§16.4.19συνάπτει δʼ ἡ τῶν Σαβαίων εὐδαιμονεστάτη, μεγίστου ἔθνους, παρʼ οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κιννάμωμον·
サバ人たちの非常に繁栄した国がこれに隣接しており、彼らは最大の部族である。 彼らのもとには没薬、乳香、シナモンがある。
ἐν δὲ τῇ παραλίᾳ καὶ βάλσαμον καὶ ἄλλη τις πόα σφόδρα εὐώδης, ταχὺ δʼ ἐξίτηλον τὴν ὀδμὴν ἔχουσα·
沿岸部にはバルサム(香油)や、非常に香りが高いが、すぐにその香りが消えてしまうような別の草もある。
εἰσὶ δὲ καὶ φοίνικες εὐώδεις καὶ κάλαμος, ὄφεις δὲ σπιθαμιαῖοι φοινικοῖ τὴν χρόαν, προσαλλόμενοι καὶ μέχρι λαγόνος, τὸ δῆγμα ἔχοντες ἀνήκεστον.
また、芳香のあるナツメヤシや葦もあり、体長が1スパン(約22センチメートル)ほどで、色が真紅の蛇たちがおり、脇腹の高さまで跳び上がり、その噛み傷は不治のものである。
διὰ δὲ τὴν ἀφθονίαν τῶν καρπῶν ἀργοὶ καὶ ῥᾴθυμοι τοῖς βίοις εἰσὶν οἱ ἄνθρωποι·
作物が豊かであるため、人々は生活において怠惰で不精である。
κοιτάζονται δὲ ἐπὶ * τῶν ῥιζῶν τῶν δένδρων ἐκτέμνοντες οἱ πολλοὶ καὶ δημοτικοί·
一般の多くの民衆は、[枝を]切り落として、樹木の根元で眠る。
διαδεχόμενοι δʼ οἱ σύνεγγυς ἀεὶ τὰ φορτία, τοῖς μετʼ αὐτοὺς παραδιδόασι μέχρι Συρίας καὶ Μεσοποταμίας·
隣接する者たちが常に順々に荷物を受け取り、自分たちの次の者たちへと引き渡し、シリアやメソポタミアにまで運ぶ。
καρούμενοι δʼ ὑπὸ τῶν εὐωδιῶν αἴρουσι τὸν κάρον ἀσφάλτου θυμιάματι καὶ τράγου πώγωνος.
彼らはその芳香のために昏睡(こんすい)させられるが、アスファルトとヤギの髭の燻煙によってその昏睡を払いのける。
ἡ δὲ πόλις τῶν Σαβαίων, ἡ Μαρίαβα, κεῖται μὲν ἐπʼ ὄρους εὐδένδρου.
サバ人の都市マリアバは、樹木の豊かな山の上に位置している。
βασιλέα δʼ ἔχει κύριον τῶν κρίσεων καὶ τῶν ἄλλων, ἐκ δὲ τῶν βασιλείων οὐ θέμις ἐξιέναι, ἢ καταλεύουσιν αὐτὸν παραχρῆμα οἱ ὄχλοι κατά τι λόγιον·
そこには裁判やその他の事柄を主宰する王がいるが、王宮から外出することは許されておらず、もし外出すれば、群衆が神託に従って彼を直ちに石打ちにして殺す。
ἐν χλιδῇ δʼ ἐστὶ γυναικείᾳ καὶ αὐτὸς καὶ οἱ περὶ αὐτόν·
王自身もその周囲の者たちも、女のような贅沢の中に暮らしている。
τὰ δὲ πλήθη τὰ μὲν γεωργεῖ τὰ δʼ ἐμπορεύεται τὰ ἀρώματα τά τε ἐπιχώρια καὶ τὰ ἀπὸ τῆς Αἰθιοπίας, πλέοντες ἐπʼ αὐτὰ διὰ τῶν στενῶν δερματίνοις πλοίοις·
民衆は、ある者は農業を営み、ある者は地元の香料やエチオピア産の香料を取引しており、これら(エチオピアの香料)を求めて、狭い海峡を革の船で航海する。
τοσαῦτα δʼ ἐστὶ τὸ πλῆθος ὥστʼ ἀντὶ φρυγάνων καὶ τῆς καυσίμου ὕλης χρῆσθαι κινναμώμῳ καὶ κασίᾳ καὶ τοῖς ἄλλοις.
それら(香料)の数量は非常に多いため、彼らは柴や燃料の代わりにシナモンやカシアなどの香料を使用するほどである。
γίνεται δʼ ἐν τοῖς Σαβαίοις καὶ τὸ λάριμνον, εὐωδέστατον θυμίαμα.
サバ人の間では、非常に香りの良い香料であるラリムノンも産出する。
ἐκ δὲ τῆς ἐμπορίας οὗτοί τε καὶ Γερραῖοι πλουσιώτατοι πάντων εἰσίν, ἔχουσί τε παμπληθῆ κατασκευὴν χρυσωμάτων τε καὶ ἀργυρωμάτων, κλινῶν τε καὶ τριπόδων καὶ κρατήρων σὺν ἐκπώμασι καὶ τῇ τῶν οἴκων πολυτελείᾳ·
この交易によって、彼ら(サバ人)とゲラ人はすべての民の中で最も富んでおり、金器や銀器、寝台、三脚器、混酒器とそれに付随する杯を数多く所有し、家屋の調度も極めて豪華である。
καὶ γὰρ θυρώματα καὶ τοῖχοι καὶ ὀροφαὶ διʼ ἐλέφαντος καὶ χρυσοῦ καὶ ἀργύρου λιθοκολλήτου τυγχάνει διαπεποικιλμένα.
実際、戸口や壁、天井が、象牙や金、銀、宝石を散りばめたものによって装飾されているからである。
ταῦτα μὲν περὶ τούτων εἴρηκε, τἆλλα δὲ τὰ μὲν παραπλησίως τῷ Ἐρατοσθένει λέγει, τὰ δὲ παρὰ τῶν ἄλλων ἱστορικῶν παρατίθησιν.
彼はこれらについてこのように述べており、その他のことについては、あるものはエラトステネスとほぼ同様に語り、あるものは他の歴史家たちから引用して提示している。
§16.4.20Ἐρυθρὰν γὰρ λέγειν τινὰς τὴν θάλατταν ἀπὸ τῆς χροιᾶς τῆς ἐμφαινομένης κατʼ ἀνάκλασιν, εἴτε ἀπὸ τοῦ ἡλίου κατὰ κορυφὴν ὄντος εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ἐκ τῆς ἀποκαύσεως·
すなわち、ある人々は紅海(エリトラ海)を、反射によって現れる色からそのように呼んでいると彼は述べている。 それは太陽が真上にあるためであるか、あるいは山々が灼熱によって赤くなっているためであるか、そのいずれかである。
ἀμφοτέρως γὰρ εἰκάζειν·
というのも、彼らはその両方の可能性を推測しているからである。
Κτησίαν δὲ τὸν Κνίδιον πηγὴν ἱστορεῖν ἐκδιδοῦσαν εἰς τὴν θάλατταν ἐρευθὲς καὶ μιλτῶδες ὕδωρ·
一方、クニドスのクテシアスは、海に赤く赭石(しゃせき)色の水を流し出している水源があると報告している。
Ἀγαθαρχίδην δὲ τὸν ἐκείνου πολίτην παρά τινος Βόξου, τὸ γένος, ἱστορῆσαι διότι Πέρσης τις Ἐρύθρας, ἱπποφορβίου τινὸς ὑπὸ λεαίνης οἴστρῳ κατασχομένης ἐξελαθέντος μέχρι θαλάττης κἀκεῖθεν εἰς νῆσόν τινα διάραντος, σχεδίαν πηξάμενος πρῶτος περαιωθείη πρὸς τὴν νῆσον·
また、彼の同郷人であるアガタルキデスは、血統においてはペルシア人であるボクソスなる人物から、以下の話を報告している。 すなわち、エリトラスという名のペルシア人が、ある馬の群れが、狂乱した一頭の雌ライオンに追われて海まで逃げ、そこからある島へと渡った際、彼が最初に筏を組んでその島へと渡った。
ἰδὼν δὲ καλῶς οἰκήσιμον τὴν μὲν ἀγέλην εἰς τὴν Περσίδα ἀπαγάγοι πάλιν, ἀποίκους δʼ ἐκεῖ στείλαι τε καὶ τὰς ἄλλας νήσους καὶ τὴν παραλίαν, ἐπώνυμον δὲ ποιήσειεν ἑαυτοῦ τὸ πέλαγος.
そして、そこが居住に適しているのを見て、群れを再びペルシアへと連れ帰ったが、そこや他の島々、またその沿岸部に植民者を送り、その海に自分の名(エリトラス)を冠した。
τοὺς δὲ Περσέως υἱὸν ἀποφαίνεσθαι τὸν Ἐρύθραν, ἡγήσασθαί τε τῶν τόπων.
また、ある者たちは、エリトラスをペルセウスの息子であり、この地方の支配者であったと主張している。
λέγεται δʼ ὑπό τινων τὰ ἀπὸ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου μέχρι τῆς κινναμωμοφόρου τῆς ἐσχάτης πεντακισχιλίων σταδίων, οὐκ εὐκρινῶς, εἴτʼ ἐπὶ νότον εἴτʼ ἐπὶ τὰς ἀνατολάς.
アラビア湾の海峡から、極東(最果て)のシナモン生産地までの距離は五千スタディオンであると一部の人々によって言われているが、それが南に向かってなのか、それとも東に向かってなのかは明確ではない。
λέγεται δὲ καὶ διότι ὁ σμάραγδος καὶ ὁ βήρυλλος ἐν τοῖς τοῦ χρυσίου μετάλλοις ἐγγίνεται.
また、エメラルドとベリルは金の鉱山の中で産出するとも言われている。
εἰσὶ δὲ καὶ ἅλες εὐώδεις ἐν Ἄραψιν, ὥς φησι Ποσειδώνιος.
さらにポセイドニオスが言うには、アラビア人のところには芳香のある塩もある。