。
ἐχόμενοι δʼ εἰσὶν ἡμερώτεροι τούτων ἄνδρες εὐκρατοτέραν οἰκοῦντες γῆν· καὶ γὰρ εὔυδρός ἐστι καὶ εὔομβρος· χρυσός τε ὀρυκτὸς γίνεται παρʼ αὐτοῖς οὐ ψήγματος ἀλλὰ βωλαρίων χρυσοῦ καθάρσεως οὐ πολλῆς δεομένων, μέγεθος δʼ ἐχόντων ἐλάχιστον μὲν πυρῆνος μέσον δὲ μεσπίλου μέγιστον δὲ καρύου·
紧邻他们的是比这些人更开明的人,居住在气候更温和的土地上;因为那里水源充足且雨水丰沛;他们那里产出开采出的黄金,不是砂金,而是不需要太多提炼的金块,其尺寸最小如水果核,中等如枇杷(西洋山楂),最大如核桃。
τηρήσαντες δὲ ταῦτα ἐναλλὰξ λίθοις διαφανέσιν ὅρμους ποιοῦνται διείροντες λίνον, περιτίθενται δὲ περὶ τοὺς τραχήλους καὶ καρπούς· πωλοῦσι δὲ καὶ πρὸς τοὺς ἀστυγείτονας εὔωνον τὸν χρυσόν, τριπλάσιον ἀντιδιδόντες τοῦ χαλκοῦ, διπλάσιον δὲ τοῦ * ἀργύρου, διά τε τὴν ἀπειρίαν τῆς ἐργασίας καὶ τὴν σπάνιν τῶν ἀντιλαμβανομένων, ὧν ἡ χρεία πρὸς τοὺς βίους ἀναγκαιοτέρα.
他们给这些金块打眼,用麻线将它们与透明的宝石交替穿起来做成项链,戴在脖子和手腕上;他们还把黄金廉价卖给邻居,换取三倍于黄金的铜和两倍于黄金的 * 银,这既是由于他们缺乏加工技术,也是因为缺乏作为交换得到的东西,而这些东西对于他们的生活来说是更必需的。