Humanitext Reader

ストラボン · 地理誌 §16.2.24-16.2.27

シドンとティルスの学問とプトレマイス周辺

523 / 577 箇所 · ギリシア語

要旨

シドンとティルスの哲学者や科学の歴史について論じ、プトレマイス周辺のガラス砂の産出と、この地域で起こった津波の特異な自然現象について記述している。

§16.2.24σιδώνιοι δὲ πολύτεχνοί τινες παραδέδονται καὶ καλλίτεχνοι, καθάπερ καὶ ὁ ποιητὴς δηλοῖ·
シドン人は、詩人も示しているように、多芸でまた優れた工芸家であると伝えられている。
πρὸς δὲ καὶ φιλόσοφοι περί τε ἀστρονομίαν καὶ ἀριθμητικήν, ἀπὸ τῆς λογιστικῆς ἀρξάμενοι καὶ τῆς νυκτιπλοίας·
さらに彼らは、実用計算と夜間航海から始めて、天文学と算術に関する哲学者でもある。
ἐμπορικὸν γὰρ καὶ ναυκληρικὸν ἑκάτερον·
というのも、双方の都市とも商業的・航海的だからである。
καθάπερ καὶ τῶν Αἰγυπτίων εὕρεμα γεωμετρίαν φασὶν ἀπὸ τῆς χωρομετρίας, ἣν ὁ Νεῖλος ἀπεργάζεται συγχέων τοὺς ὅρους κατὰ τὰς ἀναβάσεις.
ちょうど、幾何学はエジプト人の発明だと言われているように。 それは、ナイル川が増水の際に境界線を乱すことで引き起こす土地測量から始まったものである。
τοῦτο μὲν οὖν παρʼ Αἰγυπτίων ἥκειν εἰς τοὺς Ἕλληνας πεπιστεύκασιν, ἀστρονομίαν δὲ καὶ ἀριθμητικὴν παρὰ Φοινίκων·
したがって、このこと(幾何学)はエジプト人からギリシア人のもとに届いたと信じられており、天文学と算術はフォイニキア人から届いたと信じられている。
νυνὶ δὲ πάσης καὶ τῆς ἄλλης φιλοσοφίας εὐπορίαν πολὺ πλείστην λαβεῖν ἔστιν ἐκ τούτων τῶν πόλεων·
そして現在では、他のあらゆる哲学についても、極めて豊富な知識をこれらの都市から得ることができる。
εἰ δὲ δεῖ Ποσειδωνίῳ πιστεῦσαι, καὶ τὸ περὶ τῶν ἀτόμων δόγμα παλαιόν ἐστιν ἀνδρὸς Σιδωνίου Μώχου πρὸ τῶν Τρωικῶν χρόνων γεγονότος.
もしポセイドニオスを信じるならば、原子に関する教説さえも、トロイア戦争の時代より前に生きていたシドン人モコスの古いものである。
τὰ μὲν οὖν παλαιὰ ἐάσθω· καθʼ ἡμᾶς δὲ ἐκ Σιδῶνος μὲν ἔνδοξοι φιλόσοφοι γεγόνασι Βόηθός τε, ᾧ συνεφιλοσοφήσαμεν ἡμεῖς τὰ Ἀριστοτέλεια, καὶ Διόδοτος ἀδελφὸς αὐτοῦ·
さて、古い事柄は措くとして、私たちの時代には、シドンからは、私たちがともにアリストテレス哲学を学んだボエトスと、その兄弟のディオドトスという高名な哲学者たちが出ている。
ἐκ Τύρου δὲ Ἀντίπατρος καὶ μικρὸν πρὸ ἡμῶν Ἀπολλώνιος ὁ τὸν πίνακα ἐκθεὶς τῶν ἀπὸ Ζήνωνος φιλοσόφων καὶ τῶν βιβλίων.
他方、ティルスからは、アンティパトロスと、私たちの少し前の時代には、ゼノン以来の哲学者たちとその著作の目録を作成したアポロニオスが出ている。
διέχει δὲ τῆς Σιδῶνος ἡ Τύρος οὐ πλείους τῶν διακοσίων σταδίων·
ティルスはシドンから二百スタディオン以下の距離にある。
ἐν δὲ τῷ μεταξὺ πολίχνιον Ὀρνίθων πόλις λεγομένη·
その中間には、いわゆる「鳥の町」という小さな町がある。
εἶτα πρὸς Τύρῳ ποταμὸς ἐξίησι·
次いで、ティルスの近くで川が流れ出ている。
μετὰ δὲ τὴν Τύρον ἡ Παλαίτυρος ἐν τριάκοντα σταδίοις.
ティルスの次には、三十スタディオンのところにパライティルスがある。
§16.2.25εἶθʼ ἡ Πτολεμαΐς ἐστι μεγάλη πόλις ἣν Ἄκην ὠνόμαζον πρότερον, ᾗ ἐχρῶντο ὁρμητηρίῳ πρὸς τὴν Αἴγυπτον οἱ Πέρσαι.
次いで、プトレマイスという大都市があり、かつてはアケと呼ばれ、ペルシア人たちがエジプト遠征の基地として利用していた。
μεταξὺ δὲ τῆς Ἄκης καὶ Τύρου θινώδης αἰγιαλός ἐστιν ὁ φέρων τὴν ὑαλῖτιν ἄμμον·
アケとティルスの間には、ガラス質の砂を産する砂丘の海岸がある。
ἐνταῦθα μὲν οὖν φασι μὴ χεῖσθαι, κομισθεῖσαν εἰς Σιδῶνα δὲ τὴν χωνείαν δέχεσθαι·
そこでは鋳造はおこなわれず、シドンに運ばれてから溶解処理を受けると言われている。
τινὲς δὲ καὶ τοῖς Σιδωνίοις εἶναι τὴν ὑαλῖτιν ψάμμον ἐπιτηδείαν εἰς χύσιν, οἱ δὲ πᾶσαν πανταχοῦ χεῖσθαί φασιν.
ある人々は、シドン人にとってこのガラス質の砂が溶解に適しているのだと言い、他の人々は、どんな砂でもどこででも溶かせると言っている。
ἤκουσα δʼ ἐν τῇ Ἀλεξανδρείᾳ παρὰ τῶν ὑαλουργῶν εἶναί τινα καὶ κατʼ Αἴγυπτον ὑαλῖτιν γῆν, ἧς χωρὶς οὐχ οἷόν τε τὰς πολυχρόους καὶ πολυτελεῖς κατασκευὰς ἀποτελεσθῆναι, καθάπερ καὶ ἄλλοις ἄλλων μιγμάτων δεῖν·
しかし私はアレクサンドリアのガラス職人たちから、エジプトにもある種のガラス質の土があり、それなしには多色で高価なガラス製品を仕上げることは不可能であり、それは他のものに他の混合物が必要なのと同様である、と聞いた。
καὶ ἐν Ῥώμῃ δὲ πολλὰ παρευρίσκεσθαί φασι καὶ πρὸς τὰς χρόας καὶ πρὸς τὴν ῥᾳστώνην τῆς κατασκευῆς, καθάπερ ἐπὶ τῶν κρυσταλλοφανῶν· ὅπου γε καὶ τρύβλιον χαλκοῦ πρίασθαι καὶ ἐκπωμάτιον ἔστιν.
またローマでも、色合いや製造の容易さ(特に水晶のような透明ガラスについて)に関して多くの手法が考案されていると言われており、そこでは平皿や小さな盃が銅貨1枚で買えるほどである。
§16.2.26̔ιστορεῖται δὲ παράδοξον πάθος τῶν πάνυ σπανίων κατὰ τὸν αἰγιαλὸν τοῦτον τὸν μεταξὺ τῆς τε Τύρου καὶ τῆς Πτολεμαΐδος.
ティルスとプトレマイスの間のこの海岸沿いで、きわめて稀な、驚くべき出来事が起こったと記録されている。
καθʼ ὃν γὰρ καιρὸν οἱ Πτολεμαεῖς μάχην συνάψαντες πρὸς Σαρπηδόνα τὸν στρατηγὸν ἐλείφθησαν ἐν τῷ τόπῳ τούτῳ τροπῆς γενομένης λαμπρᾶς, ἐπέκλυσεν ἐκ τοῦ πελάγους κῦμα τοὺς φεύγοντας ὅμοιον πλημμυρίδι, καὶ τοὺς μὲν εἰς τὸ πέλαγος ἀπήρπασε καὶ διέφθειρεν, οἱ δʼ ἐν τοῖς κοίλοις τόποις ἔμειναν νεκροί·
プトレマイスの人々が将軍サルペドンと戦って敗れ、この場所で大敗を喫して敗走した時のこと、沖合から津波のような波が逃げる者たちを襲い、一部の者を海へと連れ去って溺死させ、他の者たちは窪地に死体となって取り残された。
διαδεξαμένη δὲ ἡ ἄμπωτις πάλιν ἀνεκάλυψε καὶ ἔδειξε τὰ σώματα τῶν κειμένων ἀναμὶξ ἐν νεκροῖς ἰχθύσι.
次いで引き潮が起こり、再び横たわる死体たちを、死んだ魚たちと混じり合った状態で露わにし、示した。
τοιαῦτα δὲ καὶ περὶ τὸ Κάσιον συμβαίνει τὸ πρὸς Αἰγύπτῳ, σπασμῷ τινι ὀξεῖ καὶ ἁπλῷ περιπιπτούσης τῆς γῆς καὶ εἰς ἑκάτερον μεταβαλλομένης ἅπαξ, ὥστε τὸ μὲν μετεωρισθὲν αὐτῆς μέρος ἐπαγαγεῖν τὴν θάλατταν, τὸ δὲ συνιζῆσαν δέξασθαι, τραπομένης δὲ τὴν ἀρχαίαν πάλιν ἕδραν ἀπολαβεῖν τὸν τόπον, τοτὲ μὲν οὖν καὶ ἐξαλλάξεώς τινος γενομένης τοτὲ δʼ οὔ, τάχα καὶ περιόδοις τισὶν ἐνδεδεμένων τῶν τοιούτων παθῶν ἀδήλοις ἡμῖν, καθάπερ τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν Νεῖλον ἀναβάσεων λέγεται διαφόρων γινομένων, ἄδηλον δὲ τὴν τάξιν ἐχουσῶν.
これと似たようなことが、エジプトの近くのカシオン山の周辺でも起こる。 地盤が急激かつ単純な震動に見舞われ、一度に両方向に変化するため、隆起した部分は海水を押し寄せさせ、沈降した部分は海水を受け入れる。 そして元に戻ると、その場所は再び以前の位置を取り戻す。 その際、地形の永久的な変化が生じることもあれば、生じないこともある。 おそらく、こうした現象は私たちには不明な周期に従っているのだろう。 これは、ナイル川の増水が毎回異なって起こり、その規則性が不明であると言われているのと同様である。
§16.2.27μετὰ δὲ τὴν Ἄκην Στράτωνος πύργος πρόσορμον ἔχων.
アケの次には、停泊地を持つストラトンの塔がある。
μεταξὺ δὲ ὅ τε Κάρμηλος τὸ ὄρος καὶ πολιχνίων ὀνόματα, πλέον δʼ οὐδέν, Συκαμίνων πόλις, Βουκόλων καὶ Κροκοδείλων πόλις καὶ ἄλλα τοιαῦτα· εἶτα δρυμὸς μέγας τις.
その中間にはカルメロス山と、いくつかの小さな町の名前、すなわちシュカミノンの町、ブコロイの町、クロコデイロイの町などがあり、その後に大きな森がある。

語釈・文法注

  1. §16.2.24ᾧ συνεφιλοσοφήσαμεν ἡμεῖς τὰ Ἀριστοτέλεια — 関係代名詞 ᾧ(ボエトスを指す与格)は動詞 συνεφιλοσοφήσαμεν(συμφιλοσοφέω「ともに哲学を研究する」)の与格補語。対格の τὰ Ἀριστοτέλεια(アリストテレスの学説・著作)は同動詞の直接目的語である。
  2. §16.2.25ἧς χωρὶς οὐχ οἷόν τε τὰς πολυχρόους καὶ πολυτελεῖς κατασκευὰς ἀποτελεσθῆναι — χωρίs は後置前置詞として関係代名詞 ἧς を支配している。非人称表現 οὐχ οἷόν τε(「〜することは不可能である」)は対格不定詞構文(主語:τὰς... κατασκευὰς、不定詞:ἀποτελεσθῆναι)を伴っている。
  3. §16.2.26σπασμῷ τινι ὀξεῖ καὶ ἁπλῷ περιπιπτούσης τῆς γῆς — περιπιπτούσης τῆς γῆς は属格独立構文(時・原因を表す分詞)であり、動詞 περιπίπτω は与格支配のため σπασμῷ... が与格になっている。

この箇所を引用する

ストラボン, 地理誌 §16.2.24-16.2.27. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.2.24-16.2.27

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。