Humanitext Reader

ストラボン · 地理誌 §16.4.16-16.4.17

南方の珍奇な動物と穴居人の生活習俗

535 / 577 箇所 · ギリシア語

要旨

キリンやサルの奇妙な特徴、肉食の野生の雄牛や大蛇などの動物について述べた後、トログロデュテス(穴居人)の遊牧生活、特異な婚姻制度、食習慣、武器、葬儀の風習などを紹介する。

§16.4.16γίνονται δʼ ἐν τούτοις τοῖς τόποις καὶ αἱ καμηλοπαρδάλεις, οὐδὲν ὅμοιον ἔχουσαι παρδάλει·
また、これらの場所にはキリンも産するが、ヒョウに似ている点はまったくない。
τὸ γὰρ ποικίλον τῆς χρόας νεβρίσι μᾶλλον ἔοικε ῥαβδωτοῖς σπίλοις κατεστιγμέναις·
というのも、その体色のまだら模様は、縞状の斑点で斑に彩られた小鹿の皮のほうにむしろ似ているからである。
τελέως δὲ τὰ ὀπίσθια ταπεινότερα τῶν ἐμπροσθίων ἐστίν, ὥστε δοκεῖν συγκαθῆσθαι τῷ οὐραίῳ μέρει τὸ ὕψος βοὸς ἔχοντι, τὰ δὲ ἐμπρόσθια σκέλη τῶν καμηλείων οὐ λείπεται·
後ろ脚は前脚に比べて完全に低く、そのため、牛ほどの高さを持つ尾部にしゃがみ込んでいるように見え、一方で前脚はラクダのそれより劣ることはない。
τράχηλος δʼ εἰς ὕψος ἐξηρμένος ὀρθός, τὴν κορυφὴν δὲ πολὺ ὑπερπετεστέραν ἔχει τῆς καμήλου·
首は直立して高く伸びており、その頂はラクダよりもはるかに高い位置にある。
διὰ δὲ τὴν ἀσυμμετρίαν ταύτην οὐδὲ τάχος οἶμαι τοσοῦτον εἶναι περὶ τὸ ζῷον, ὅσον εἴρηκεν Ἀρτεμίδωρος ἀνυπέρβλητον φήσας·
この不釣り合いのせいで、アルテミドロスがそれを比類なきものであると言って主張したほどの速さは、この動物にはないと私は思う。
ἀλλʼ οὐδὲ θηρίον ἐστίν, ἀλλὰ βόσκημα μᾶλλον·
いや、これは野生動物でさえなく、むしろ家畜に近い。
οὐδεμίαν γὰρ ἀγριότητα ἐμφαίνει·
いかなる凶暴さも見せないからである。
γίνονται δέ, φησί, καὶ σφίγγες καὶ κυνοκέφαλοι καὶ κῆβοι λέοντος μὲν πρόσωπον ἔχοντες τὸ δὲ λοιπὸν σῶμα πάνθηρος, μέγεθος δὲ δορκάδος·
彼が言うには、スフィンクスや、ドッグヘッドアペ、およびライオンの顔を持ち、身体の残りの部分はヒョウで、大きさはガゼルのようであるケボスも産する。
καὶ ταῦροι δʼ εἰσὶν ἄγριοι καὶ σαρκοφάγοι, μεγέθει πολὺ τοὺς παρʼ ἡμῖν ὑπερβεβλημένοι καὶ τάχει, πυρροὶ τὴν χρόαν·
また、野生の肉食の雄牛もおり、私たちの国のものより大きさと速さにおいてはるかに勝り、体色は赤褐色である。
κροκούττας δʼ ἐστὶ μῖγμα λύκου καὶ κυνός, ὥς φησιν οὗτος.
また、クロクッタスは、彼の言うところでは、オオカミと犬の混血である。
ἃ δʼ ὁ Σκήψιος λέγει Μητρόδωρος ἐν τῷ περὶ συνηθείας βιβλίῳ μύθοις ἔοικε καὶ οὐ φροντιστέον αὐτῶν.
スケプシスのメトロドロスがその著書『慣習について』の中で述べていることは、神話に似ており、顧みるに値しない。
καὶ δρακόντων δʼ εἴρηκε μεγέθη τριάκοντα πηχῶν ὁ Ἀρτεμίδωρος ἐλέφαντας καὶ ταύρους χειρουμένων, μετριάσας ταύτῃ γε·
さらにアルテミドロスは、ゾウや雄牛を退治するような、三十ペーキュスの大きさの蛇についても述べているが、これについては控えめな表現をとっている。
οἱ γὰρ Ἰνδικοὶ μυθωδέστεροι καὶ οἱ Λιβυκοί, οἷς γε καὶ πόα ἐπιπεφυκέναι λέγεται.
というのも、インドやリビアの大蛇はさらに荒唐無稽であり、そこには草さえ生え育っていると言われているからである。
§16.4.17νομαδικὸς μὲν οὖν ὁ βίος τῶν Τρωγλοδυτῶν, τυραννοῦνται δὲ καθʼ ἕκαστα, κοιναὶ δὲ καὶ γυναῖκες καὶ τέκνα πλὴν τοῖς τυράννοις, τῷ δὲ τὴν τυράννου φθείραντι πρόβατον ἡ ζημία ἐστί·
さて、トログロデュテス(穴居人)の生活は遊牧的であり、個々の部族ごとに支配者を戴いている。 妻たちと子供たちは、支配者たちを除いて共有であり、支配者の妻を犯した者への処罰は羊一頭である。
στιβίζονται δʼ ἐπιμελῶς αἱ γυναῖκες, περίκεινται δὲ τοῖς τραχήλοις κογχία ἀντὶ βασκανίων.
女性たちは入念にアンチモンで化粧をし、魔除けの代わりに貝殻を首の周りに身につけている。
πολεμοῦσι δὲ περὶ τῆς νομῆς, κατʼ ἀρχὰς μὲν διωθούμενοι ταῖς χερσίν, εἶτα λίθοις, ὅταν δὲ τραῦμα γένηται, καὶ τοξεύμασι καὶ μαχαιρίσι·
彼らは牧草地を巡って争うが、最初は手で押し合い、次に石を用い、傷を負う者が現れると、矢や短刀も用いる。
διαλύουσι δʼ αἱ γυναῖκες εἰς μέσους προϊοῦσαι καὶ δεήσεις προσενέγκασαι·
しかし、女性たちがその中間に割って入り、懇願を行うことによって仲裁する。
τροφὴ δʼ ἔκ τε σαρκῶν καὶ τῶν ὀστέων κοπτομένων ἀναμὶξ καὶ εἰς τὰς δορὰς ἐνειλουμένων, εἶτʼ ὀπτωμένων καὶ ἄλλως πολλαχῶς σκευαζομένων ὑπὸ τῶν μαγείρων, οὓς καλοῦσιν ἀκαθάρτους·
食物は、肉と砕いた骨を混ぜ合わせ、皮の中に包み込んでから、彼らが「不浄な者たち」と呼ぶ料理人によって焼かれたり、その他さまざまな方法で調理されたりしたものである。
ὥστε μὴ κρεοφαγεῖν μόνον ἀλλὰ καὶ ὀστοφαγεῖν καὶ δερματοφαγεῖν·
その結果、彼らは肉を食べるだけでなく、骨や皮も食べることになる。
χρῶνται δὲ καὶ τῷ αἵματι καὶ τῷ γάλακτι καταμίξαντες.
また、彼らは血と牛乳を混ぜ合わせて利用する。
ποτὸν δὲ τοῖς μὲν πολλοῖς ἀπόβρεγμα παλιούρου, τοῖς δὲ τυράννοις μελίκρατον, ἀπʼ ἄνθους τινὸς ἐκπιεζομένου τοῦ μέλιτος.
飲み物は、大衆にとってはパウリウルスの浸出液であるが、支配者たちにとっては、ある花から搾り取られた蜜からなる蜜水である。
ἔστι δʼ αὐτοῖς χειμὼν μὲν ἡνίκα οἱ ἐτησίαι πνέουσι (κατομβροῦνται γάρ), θέρος δʼ ὁ λοιπὸς χρόνος.
彼らにとっての冬とは、エテシア風が吹く時期であり(雨が降るからである)、残りの期間が夏である。
γυμνῆται δὲ καὶ δερματοφόροι καὶ σκυταληφόροι διατελοῦσιν·
彼らは裸、あるいは獣皮をまとい、棍棒を携えて過ごす。
εἰσὶ δʼ οὐ κολοβοὶ μόνον ἀλλὰ καὶ περιτετμημένοι τινὲς καθάπερ Αἰγύπτιοι.
また、身体に欠損があるだけでなく、エジプト人のように割礼を施されている者たちもいる。
οἱ δὲ Μεγαβάροι Αἰθίοπες τοῖς ῥοπάλοις καὶ τύλους προστιθέασι σιδηροῦς, χρῶνται δὲ καὶ λόγχαις καὶ ἀσπίσιν ὠμοβυρσίνοις, οἱ δὲ λοιποὶ Αἰθίοπες τόξοις καὶ λόγχαις.
メガバロイ・アイティオピア人は棍棒に鉄の突起を取り付けており、槍や、生の牛皮で作られた盾も用いるが、残りのアイティオピア人は弓と槍を用いる。
θάπτουσι δέ τινες τῶν Τρωγλοδυτῶν ῥάβδοις παλιουρίναις δήσαντες τὸν αὐχένα τῶν νεκρῶν πρὸς τὰ σκέλη, ἔπειτα εὐθὺς καταλεύουσιν ἱλαροί, γελῶντες ἅμα, ἕως ἂν τοῦ τὴν ὄψιν σώματος ἀποκρύψωσιν· εἶτʼ ἐπιθέντες κέρας αἴγειον ἀπίασιν.
トログロデュテスの一部の人々は、死者の首をパウリウルスの枝で脚に縛り付け、その直後に朗らかに笑いながら、死体の姿が見えなくなるまで石を投げつけ、それから山羊の角をその上に置いて立ち去る。
ὁδοιποροῦσι δὲ νύκτωρ ἐκ τῶν ἀρρένων θρεμμάτων κώδωνας ἐξάψαντες, ὥστʼ ἐξίστασθαι τὰ θηρία τῷ ψόφῳ·
また、夜間に移動する際には、猛獣がその音に驚いて退散するように、雄の家畜に鈴を取り付ける。
καὶ λαμπάσι δὲ καὶ τόξοις ἐπὶ τὰ θηρία χρῶνται, καὶ διαγρυπνοῦσι τῶν ποιμνίων χάριν ᾠδῇ τινι χρώμενοι πρὸς τῷ πυρί.
そして、猛獣に対しては松明や弓も用い、火のそばで何らかの歌を歌いながら、群れのために夜通し見張りをする。

語釈・文法注

  1. 16.4.16ὥστε δοκεῖν συγκαθῆσθαι τῷ οὐραίῳ μέρει τὸ ὕψος βοὸς ἔχοντι — 接続詞 ὥστε に続く不定詞構文。分詞 ἔχοντι は与格の名詞句 τῷ οὐραίῳ μέρει(尾部・臀部)を修飾しており、「牛ほどの高さを持つ後部によって、しゃがみこんでいるように見える」という意味を表す。
  2. 16.4.17τῷ δὲ τὴν τυράννου φθείραντι — 冠詞付きの分詞 τῷ φθείραντι(犯した者)は与格で、後ろに続く ἐστί とともに所有の与格(または不利益の与格)を構成し、「〜を犯した者には罰金(が科される)」となる。また、τὴν は女性名詞 γυναῖκα(妻)を省略したものであり、属格 τυράννου がこれに係っている。
  3. 16.4.17τροφὴ δʼ ἔκ τε σαρκῶν καὶ τῶν ὀστέων κοπτομένων ἀναμὶξ καὶ εἰς τὰς δορὰς ἐνειλουμένων — 主動詞 ἐστί が省略された名詞文。前置詞 ἐκ の名詞 σαρκῶν(肉)と ὀστέων(骨)に、形容詞的に分詞 κοπτομένων(砕かれた)と ἐνειλουμένων(包まれた)が係っている。副詞 ἀναμίξ(混ぜ合わされて)が挿入されて、調理の様子を記述している。

この箇所を引用する

ストラボン, 地理誌 §16.4.16-16.4.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.16-16.4.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。