§16.2.28εἶτα Ἰόπη, καθʼ ἣν ἡ ἀπὸ τῆς Αἰγύπτου παραλία σημειωδῶς ἐπὶ τὴν ἄρκτον κάμπτεται, πρότερον ἐπὶ τὴν ἕω τεταμένη.
次にヨッパがあり、そこにおいて、エジプトからの海岸線は、それまでは東へと伸びていたが、著しく北へと曲がっている。
ἐνταῦθα δὲ μυθεύουσί τινες τὴν Ἀνδρομέδαν ἐκτεθῆναι τῷ κήτει·
ここでは、アンドロメダが怪獣に曝されたと神話に語る人々がいる。
ἐν ὕψει δέ ἐστιν ἱκανῶς τὸ χωρίον ὥστʼ ἀφορᾶσθαί φασιν ἀπʼ αὐτοῦ τὰ Ἱεροσόλυμα τὴν τῶν Ἰουδαίων μητρόπολιν·
この土地は十分に高い場所にあり、そこからユダヤ人の首都エルサレムが見渡せると人々は言う。
καὶ δὴ καὶ ἐπινείῳ τούτῳ κέχρηνται καταβάντες μέχρι θαλάττης οἱ Ἰουδαῖοι·
実際、ユダヤ人たちも海まで下ってきて、ここを港として利用している。
τὰ δʼ ἐπίνεια τῶν λῃστῶν λῃστήρια δῆλον ὅτι ἐστί.
もちろん、海賊たちの港は海賊の巣窟である。
τούτων δὲ καὶ ὁ Κάρμηλος ὑπῆρξε καὶ ὁ δρυμός·
カルメロス山も森も、これらの海賊たちに属していた。
καὶ δὴ καὶ εὐάνδρησεν οὗτος ὁ τόπος, ὥστʼ ἐκ τῆς πλησίον κώμης Ἰαμνείας καὶ τῶν κατοικιῶν τῶν κύκλῳ τέτταρας μυριάδας ὁπλίζεσθαι.
そして実際、この地方は人口が非常に稠密になり、近隣の村ヤムニアとその周辺の居住地から4万の兵を武装させることができるほどであった。
εἰσὶ δʼ ἐντεῦθεν εἰς τὸ Κάσιον τὸ πρὸς Πηλουσίῳ μικρῷ πλείους ἢ χίλιοι στάδιοι, τριακόσιοι δʼ ἄλλοι πρὸς αὐτὸ τὸ Πηλούσιον.
ここからペルシオン近くのカシオン山までは1000スタディオンより少し多く、さらにペルシオン自体まではあと300スタディオンある。
§16.2.29Ἐν δὲ τῷ μεταξὺ καὶ ἡ Γαδαρὶς ἔστιν, ἣν καὶ αὐτὴν ἐξιδιάσαντο οἱ Ἰουδαῖοι·
その間にはガダリスもあり、それもまたユダヤ人たちが自分たちのものにした。
εἶτʼ Ἀζωτὸς καὶ Ἀσκάλων.
それからアゾトスとアスカロンである。
ἀπὸ δὲ Ἰαμνείας εἰς Ἀζωτὸν καὶ Ἀσκάλωνά εἰσιν ὅσον διακόσιοι στάδιοι.
ヤムニアからアゾトスおよびアスカロンまでは約200スタディオンである。
κρομμυών τʼ ἀγαθός ἐστιν ἡ χώρα τῶν Ἀσκαλωνιτῶν, πόλισμα δὲ μικρόν.
アスカロン人の土地はタマネギがよく育ち、町自体は小さい。
ἐντεῦθεν ἦν Ἀντίοχος ὁ φιλόσοφος μικρὸν πρὸ ἡμῶν γεγονώς.
ここから、私たちの少し前の時代の人である哲学者アンティオコスが出た。
ἐκ δὲ τῶν Γαδάρων Φιλόδημός τε ὁ Ἐπικούρειος καὶ Μελέαγρος καὶ Μένιππος ὁ σπουδογέλοιος καὶ Θεόδωρος ὁ καθʼ ἡμᾶς ῥήτωρ.
またガダラからは、エピクロス派のフィロデモス、メレアグロス、半真半仮のメニッポス、そして私たちの時代の弁論家テオドロスが出た。
§16.2.30εἶθʼ ὁ τῶν Γαζαίων λιμὴν πλησίον·
次いで、ガザ人の港が近くにある。
ὑπέρκειται δὲ καὶ ἡ πόλις ἐν ἑπτὰ σταδίοις, ἔνδοξός ποτε γενομένη, κατεσπασμένη δʼ ὑπὸ Ἀλεξάνδρου καὶ μένουσα ἔρημος.
町もまた7スタディオン内陸に位置しており、かつては栄えていたが、アレクサンドロスによって破壊され、荒廃したままである。
ἐντεῦθεν δʼ ὑπέρβασις λέγεται χιλίων διακοσίων ἑξήκοντα σταδίων εἰς Αἴλανα πόλιν ἐπὶ τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου κειμένην·
ここから、アラビア湾の最奥部に位置する都市アイラナまで、1260スタディオンの陸路の横断路があると言われている。
διττὸς δʼ ἐστίν, ὁ μὲν ἔχων εἰς τὸ πρὸς τῇ Ἀραβίᾳ καὶ τῇ Γάζῃ μέρος, ὃν Αἰλανίτην προσαγορεύουσιν ἀπὸ τῆς ἐν αὐτῷ πόλεως, ὁ δʼ εἰς τὸ πρὸς Αἰγύπτῳ κατὰ τὴν Ἡρώων πόλιν, εἰς ὃν ἐκ Πηλουσίου ἡ ὑπέρθεσις ἐπιτομωτέρα·
湾は二重になっており、一方はアラビアおよびガザの側にあり、そこにある都市からアイラニテスと呼ばれ、他方はエジプトの側にあり、ヘロオン・ポリスに臨んでおり、ペルシオンからの横断路はこちらの方が近道である。
διʼ ἐρήμων δὲ καὶ ἀμμωδῶν χωρίων αἱ ὑπερβάσεις ἐπὶ καμήλων· πολὺ δὲ καὶ τὸ τῶν ἑρπετῶν ἐν αὐταῖς πλῆθος.
砂漠や砂地の地方を通るこれらの横断路はラクダで行われ、そこには多くの這う虫も非常に多く生息している。
§16.2.31μετὰ δὲ Γάζαν Ῥαφία, ἐν ᾗ μάχη συνέβη Πτολεμαίῳ τε τῷ τετάρτῳ καὶ Ἀντιόχῳ τῷ Μεγάλῳ.
ガザの次にはラフィアがあり、そこではプトレマイオス4世とアンティオコス大王との間で戦いが起こった。
εἶτα Ῥινοκόρουρα, ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων ἠκρωτηριασμένων τὰς ῥῖνας οὕτω καλουμένη·
次いでリノコルラがあり、かつてそこに植民させられた、鼻を削がれた人々のおかげでそう呼ばれている。
τῶν γὰρ Αἰθιόπων τις ἐπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἀντὶ τοῦ ἀναιρεῖν τοὺς κακούργους ἀποτέμνων τὰς ῥῖνας ἐνταῦθα κατῴκιζεν, ὡς οὐκ ἂν ἔτι τολμήσοντας κακουργεῖν διὰ τὴν αἰσχύνην τῆς ὄψεως.
というのも、エチオピア人のある王がエジプトに侵入した際、悪人たちを死刑にする代わりに鼻を切り落としてここに住まわせたからである。 容貌の恥ずかしさから、彼らが二度と悪事を働こうとしないだろうと考えてのことである。
§16.2.32καὶ αὐτὴ μὲν οὖν ἡ ἀπὸ Γάζης λυπρὰ πᾶσα ἀμμώδης·
このように、ガザからのこの地帯は全体として不毛で砂だらけである。
ἔτι δὲ μᾶλλον τοιαύτη ἡ ἐφεξῆς ὑπερκειμένη, ἔχουσα τὴν Σιρβωνίδα λίμνην παράλληλόν πως τῇ θαλάττῃ μικρὰν δίοδον ἀπολείπουσαν μεταξὺ μέχρι τοῦ ἐκρήγματος καλουμένου, μῆκος ὅσον διακοσίων σταδίων, πλάτος δὲ τὸ μέγιστον πεντήκοντα·
それに続く内陸の地帯はなおさらそうであり、そこには海とほぼ平行に走るシルボニス湖があり、いわゆる「決壊口」にいたるまでの間に、長さ約200スタディオン、最大幅50スタディオンの狭い通路をその間に残している。
τὸ δʼ ἔκρηγμα συγκέχωσται.
しかし、その決壊口は砂で塞がってしまっている。
εἶτα συνεχὴς ἄλλη τοιαύτη ἡ ἐπὶ τὸ Κάσιον, κἀκεῖθεν ἐπὶ τὸ Πηλούσιον.
それからカシオン山へと続く、これと同様の地帯があり、そこからさらにペルシオンへと続いている。
§16.2.33ἔστι δὲ τὸ Κάσιον θινώδης τις λόφος ἀκρωτηριάζων ἄνυδρος, ὅπου τὸ Πομπηίου τοῦ Μάγνου σῶμα κεῖται καὶ Διός ἐστιν ἱερὸν Κασίου·
カシオンは、水のない、突き出た砂丘の丘であり、そこには大ポンペイウスの体が横たわっており、ゼウス・カシオスの神殿がある。
πλησίον δὲ καὶ ἐσφάγη ὁ Μάγνος δολοφονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων.
そしてその近くで、ポンペイウスはエジプト人たちにだまし討ちされて殺害された。
εἶθʼ ἡ ἐπὶ Πηλούσιον ὁδός, ἐν ᾗ τὰ Γέρρα καὶ ὁ Χαβρίου λεγόμενος χάραξ καὶ τὰ πρὸς τῷ Πηλουσίῳ βάραθρα ἃ ποιεῖ παρεκχεόμενος ὁ Νεῖλος, φύσει κοίλων καὶ ἑλωδῶν ὄντων τῶν τόπων.
それからペルシオンへ至る道があり、そこにはゲラや、いわゆる「カブリアスの防塁」、そしてペルシオンの近くにある沼地がある。 これらは、元々その土地が低地で湿地帯であるため、ナイル川が溢れ出ることによって形成されるものである。
τοιαύτη μὲν ἡ Φοινίκη.
フォイニキアはこのようである。
φησὶ δʼ Ἀρτεμίδωρος εἰς τὸ Πηλούσιον ἐκ μὲν Ὀρθωσίας εἶναι σταδίους τρισχιλίους ἑξακοσίους πεντήκοντα κατακολπίζοντι·
アルテミドロスが言うには、入江に沿って進むと、オルトシアからペルシオンまでは3650スタディオンである。
ἐκ δὲ Μελαινῶν ἢ Μελανιῶν τῆς Κιλικίας τῶν πρὸς Κελένδεριν ἐπὶ μὲν τὰ μεθόρια τῆς Κιλικίας καὶ Συρίας χιλίους καὶ ἐνακοσίους·
キリキアのケレンデリス近くのメライナイ、またはメラニアイから、キリキアとシリアの境界までは1900スタディオン。
ἐντεῦθεν δʼ ἐπὶ τὸν Ὀρόντην πεντακοσίους εἴκοσιν· εἶτʼ ἐπὶ Ὀρθωσίαν χιλίους ἑκατὸν τριάκοντα.
そこからオロンテス川までは520スタディオン、そこからオルトシアまでは1130スタディオンである。